- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:148.7-149.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了第三格中含有一条特称肯定前提时的模态混合,通过换位化归到第一格以及具体项(醒着、两足、动物)论证了:当全称前提为必然时得出必然结论,但若仅特称前提为必然,则不能得出必然结论。
λαμβάνει γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ὑπάρχον τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχον· ἣν τηρήσας ἀντιστρέφει τὴν Α Γ,1 καὶ λαμβάνει τὸ Γ τινὶ τῷ Α ὑπάρχειν· τοῦτο γάρ ἐστι τὸ τὸ δὲ Α ὑπὸ τὸ Γ ἐστί·2 διὰ γὰρ τὴν ἀντιστροφήν· ἐξ ὧν ἐν τῇ τοῦ πρώτου σχήματος συμπλοκῇ τρίτῃ συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρχειν. εἰ δὲ τὸ Β τῷ Α, καὶ τὸ Α τῷ Β· τοῦτο γὰρ ἔδει δειχθῆναι μείζονος ἄκρου τοῦ Α ὄντος. ἐδείχθη οὖν τὸ προκείμενον τῆς τε ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης ἀντιστραφείσης, ἥτις ἦν ἡ Α Γ, καὶ τοῦ Β Α συμπεράσματος ὄντος ἐπὶ μέρους ἀναγκαίου καταφατικοῦ. Ὁμοίως δέ φησιν ἀναγκαῖον ἔσεσθαι τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων καταφατικὴ καθόλου ἀναγκαία ληφθῇ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ὑπάρχουσα· πάλιν γὰρ ταύτης ἀντιστραφείσης γίνεται ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου καταφατικὴ ἀναγκαία, διὸ καὶ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον γίνεται πάλιν τὸ συμπέρασμα. πλὴν ἐπὶ μὲν τῆς πρὸ ταύτης συμπλοκῆς καὶ τὸ συμπέρασμα ἐδέησεν ἀντιστρέψαι, ἐπὶ δὲ ταύτης ἐχούσης τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν ἐλάττονα πρότασιν μόνην ἀντιστρέφομεν. ταχέως δὲ ἐδήλωσε τὴν αἰτίαν τοῦ γίνεσθαι ἀναγκαῖον τὸ συμπέρασμα εἰπὼν τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστί, δι’ οὗ καὶ τὴν ἀντιστροφὴν ἔδειξε τῆς ἐλάττονος προτάσεως τῆς Β Γ οὔσης καταφατικῆς ἐν μέρει. Ἂν δὲ ἡ ἐπὶ μέρους πρότασις ἀναγκαία ληφθῇ, οὐκέτι γίνεται τὸ συμπέρασμα ἀναγκαῖον τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν, ἧς οὔσης τοιαύτης τῆς δὲ μείζονος ὑπαρχούσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Β τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχον· ἂν δὴ ἀντιστρέψωμεν τὴν Β Γ τηρήσαντες τὴν Α Γ τὴν καθόλου ὑπάρχουσαν (οὐ γὰρ οἷόν τε ἄλλως), γίνεται τὸ Α τῷ Γ παντί, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· οὕτως δὲ ἐχουσῶν οὐκ ἐγίνετο ἐν τῷ πρώτῳ σχήματι ἀναγκαῖον τὸ συμπέρασμα. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, δείκνυσι καὶ τῇ τῶν ὅρων παραθέσει. λαμβάνει γὰρ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β δίπουν, ἐπὶ δὲ τοῦ Γ ζῷον· τὸ μὲν δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης ὡς ἀνθρώπῳ, ἡ δὲ ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, καὶ ἐγρήγορσις τινὶ δίποδι, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. πάλιν δὲ τὸ Α τῷ Γ ἐνδέχεται 〈εἶπε〉 δηλῶν τὸ παντὶ μὲν ὑπάρχειν, οὐ μὴν ἀναγκαίως. σημειωτέον δέ, ὅτι καὶ ἐνταῦθα χρῆται τῷ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν, ὡς καὶ ἐπὶ τῆς τῶν ἀναγκαίων προτάσεων ἀντιστροφῆς. τὸ δὲ οὐ γὰρ ἀνάγκη δίπουν τι μὴ καθεύδειν δεικτικὸν ἂν εἴη τοῦ τὴν ἐγρήγορσιν ἐνδέχεσθαι τινὶ ζῴῳ ὡς καὶ ἐνδέχεσθαι μηδενί· εἰ γὰρ ἐξ ἀνάγκης τι ζῷον ἐκάθευδεν, οὐκ ἂν ἐγρήγορσις τῷ ζῴῳ παντὶ ἐνδεχομένως ὑπῆρχεν. δύναται τὸ οὐ γὰρ ἀνάγκη δίπουν τι μὴ καθεύδειν δεικτικὸν εἶναι τοῦ τὴν ἐγρήγορσιν ἐνδέχεσθαι τινὶ ζῴῳ ὡς καὶ ἐνδέχεσθαι μή. Διὰ δὲ τῶν αὐτῶν ὅρων φησὶ δειχθήσεσθαι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων ἡ Α Γ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ ληφθῇ ἡ δὲ Β Γ καθόλου καταφατικὴ ὑπάρχουσα. πλὴν δεήσει μεταθεῖναι τοὺς ὅρους καὶ ἀλλάξαι τὴν τάξιν αὐτῶν· ὁμοίως γὰρ αὐτῶν κειμένων οὐκ ἀληθεῖς αἱ προτάσεις. δεῖ οὖν θεῖναι ἐπὶ μὲν τοῦ Α δίπουν ἐπὶ δὲ τοῦ Β ἐγρήγορσιν· ἔσται γὰρ οὕτως τὸ δίπουν πάλιν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, τὸ δίπουν τινὶ ἐγρηγορότι, οὐ μὴν ἐξ ἀνάγκης. οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι3 τὴν ἐλάττονα πάλιν ἐν αὐτῷ γινομένην ἀναγκαίαν ἀντιστρεφομένου καὶ τοῦ συμπεράσματος.
因为他取Α属于某个Γ,而Β出于必然属于每一个Γ;在保留后者的同时,他换位Α–Γ,并取Γ属于某个Α;因为这就是“而Α在Γ之下”的意思;因为这是通过换位而来的;由此在第一格的第三种组合中得出Β出于必然属于某个Α。而如果Β属于Α,则Α也属于Β;因为既然Α是大项,这正是应当被证明的。因此,通过特称肯定实然前提(即Α–Γ)被换位,并且结论Β–Α是特称肯定必然命题,所提出的论题得到了证明。他说,即使大前提取为全称肯定必然前提,小前提取为特称肯定实然前提,结论同样将是必然的;因为再次通过换位该小前提,在第一格中大前提成为全称肯定必然前提,因而结论再次成为特称肯定必然命题。只不过在先前的组合中还需要换位结论,而在这个具有全称肯定必然大前提的组合中,我们仅换位小前提。他通过说“因为Β在Γ之下”,简要地指明了结论成为必然的原因,通过这句话他也表明了特称肯定的小前提Β–Γ的换位。 但是,如果特称前提取为必然的,结论就不再成为必然的,这是由于以这种方式在第一格中小前提成为必然的,而当小前提是这种性质且大前提是实然的时,结论曾是实然的。因为设Β出于必然属于某个Γ,而Α属于每一个Γ;于是,如果我们保留作为全称实然前提的Α–Γ(因为除此以外别无可能),换位Β–Γ,就成为Α属于每一个Γ,而Γ出于必然属于某个Β;而当前提具有这种状态时,在第一格中结论并不会成为必然的。至于结论不成为必然的,他也通过列举各项来证明。因为他取Α为醒着,Β为两足,Γ为动物:两足出于必然属于某种动物(如属于人),而醒着实然地属于每一个动物,醒着属于某种两足动物,但绝非出于必然。他再次〈说〉“Α对Γ是可能的”,表明它属于全部,然而并非必然地属于。应当注意的是,在此处他也用“是可能的”代替“实然地属于”,正如在必然命题的换位中一样。而“因为并非必然有某种两足动物不睡着”这一语句,可以指示醒着对某种动物是可能的,正如也可能不〔属于〕任何〔动物〕一样;因为如果某种动物出于必然睡着,醒着就不会可能地属于每一个动物。 “因为并非必然有某种两足动物不睡着”这一语句能够指示醒着对某种动物是可能的,正如可能不属于一样。他说,即使大前提Α–Γ取为特称肯定必然命题,而Β–Γ取为全称肯定实然命题,通过同样的项也可以证明结论不成为必然的。只不过必须调换这些项并改变它们的次序;因为如果它们以同样的方式设定,前提就不是真的。因此必须将Α设为两足,将Β设为醒着;因为这样两足将再次出于必然属于某种动物,醒着实然地属于每一个动物,两足属于某种醒着者,但绝非出于必然。而同样完全可以通过将特称肯定必然前提换位而化归到第一格,在其中小前提再次成为必然前提,并且结论也被换位,来证明这一点。
- 2.73ἣν τηρήσας ἀντιστρέφει τὴν Α Γ
阴性单数宾格关系代词 ἣν 指涉前句中提到的全称肯定必然小前提(τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχον),意为“在保留该前提的同时”。与之相对,ἀντιστρέφει 的直接宾语则是 τὴν Α Γ(特称肯定实然命题)。
- 2.73τοῦτο γάρ ἐστι τὸ τὸ δὲ Α ὑπὸ τὸ Γ ἐστί
中性定冠词 τὸ 将紧随其后的亚里士多德引文“τὸ δὲ Α ὑπὸ τὸ Γ ἐστί”整体名词化。在连续的两个冠词(τὸ τὸ)中,第一个是包裹引文的冠词,第二个则是引文内部修饰主词项 Α 的冠词。
- 2.73οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι
短语 οὐδὲν ἔλαττον(“同样/丝毫不少”)作状语修饰 ἔστι+不定词(“能够/可以……”)。复数宾格分词 ἀνάγοντας 表示不定词 δεῖξαι 的泛指主语,构成“通过将特称肯定必然前提换位而化归到第一格,来证明这一点同样是可能的”这一句法骨架。
