- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:149.23-150.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了31b33中关于第三格包含特称前提的肯定与否定混合三段论,通过化归第一格以及列举具体项,解释了为何当全称否定前提为必然时结论是必然的,而当肯定前提为必然时结论仅为实然的。
" Εἰ δ’ ὁ μὲν κατηγορικὸς ὁ δὲ στερητικὸς τῶν ὅρων, ὅταν μὲν ᾖ τὸ καθόλου στερητικόν." Λέγει, ὅτι καὶ τῆς ἑτέρας στερητικῆς οὔσης τῆς δ’ ἑτέρας καταφατικῆς, ἂν μὲν ἡ στερητικὴ καθόλου ᾖ καὶ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· περὶ γὰρ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐν μέρει ὁ λόγος αὐτῷ νῦν· ἂν δ’ ἡ καταφατικὴ ἀναγκαία, ὑπάρχον καὶ οὐκ ἀναγκαῖον. αἴτιον δὲ καὶ ἐν τούτοις, ὅτι ἡ στερητικὴ ὅταν ᾖ καθόλου, ἀντιστραφείσης τῆς καταφατικῆς αὕτη γίνεται ἡ μείζων πρότασις ἐν πρώτῳ σχήματι, ὥστε, ἂν ᾖ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα. διὰ βραχέων δὲ εἶπε καὶ περὶ τῆς συμπλοκῆς ταύτης ὡς οὔσης τῆς μίξεως ἤδη γνωρίμου. μὴ οὔσης δὲ ταύτης ἀναγκαίας ἀλλὰ τῆς καταφατικῆς, ἥτις γίνεται ἐλάττων ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία, 〈ὑπάρχον ἔσται〉. εἰ γὰρ τὸ Α τῷ Γ μηδενὶ ἐνδέχεται, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης μηδενί, τὸ δὲ Β τῷ Γ τινὶ ὑπάρχει, ἀντιστραφήσεται μὲν ἡ Β Γ, καὶ ἔσται τὸ Γ τινὶ τῷ Β· μένει δὲ ἡ Α Γ μείζων οὖσα καθόλου ἀναγκαία ἀποφατική· διὸ συναχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. ἂν δὲ γένηται τὸ καταφατικὸν ἀναγκαῖον ἢ καθόλου ὂν ἢ ἐν μέρει ὡς εἶναι τὴν μὲν μείζονα ἢ καθόλου ἀποφατικὴν ὑπάρχουσαν 〈ἢ ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν〉 τὴν δὲ ἐλάττονα ἢ καθόλου καταφατικὴν ἀναγκαίαν ἢ ἐπὶ μέρους καταφατικὴν ὁμοίως ἀναγκαίαν, ὅταν μὲν ᾖ καθόλου ἀποφατικὴ ἡ μείζων ὑπάρχουσα, αὕτη γινομένη ἐπὶ μέρους καταφατικὴ ἀναγκαία,1 ὅταν δὲ ἡ ἐπὶ μέρους ἀποφατικὴ ὑπάρχουσα, αὕτη καθόλου καταφατικὴ ἀναγκαία, οὐδὲν ἀναγκαῖον συναχθήσεται, διότι ἀντιστραφείσης τῆς ἐλάττονος, ὅταν ἐπὶ μέρους ᾖ, γίνεται τὸ πρῶτον σχῆμα ἔχον τὴν ἐλάττονα ἀναγκαίαν. τοῦτο γὰρ δεικνὺς τὸ ἐκ τῆς ἀντιστροφῆς σημαῖνον εἶπε τὸ τὰ μὲν γὰρ ἄλλα τὰ αὐτά,2 ἃ καὶ ἐπὶ τῶν προτέρων, ἐροῦμεν. Οὐ μὴν ἀλλὰ καὶ τῇ τῶν ὅρων παραθέσει δείκνυσι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα. τίθησι δὲ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β ζῷον, λευκὸν δὲ ἐπὶ τοῦ Γ· ἐγρήγορσις μὲν γὰρ οὐδενὶ λευκῷ ἐνδέχεται, ζῷον δὲ τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ ἐγρήγορσις τινὶ ζῴῳ οὐχ ὑπάρχει, οὐ μὴν ἐξ ἀνάγκης· τοῦτο γὰρ σημαίνει τὸ καὶ οὐκ ἀνάγκη τινὶ ζῴῳ μὴ ὑπάρχειν ἐγρήγορσιν. κἂν τὸ καθόλου δὲ καταφατικὸν ἀναγκαῖον ᾖ τῆς ἑτέρας τῆς μείζονος προτάσεως ἐπὶ μέρους ἀποφατικῆς ὑπαρχούσης οὔσης δείκνυσιν ὅρους παραθέμενος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ζῷον δὲ ἐπὶ τοῦ Β, ἄνθρωπον δὲ ἐπὶ τοῦ Γ· ζῷον μὲν γὰρ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἐγρήγορσις δὲ τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει· συνάγεται ἐγρήγορσιν τινὶ ζῴῳ μὴ ὑπάρχειν ἁπλῶς, ἀλλ’ οὐκ ἐξ ἀνάγκης.
“如果项之一是肯定的,另一个是否定的,只要全称项是否定的”他说,同样,当前提之一是否定的而另一个是肯定的时,如果否定前提是全称且必然的,结论也是必然的;因为他现在讨论的是具有一个特称前提的组合;但如果肯定前提是必然的,结论是实然的而非必然的。在这些情况下的原因同样在于,只要否定前提是全称的,在肯定前提被换位后,该[否定前提]在第一格中就成为大前提,因此如果它是必然的,结论也是必然的。他对这种组合也作了简短的说明,因为这种混合已经是为人所熟知的。但如果该否定前提不是必然的,而是肯定前提是必然的(它在第一格中成为必然的小前提),〈结论将是实然的〉。因为如果Α对任何Γ都不是可能的,即出于必然不属于任何Γ,而Β属于某个Γ,那么Β–Γ将被换位,而Γ将属于某个Β;并且Α–Γ作为全称必然否定命题保留为大前提;因此将得出Α出于必然不属于某个Β。但是,如果肯定前提成为必然的,无论它是全称的还是特称的,从而大前提要么是全称否定实然命题〈要么是特称否定实然命题〉,而小前提要么是全称肯定必然命题,要么同样是特称肯定必然命题——当大前提是全称否定实然命题且这一[小前提]成为特称肯定必然命题时,以及当大前提是特称否定实然命题且这一[小前提]是全称肯定必然命题时——将得不出任何必然的结论,因为当小前提为特称且被换位时,第一格具有必然的小前提。事实上,正是为了表明这一点(即指明换位所产生的后果),他才说“因为关于其余的事,我们将说出与先前诸情况相同的话”。 不仅如此,他还通过列举各项来证明结论不成为必然的。他把Α设为醒着,Β设为动物,Γ设为白:因为醒着对任何白的事物都是不可能的,动物出于必然属于某个白的事物,而醒着实然地不属于某种动物,但绝非出于必然;因为这就是“并且并非必然醒着不属于某种动物”这句话的意思。即使全称肯定前提是必然的,而另一个前提(即大前提)是特称否定实然命题,他也通过列举各项证明结论不成为必然的,把Α设为醒着,Β设为动物,Γ设为人类:因为动物出于必然属于每一个人,而醒着实然地不属于某个人;推导出的是醒着单纯地不属于某种动物,但绝非出于必然。
- 2.74αὕτη γινομένη ἐπὶ μέρους καταφατικὴ ἀναγκαία
αὕτη 指相对应的小前提。在 ὅταν μὲν ᾖ 所引导的分句中,它没有带限定动词,而是以主格分词结构(相当于独立主格或从句中的省略结构)出现,表示“当小前提成为特称肯定必然命题时”。
- 2.74τοῦτο γὰρ δεικνὺς τὸ ἐκ τῆς ἀντιστροφῆς σημαῖνον εἶπε τὸ τὰ μὲν γὰρ ἄλλα τὰ αὐτά
该句的骨干是 εἶπε τὸ [引文](“他说……”),分词 δεικνύς 表示方式或手段(“通过表明……”)。该分词的直接宾语是通过倒装分隔的 τοῦτο τὸ ἐκ τῆς ἀντιστροφῆς σημαῖνον(“这一指明换位所得结果的事”)。
