← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§142.18-144.15

第二格特称三段论中的必然模态混合

注解亚里士多德《前分析篇》31a1–31a10,讨论第二格特称三段论(第三和第四种组合)中必然模态的混合。亚历山大解释道,第三种组合可还原至第一格并得出必然结论,而第四种组合无论哪一个前提是必然的都不能得出必然结论,并通过词项分析及对抄本异读的批判对此加以阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.69

" Ὁμοίως δ’ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν." Λέγει, ὅτι καὶ ἐπὶ τῶν τὸ ἐν μέρει συναγουσῶν συζυγιῶν ὁμοίως ἕξει. ἂν μὲν γὰρ ἡ καθόλου ἀποφατικὴ ἀναγκαία ᾖ, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα· ἐὰν δ’ ἡ καταφατικὴ ᾖ ἀναγκαία, ἄν τε ἐπὶ μέρους οὖσα, ὡς ἐν τῷ τρίτῳ συλλογισμῷ τῷ ἐκ καθόλου1 ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος, ἄν τε καθόλου, ὡς ἐν τῷ τετάρτῳ τῷ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς ἐλάττονος, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

“在特称三段论中情况也将类似。” 他说,在推导特称[结论]的组合中,情况也将类似。因为如果全称否定[前提]是必然的,结论就将是必然的;但如果肯定[前提]是必然的,无论它是特称的(如大前提为全称否定、小前提为特称肯定的第三种三段论中),还是全称的(如大前提为全称肯定、小前提为特称否定的第四种三段论中),结论都将不是必然的。

§2.70

"Ἔστω δὴ πρῶτον ἡ στερητικὴ καθόλου τε καὶ ἀναγκαία." Δείκνυσιν ἐν τῇ τρίτῃ συζυγίᾳ τῶν ἐν δευτέρῳ σχήματι συλλογισμῶν, πῶς οὔσης τῆς καθόλου ἀποφατικῆς ἀναγκαίας ἀναγκαῖον τὸ συμπέρασμα γίνεται. ἐπεὶ γὰρ ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς τὸ πρῶτον γίνεται σχῆμα καὶ ἐν αὐτῷ ὁ τέταρτος συλλογισμὸς 〈ὁ〉 ἔχων τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν, ἐν ᾗ συζυγίᾳ οὕτως ἐχούσῃ ἀναγκαῖον τὸ συμπέρασμα, δῆλον, ὡς καὶ ἐν τῷ δευτέρῳ σχήματι ἀναγκαῖον ἐπὶ μέρους ἀποφατικὸν ἔσται τὸ συμπέρασμα οὕτως ἐχουσῶν τῶν προτάσεων.

“那么首先,设否定前提既是全称的又是必然的。” 他在第二格三段论的第三种组合中展示了,当全称否定前提是必然的时,结论如何成为必然的。因为当全称否定前提进行换位时,就会产生第一格,并在其中产生大前提为全称否定必然前提的第四种三段论——在如此构成的组合中结论是必然的——显然,在第二格中当前提如此构成时,结论也将是必然的特称否定命题。

§2.71#1

"Πάλιν ἔστω ἡ κατηγορικὴ καθόλου καὶ ἀναγκαία." Ὅπως μὲν τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας οὔσης ἐν τῇ προειρημένῃ συμπλοκῇ οὐ γίνεται τὸ συμπέρασμα ἀναγκαῖον, ὡς γνώριμον παρέλιπε· διὰ γὰρ τῆς ὁμοίας ἀντιστροφῆς γίνεται ἐν τῷ πρώτῳ σχήματι ἡ ἐλάττων ἀναγκαία ἐπὶ μέρους καταφατικὴ 〈ἡ〉 τοῦ τρίτου συλλογισμοῦ τοῦ ἐν δευτέρῳ σχήματι. καὶ διὰ τῶν ὅρων δὲ δεικνύοιτο ἄν, εἰ ληφθείη τὸ ζῷον μηδενὶ κινουμένῳ καὶ τινὶ λευκῷ ἐξ ἀνάγκης· κύκνῳ γάρ· τὸ γὰρ κινεῖσθαι τινὶ λευκῷ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης. ἐπὶ δὲ τὴν τετάρτην συζυγίαν μετελήλυθεν, ἐν ᾗ ἐστιν ἡ μὲν μείζων πρότασις καθόλου καταφατικὴ ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἀποφατική. ἡ δὲ δεῖξις οὐ δι’ ἀντιστροφῆς ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἦν ἐπὶ τῶν ὑπαρχουσῶν· ἐπὶ δὲ τῶν ἀναγκαίων διὰ τῆς ἐκθέσεως καὶ τοῦ λαβεῖν, ᾧτινι μὴ ὑπάρχει. δείκνυσι δὴ ἐπὶ τῆς συζυγίας ταύτης, κἂν ὁποτέρα ἀναγκαία ληφθῇ, μὴ γινόμενον ἀναγκαῖον συμπέρασμα, καὶ πρῶτόν γε, πῶς τῆς καθόλου καταφατικῆς οὔσης ἀναγκαίας οὐ γίνεται τὸ συμπέρασμα ἀναγκαῖον. δείκνυσι δὲ τοῦτο τῇ τῶν ὅρων παραθέσει. αὐτὸς μὲν οὖν φησι διὰ τῶν αὐτῶν ὅρων δειχθήσεσθαι μὴ ἀναγκαῖον εἶναι τὸ συμπέρασμα τῆς καθόλου καταφατικῆς ἀναγκαίας οὔσης, δι’ ὧν καὶ ἐν τῇ ἐκ δύο καθόλου τῶν προτάσεων οὔσῃ καὶ τῆς καταφατικῆς ἀναγκαίας οὔσης. ἦσαν δὲ ζῷον καὶ ἄνθρωπος καὶ λευκόν· τὸ γὰρ ζῷον παντὶ μὲν ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει, τινὶ δὲ λευκῷ οὐχ ὑπάρχει ἁπλῶς, καὶ ἄνθρωπος τινὶ λευκῷ ἁπλῶς οὐχ ὑπάρξει. ἀλλ’ ἐπεὶ μὴ αἱ προτάσεις ἀληθεῖς, ὡς οὐδὲ ἐπὶ τῶν καθόλου (οὐ γὰρ ὑπάρχουσα ἀλλ’ ἀναγκαία ἡ ‘ζῷον τινὶ λευκῷ οὐχ ὑπάρχει’), ἐπ’ ἄλλων ὅρων δείξομεν. τὸ κινεῖσθαι δὴ παντὶ μὲν περιπατοῦντι ἐξ ἀνάγκης, τινὶ δὲ ἀνθρώπῳ μὴ ὑπαρχέτω μόνον· καὶ ἄνθρωπος δή τίς οὐ περιπατήσει μέν, οὐ μὴν ἐξ ἀνάγκης. ἀλλ’ οὐδ’ ἂν ἡ στερητικὴ ἐπὶ μέρους οὖσα ἀναγκαία ληφθῇ, οὐδ’ οὕτως ἀναγκαῖον ἔσται τὸ συμπέρασμα. ὅροι τὸ ἐγρηγορέναι παντὶ γραμματικῷ ὑπαρχόντως, τινὶ δὲ ἀνθρώπῳ ἀναγκαίως μὴ ὑπαρχέτω, ὡς τῷ κοιμωμένῳ· οὐ μὴν ἐξ ἀνάγκης τὶς ἄνθρωπος οὐκ ἔσται γραμματικός. πάλιν ζῷον παντὶ κινουμένῳ, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει· τὸ δὴ κινεῖσθαι τινὶ λευκῷ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης. ἔτι δίπουν παντὶ ἐγρηγορότι, τινὶ δὲ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, καὶ τὸ ἐγρηγορέναι οὐ παντὶ μὲν ζῴῳ, οὐ μὴν ἐξ ἀνάγκης. Εἶπε δὲ αὐτὸς διὰ γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις ἑνὸς μόνου μεταλαμβανομένου·2 ἐν γὰρ ἀντιγράφοις τισὶ καὶ τοῦτο πρόσκειται, ὅπερ οὐχ ὑγιὲς εἶναι δόξει. ἦσαν γὰρ ἐπὶ τῶν καθόλου ὅροι ζῷον, ἄνθρωπος, λευκόν· οὕτως δὲ ἐχουσῶν ἦν ἡ καθόλου καταφατικὴ ἀναγκαία ἀλλ’ οὐχ ἡ ἀποφατικὴ ἐπὶ μέρους, ὃ νῦν πρόκειται. ἀλλ’ οὐδ’ ἄν, ἔνθα ὁ ἄνθρωπος, μεταθῶμεν τὸ λευκόν, ὡς εἶναι τὸ ζῷον παντὶ λευκῷ ὑπαρχόντως· ψευδὴς γὰρ καὶ αὕτη. ἀλλ’ οὐδ’ ἂν ἐπὶ μὲν τοῦ Α μεταθῶμεν τὸ λευκόν, ἐπὶ δὲ τοῦ Β ἄνθρωπον, ζῷον δὲ ἐπὶ τοῦ Γ, ὡς εἶναι τὸ λευκὸν παντὶ ἀνθρώπῳ τινὶ δὲ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν· καὶ γὰρ ἡ πρώτη πρότασις ψευδὴς καὶ τὸ συμπέρασμα ἀναγκαῖον. τούτου δὲ τὸ αἴτιον, ὅτι μηδὲ ἐπὶ τῶν καθόλου προτάσεων ἀληθεῖς ἦσαν οἱ ὅροι οὗτοι, ὡς ἐπεσημηνάμεθα λαβόντες ἀντὶ τοῦ λευκοῦ τὸ κινεῖσθαι.

“再次,设断言前提是全称且必然的。” 在上述组合中当特称肯定前提是必然的时结论如何不成为必然的,他作为熟知之事略过了;因为通过类似的换位,第二格第三种三段论的小前提在第一格中变为特称肯定的必然前提。通过词项也可以证明,如果选取动物不属于任何运动之物,且出于必然属于某个白色的物(因为属于天鹅);因为运动将不属于某个白色的物,但绝非出于必然。但他转入了第四种组合,其中大前提是全称肯定,小前提是特称否定。在实然前提中,证明不是通过换位而是通过归谬法进行的;但在必然前提中,则是通过外延析取以及选取其所不属于的某物进行的。于是他在这一组合中证明,无论选取哪一个前提为必然的,结论都不会成为必然的;首先,他证明了当全称肯定前提是必然的时,结论如何不成为必然的。他通过列举词项来证明这一点。他自己说,通过相同的词项将证明全称肯定前提为必然时结论是非必然的,即通过在由两个全称前提构成且肯定前提为必然的组合中也曾使用的词项。这些词项是动物、人、白色的物;因为动物出于必然属于每一个人,但断然[实然地]不属于某个白色的物,人也断然不属于某个白色的物。但是,由于这些前提并不真实,正如在全称前提中也不真实一样(因为“动物不属于某个白色的物”不是实然的而是必然的),我们将在其他词项上予以证明。那么,设运动出于必然属于每一个散步之物,而仅仅不属于某个人;于是某个人将不散步,但绝非出于必然。然而,即使作为特称的否定前提被选取为必然的,结论也绝不会是必然的。作为词项,设醒着实然地属于每一个识字者,但出于必然不属于某个人,例如对于睡眠者;然而,某个人不是识字者绝非必然。再次,设动物属于每一个运动之物,动物出于必然不属于某个白色的物;那么运动将不属于某个白色的物,但绝非出于必然。此外,设双足的属于每一个醒着之物,但出于必然不属于某种动物;醒着不属于每一种动物,但绝非出于必然。但是他自己说:“因为仅替换一个项,证明即可通过相同的词项进行”;因为在某些抄本中也附加了这句话,而这将被认为是不合理的。因为在全称前提中的词项是动物、人、白色的物;当前提如此构成时,全称肯定是必然的,但并不是现在所提出的特称否定是必然的。然而,我们也不能把白色的物替换到人所在的位置,从而使动物实然地属于每一个白色的物;因为这也是假的。同样,我们也不能把白色的物替换到Α,人替换到Β,动物替换到Γ,从而使白色的物属于每一个人,且出于必然不属于某种动物;因为第一前提也是假的,而且结论是必然的。造成这一情况的原因是,正如我们通过用运动代替白色的物所指出的那样,即使在全称前提中这些词项也并不真实。

语法注2 条
  1. 2.69ἄν τε ἐπὶ μέρους οὖσα... ἄν τε καθόλου

    相关连词 ἄν τε... ἄν τε...(“无论……还是……”)连接分词 οὖσα(与主语 ἡ καταφατική 一致的阴性单数主格)和 καθόλου,将肯定前提无论是特称的(第三种组合)还是全称的(第四种组合)两种情况作为条件涵盖进来。

  2. 2.71διὰ γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις ἑνὸς μόνου μεταλαμβανομένου

    引用亚里士多德抄本中出现的一处异读。句末的 ἑνὸς μόνου μεταλαμβανομένου 为属格独立结构,意为“在仅替换单独一个[词项]的条件下”。亚历山大怀疑该附加句在逻辑上的合理性,并在后文中对其进行了批判性考察。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:142.18-144.15