← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§146.25-148.7

第三格全称前提混合中否定前提的必然性

关于第三格中全称否定与全称肯定前提的混合(Bekker 31a34),亚历山大通过换位法和具体例项(善/动物/马,以及醒-睡/动物/马)论证了当否定大前提为必然时结论亦为必然,而仅肯定前提为必然时结论非必然;随后转向对含有一条特称前提的混合的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.73#1

" Πάλιν ἔστω τὸ μὲν Α Γ στερητικόν, τὸ δὲ Β Γ καταφατικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν." Δείκνυσιν, ὅτι καὶ ἐν τῇ συζυγίᾳ τῇ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος γίνεται ἀναγκαῖον τὸ συμπέρασμα τῷ ἀντιστραφείσης τῆς καταφατικῆς τὸ πρῶτον γίνεσθαι σχῆμα1 ἔχον τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν. τὸ γὰρ Α μηδενὶ ἐξ ἀνάγκης τῷ Γ ὑπαρχέτω, τὸ Β παντὶ ὑπαρχέτω τῷ Γ· ἀντιστραφείσης δὴ τῆς Β Γ γίνεται τὸ Γ τινὶ τῷ Β ὑπάρχον· ἔκειτο δὲ καὶ τὸ Α μηδενὶ τῷ Γ ἐξ ἀνάγκης· τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ δὲ τὸ Α Γ τὸ στερητικὸν οὐκ ἀναγκαῖον τὸ δὲ Β Γ τὸ καταφατικὸν καθόλου τε καὶ ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον τῷ ἀντιστρέφεσθαι μὲν τὴν Β Γ τὴν ἀναγκαίαν καταφατικὴν ἀντιστραφείσης δ’ αὐτῆς καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας γίνεσθαι ἐν πρώτῳ σχήματι συζυγίαν ἔχουσαν τὴν ἐλάττονα μὲν ἀναγκαίαν τὴν μείζονα δὲ ὑπάρχουσαν. ἕξει γὰρ οὕτως· τὸ Α οὐδενὶ τῷ Γ ὑπάρχει, τὸ Γ τινὶ τῷ Β 〈ὑπάρχει ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β οὐχ〉 ὑπάρξει ἐξ ἀνάγκης. Δείξας δὲ διὰ τῆς ἀντιστροφῆς, ὅτι μὴ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα τῷ ἐν πρώτῳ σχήματι τὴν ἐλάττονα γίνεσθαι ἀναγκαίαν παρατίθεται καὶ ὅρους, δι’ ὧν καὶ αὐτῶν δείκνυσι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα. οἱ δὲ ὅροι, οὓς λαμβάνει, ἐπὶ μὲν τοῦ Α ἀγαθόν, ἐπὶ δὲ τοῦ Β ζῷον, ἐπὶ δὲ τοῦ Γ ἵππος. τὸ δὴ ἀγαθὸν οὐδενὶ ἵππῳ, τὸ ζῷον παντὶ ἵππῳ ἐξ ἀνάγκης· τὸ ἀγαθὸν ἄρα τινὶ μὲν ζῴῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης. βουλόμενος δὲ δεῖξαι, ὅτι τὴν ἀποφατικὴν ὑπάρχουσαν εἴληφε καὶ οὐκ ἀναγκαίαν, εἶπε τὸ μὲν οὖν ἀγαθὸν ἐνδέχεται μηδενὶ ἵππῳ ὑπάρχειν, δεικνύς, ὅτι ἐνδεχομένως αὐτῷ οὐχ ὑπάρχει, ἀλλ’ οὐκ ἐξ ἀνάγκης· οὐ γὰρ ἐνδεχομένην λαμβάνει, ἀλλ’ ἔστιν αὐτῷ τοῦ μὴ ἀναγκαίου δεικτικὸν τὸ ἐνδέχεσθαι2 τὸ ἀγαθὸν μηδενὶ ἵππῳ καὶ τὸ ἀλλ’ οὐκ ἀνάγκη ζῷον τι μὴ εἶναι ἀγαθόν, ὃ ἴσον ἐστὶ τῷ ‘τὸ ἀγαθὸν τινὶ ζῴῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης οὐχ ὑπάρξει’. ὃ ὅπως ἂν εἴη ὑγιές, δεικνὺς προσέθηκε τὸ εἴπερ ἐνδέχεται πᾶν εἶναι ἀγαθόν· τότε γὰρ ὑπαρχόντως τινὶ οὐχ ὑπάρξει ζῴῳ τὸ ἀγαθόν, ὅταν καὶ παντὶ αὐτῷ ἐνδέχηται ὑπάρχειν. ἐπεὶ δὲ δοκεῖ μὴ πᾶν ζῷον ἐπιδεκτικὸν εἶναι τοῦ ἀγαθοῦ, μεταληπτέον φησὶ τὸν ὅρον καὶ θετέον ἀντὶ τοῦ ἀγαθοῦ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν μηδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον δὲ ἐξ ἀνάγκης παντὶ ἵππῳ· γίνεται γὰρ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν τινὶ μὴ ὑπάρχον ζῴῳ, οὐ μὴν ἐξ ἀνάγκης. ὃ δεικνὺς προσέθηκε τὸ ἅπαν γὰρ ζῷον δεκτικὸν τούτων. εἰ γὰρ δεκτικὸν ἅπαν, οὐδὲν ἔσται ζῷον, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ ἐγρηγορέναι ἢ τὸ κοιμᾶσθαι. Εἰπὼν δὲ περὶ τῶν μίξεων τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου ἑξῆς λέγει καὶ περὶ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐπὶ μέρους. ὅταν δὲ ἡ μὲν καθόλου τῶν προτάσεων ᾖ ἡ δὲ ἐν μέρει, ἀμφοτέρων οὐσῶν καταφατικῶν, εἰ ἡ καθόλου ᾖ ἀναγκαία, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα· ἀντιστραφείσης γὰρ τῆς ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης γίνεται πάλιν τὸ πρῶτον σχῆμα ἔχον τὴν μείζονα ἀναγκαίαν. καὶ πρῶτον μὲν τοῦτο δείκνυσι τὴν ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν λαβὼν τὴν δὲ μείζονα ἐπὶ μέρους καταφατικὴν ὑπάρχουσαν.

“再次,设Α–Γ为否定前提,Β–Γ为肯定前提,且否定前提是必然的。” 他表明,在由全称否定必然大前提与全称肯定实然小前提构成的组合中,结论也成为必然的,这是由于肯定前提换位后生成具有全称否定必然大前提的第一格。因为设Α出于必然不属于任何Γ,Β实然地属于每一个Γ;于是当Β–Γ换位后,Γ实然地属于某个Β;而Α也被假定出于必然不属于任何Γ;因此Α将出于必然不属于某个Β。但如果否定性的Α–Γ前提不是必然的,而肯定性的Β–Γ前提既是全称的又是必然的,结论将不会是必然的,这是由于必然肯定前提Β–Γ虽然换位,但随其换位并成为特称肯定必然前提,在第一格中生成的组合乃是小前提为必然的而大前提为实然的。因为情况将如下:Α不属于任何Γ,Γ〈出于必然属于〉某个Β,〈而Α不会〉出于必然属于〈某个Β〉。在通过换位法证明了由于在第一格中小前提成为必然的因而结论不成为必然的之后,他还列举了各项,通过这些项本身也证明了结论不成为必然的。他所取的项是:关于Α为善,关于Β为动物,关于Γ为马。于是善不属于任何马,动物出于必然属于每一个马;因此善将不属于某个动物,但绝非出于必然。由于他想要表明自己将否定前提取为实然的而非必然的,他说了“于是善可能不属于任何马”,以表明善是可能地不属于它,而非出于必然;因为他并不是在取一条可能命题,而是“善可能不属于任何马”以及“但并非必然有某种动物不是善的”这些表述对他而言乃是非必然的指示;这等同于“善将不属于某种动物,然而并非出于必然不属于”。为了表明这如何是健全的,他附加上了“如果一切〔动物〕确实可能是善的”;因为正当善可能属于全部动物时,善才会实然地不属于某种动物。但既然并非所有动物都被认为能接纳善,他说必须替换该项,并应置入醒着或睡着来代替善,作为实然地不属于任何马;而动物出于必然属于每一个马;因为醒着或睡着将成为不属于某种动物,但绝非出于必然。为了表明这一点,他附加上了“因为一切动物都能接纳这些”。因为如果一切动物都能接纳,就不会有任何动物是醒着或睡着出于必然不属于它的。 在讨论了两个前提皆为全称的混合之后,他接着也论述了含有一条特称前提的混合。当两个前提都是肯定前提,其中一个是全称的而另一个是特称的时,如果全称前提是必然的,结论就将是必然的;因为特称肯定实然前提换位后,再次生成大前提为必然的第一格。而他首先通过将小前提取为全称肯定必然前提、将大前提取为特称肯定实然前提,证明了这一点。

语法注2 条
  1. 2.73τῷ ἀντιστραφείσης τῆς καταφατικῆς τὸ πρῶτον γίνεσθαι σχῆμα

    带冠词不定式的与格 τῷ ... γίνεσθαι 表原因或根据,其内部嵌套了属格绝对结构 ἀντιστραφείσης τῆς καταφατικῆς,表示“由于肯定前提换位后生成第一格这一事实”。

  2. 2.73οὐ γὰρ ἐνδεχομένην λαμβάνει, ἀλλ’ ἔστιν αὐτῷ τοῦ μὴ ἀναγκαίου δεικτικὸν τὸ ἐνδέχεσθαι

    此处亚历山大解释亚里士多德原文中的 ἐνδέχεται 并非引入一条模态逻辑上的“可能前提”,而是用来指示“非必然性”。αὐτῷ 是关系与格(“对他而言”),τοῦ μὴ ἀναγκαίου 是受 δεικτικόν 支配的属格,ἔστιν 的主语是带冠词不定式短语 τὸ ἐνδέχεσθαι τὸ ἀγαθὸν μηδενὶ ἵππῳ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:146.25-148.7