← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§144.15-145.20

第二格第四种组合中的析取法与必然性

在说明如何通过替换一个项来修正第二格第四种组合中的表述之后,亚历山大提出了一个难题:为何特称必然否定前提通过外延析取法不能得出必然结论;并分析了亚里士多德在质料上依赖具体反例的论证,以及这与两个前提皆为必然时的情况有何不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.71#2

ὡς οὖν ἐκεῖ ἀντὶ τοῦ λευκοῦ τὸ κινεῖσθαι ἐλάβομεν, οὕτως καὶ ἐνταῦθα εἰ ληφθείη ἀντὶ τοῦ ἀνθρώπου τὸ κινεῖσθαι, τὸ δὲ λευκὸν μείνῃ, ὑγιὲς τὸ εἰρημένον· γίνεται γὰρ ζῷον παντὶ κινουμένῳ ὑπαρχόντως, ζῷον τινὶ λευκῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει (χιόνι γάρ), καὶ τὸ κινεῖσθαι τινὶ λευκῷ, οὐ μὴν ἐξ ἀνάγκης, οὐχ ὑπάρξει. ἑνὸς ἄρα μεταληφθέντος ἐδείχθη. δύναται καὶ τὸ διὰ γὰρ τῶν αὐτῶν ὅρων ἡ ἀπόδειξις εἰρῆσθαι ἀντὶ τοῦ ‘διὰ γὰρ τῶν αὐτῶν ἡ ἀπόδειξις’· πῶς δὲ διὰ τῶν αὐτῶν; διὰ γὰρ ὅρων καὶ τῆς τούτων παραθέσεως. Ἐπιζητήσειε δ’ ἄν τις εὐλόγως ἐν τῇ συζυγίᾳ ταύτῃ, διὰ τί μὴ γίνεται κατ’ αὐτὸν ἀναγκαῖον τὸ συμπέρασμα οὔσης ἀναγκαίας τῆς ἐπὶ μέρους ἀποφατικῆς. εἰ γὰρ διὰ τῆς ἐκθέσεως ἐδείκνυτο γινομένη καθόλου ἀποφατική, ὅτε ἦσαν ἀναγκαῖαι ἀμφότεραι (ὅτε γὰρ ἦν τὸ Α τῷ μὲν Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Γ τινὶ οὐκ ἐξ ἀνάγκης,1 λαμβάνων τι τοῦ Γ, ᾧ οὐχ ὑπῆρχε τὸ Α ἐξ ἀνάγκης, ὃ ἦν τὸ Δ, καθόλου ἀποφατικὴν ἀναγκαίαν ἐποίει τὴν Α Δ, εἶτα ἀντιστρέφων αὐτὴν ἐλάμβανε τὸ Δ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης· ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· καὶ τὸ Δ ἄρα τῷ Β οὐδενὶ ἐξ ἀνάγκης· καὶ τὸ Β ἄρα τῷ Δ ὁμοίως. ἀλλ’ ἐπεὶ τὸ Δ τὶ ἦν τοῦ Γ, τὸ Β ἐδείκνυτο τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχον), εἰ οὖν γίνεται τῇ ἐκθέσει ἡ ἐπὶ μέρους ἀναγκαία ἀποφατικὴ καθόλου ἀναγκαία ἀποφατική,2 ἀντιστραφεισῶν ἀμφοτέρων τῶν προτάσεων γίνεται συζυγία ἐν πρώτῳ σχήματι ἐκ καθόλου ἀποφατικῆς ἀναγκαίας καὶ καθόλου καταφατικῆς ὑπαρχούσης, ἐξ ὧν ἔκειτο ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. τὸ γὰρ Δ οὐδενὶ τῷ Α ἐξ ἀνάγκης, τὸ Α παντὶ τῷ Β ὑπαρχόντως· τὸ Δ ἄρα οὐδενὶ τῷ Β ἐξ ἀνάγκης· εἰ δὲ τοῦτο, καὶ τὸ Β τῷ Δ οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ Δ ἐπεί τι τοῦ Γ ἐστί, καὶ τῷ Γ τινὶ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ Β. ἀλλ’ ἐπὶ τῶν ὅρων ἔδειξε μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα· τὸ γὰρ ζῷον παντὶ μὲν κινουμένῳ, τινὶ δὲ λευκῷ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, καὶ τὸ κινεῖσθαι οὐχ ὑπάρχει μὲν τινὶ λευκῷ, οὐ μὴν ἐξ ἀνάγκης. ὃ καὶ αὐτὸ σημεῖον χρὴ λαμβάνειν τοῦ μὴ γίνεσθαι ἐν τῇ ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης μίξει ἀναγκαῖον τὸ συμπέρασμα κατ’ αὐτόν, ὅπου ἐπὶ ὕλης τὴν ἐξέτασιν ποιεῖται καὶ οὐ προσχρῆται τῷ κατὰ μηδενὸς ἐξ ἀνάγκης, καθ’ ὃ ἡ παραγωγὴ γίνεται·3 εὑρίσκεται γὰρ ὑπάρχον ἀλλ’ οὐκ ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα. καίτοι εἰ ἦν ἀληθῆ τὰ προειρημένα, πάντως καὶ ἐν ταύτῃ τῇ συμπλοκῇ ἀναγκαῖον ἔδει γενέσθαι τὸ συμπέρασμα, καθὼς ἔδειξα. ὅτι γὰρ παρὰ τὸ τὴν ἑτέραν πρότασιν ὑπάρχουσαν εἶναι ὑπάρχον τὸ συμπέρασμα ἐπὶ τῆς ὕλης εὑρίσκεται, δῆλον ἐκ τοῦ ἂν αἱ δύο ἀναγκαῖαι ληφθῶσιν ἐν τῇ συμπλοκῇ ταύτῃ, μηκέθ’ ἡμᾶς δύνασθαι ἐπὶ τῆς ὕλης εὑρεῖν ὑπάρχον τὸ συμπέρασμα. κείσθω γὰρ τὸ ζῷον παντὶ μὲν ἀνθρώπῳ ἐξ ἀνάγκης, τινὶ δὲ λευκῷ ἐξ ἀνάγκης μὴ ὑπαρχέτω, ὡς τῇ χιόνι· καὶ ὁ ἄνθρωπος ἐξ ἀνάγκης τινὶ λευκῷ οὐχ ὑπάρξει, ὡς οὐδὲ τὸ ζῷον· τοῦτο γὰρ ἦν ἐπὶ τοῖς κειμένοις τὸ συμπέρασμα.

因此,正如我们在那里用运动代替白色的物一样,在这里如果用运动代替人而保留白色的物,所说的话也是合理的;因为动物实然地属于每一个运动之物,动物出于必然不属于某个白色的物(因为不属于雪),运动将不属于某个白色的物,但绝非出于必然。因此,替换了一个[项]就得到了证明。并且,“因为通过相同的词项证明得以进行”也可以理解为是用以代替“因为通过相同的事物证明得以进行”;而如何是“通过相同的事物”?即通过词项以及对它们的列举。 然而,人们在这一组合中可以合理地追问,根据他的观点,为什么在特称否定前提是必然的时结论不成为必然的。因为如果当两个前提都是必然的时,通过外延析取证明了它变为全称否定前提(因为当Α出于必然属于每一个Β,但出于必然不属于某个Γ时,通过选取Γ中Α出于必然不属于的某个部分,即Δ,他使Α–Δ成为全称否定的必然前提,然后通过对它进行换位,得出Δ出于必然不属于任何Α;而Α也被假定出于必然属于每一个Β;因此Δ也出于必然不属于任何Β;因此Β同样不属于任何Δ。但是由于Δ是Γ的一部分,Β就被证明出于必然不属于某个Γ)——那么,如果通过外延析取,特称必然否定命题变为全称必然否定命题,在两个前提都换位后,就会在第一格中产生一个由全称否定必然前提和全称肯定实然前提构成的组合,根据先前的设定,由这些前提得出的结论是必然的。因为Δ出于必然不属于任何Α,而Α实然地属于每一个Β;因此Δ出于必然不属于任何Β;如果这样,Β也出于必然不属于任何Δ;而由于Δ是Γ的一部分,Β也出于必然不属于某个Γ。但在具体词项上,他证明了结论并不成为必然的;因为动物属于每一个运动之物,但出于必然不属于某个白色的物,而运动不属于某个白色的物,却绝非出于必然。这本身也必须被视为一个证据:在必然与实然的混合中,凡是在具体质料上进行考察而不同时附加使用“出于必然不属于任何物” ——即推导所依据的原则——的地方,根据他的观点结论都不会成为必然的;因为我们发现所得出的结论是实然的而非必然的。然而,如果先前所说的是真实的,那么正如我所指出的那样,在这一结合中结论也完全应当成为必然的。因为结论在质料上被发现是实然的乃是由于另一前提是实然的,这一点从以下事实中显明:如果在此结合中两个前提都被取为必然的,我们就再也无法在质料上发现结论是实然的。因为设动物出于必然属于每一个人,但出于必然不属于某个白色的物,例如雪;那么人也出于必然不属于某个白色的物,正如动物也不属于一样;因为在已设定的前提下这正是结论。

语法注3 条
  1. 2.71τῷ δὲ Γ τινὶ οὐκ ἐξ ἀνάγκης

    从句法和上下文来看,οὐκ ἐξ ἀνάγκης 在此表示否定命题的必然性(即“出于必然不属于某个Γ”,相当于 ἐξ ἀνάγκης οὐχ ὑπάρχει),而非单纯的非必然性(偶然性)。这由括号内回顾两个前提皆为必然之情况的语境,以及后文平行的 ᾧ οὐχ ὑπῆρχε τὸ Α ἐξ ἀνάγκης 可以证实。

  2. 2.71εἰ οὖν γίνεται τῇ ἐκθέσει ἡ ἐπὶ μέρους ἀναγκαία ἀποφατικὴ καθόλου ἀναγκαία ἀποφατική

    这里的 οὖν 起总结与复接(resumptive)作用,重新接续了在此前长插入句(ὅτε ἦσαν ἀναγκαῖαι... τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχον)之前由 εἰ γὰρ διὰ τῆς ἐκθέσεως ἐδείκνυτο... 引导的条件从句,并引出主句 γίνεται συζυγία ἐν πρώτῳ σχήματι...。

  3. 2.71καθ’ ὃ ἡ παραγωγὴ γίνεται

    关系代词短语 καθ’ ὅ 的先行词是前述短语 τὸ κατὰ μηδενὸς ἐξ ἀνάγκης(“出于必然不属于任何物”,指全称否定必然命题及其推演原则)。παραγωγή 指通过换位并在第一格中所作的推导与演绎。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:144.15-145.20