- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:141.1-142.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大指出亚里士多德在《解释篇》中讨论过的基于假设的必然性,并修正了反例名词项,进而探讨在第二格中小前提为必然肯定、大前提为实然否定时,通过归谬法反驳必然结论的推导过程。
ἅμα δὲ καὶ τὴν τοῦ ἀναγκαίου διαίρεσιν ὅτι καὶ αὐτὸς οἶδεν,1 ἣν οἱ ἑταῖροι αὐτοῦ πεποίηνται, δεδήλωκε διὰ τῆς προσθήκης, ἣν φθάσας ἤδη καὶ ἐν τῷ Περὶ ἑρμηνείας δέδειχεν, ἐν οἷς περὶ τῆς εἰς τὸν μέλλοντα χρόνον λεγομένης ἀντιφάσεως περὶ τῶν καθ’ ἕκαστον εἰρημένων λέγει “τὸ μὲν οὖν εἶναι τὸ ὄν, ὅταν ᾖ, καὶ τὸ μὴ ὂν μὴ εἶναι, ὅταν μὴ ᾖ, ἀνάγκη”. τὸ γὰρ ἐξ ὑποθέσεως ἀναγκαῖον τοιοῦτόν ἐστι. μᾶλλον δ’ ἂν εἴη τὸ εἰρημένον ὑπ’ αὐτοῦ φανερόν, εἰ μεταλάβοιμεν ὅρους ἀληθεστέρους· ἐφ’ ὧν γὰρ αὐτὸς ἐπειράθη δεῖξαι, οὐκ ἦσαν προτάσεις ἀληθεῖς· οὐ γὰρ ἀληθὴς ἡ ‘ζῷον μηδενὶ λευκῷ’· κύκνῳ γὰρ ἐξ ἀνάγκης. ἢ οὖν κινούμενον ἀντὶ τοῦ λευκοῦ θῶμεν ἢ λάβωμεν ἄλλους. ἔστω τοίνυν ἐπὶ μὲν τοῦ Α τὸ ἐγρηγορέναι ἢ τὸ κινεῖσθαι, ἐπὶ δὲ τοῦ Β τὸ βαδίζειν, ἐπὶ δὲ τοῦ Γ ἄνθρωπος. τὸ δὴ ἐγρηγορέναι παντὶ μὲν τῷ βαδίζοντι ἐξ ἀνάγκης ὑπάρχει· ὁμοίως δὲ καὶ τὸ κινεῖσθαι· ἀνθρώπῳ δὲ μηδενὶ ὑπαρχέτω. τὸ δὴ βαδίζειν οὐδενὶ μὲν ἀνθρώπῳ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης ἢ οὐδενὶ ἢ τινί· ἐνδέχεται γὰρ ἄνθρωπον βαδίζειν, ἀλλ’ οὐκ ἐν ᾧ γε ἀληθές ἐστι τὸ ἐγρηγορέναι ἢ τὸ κινεῖσθαι μηδενὶ ἀνθρώπῳ ὑπάρχειν. Εἰ δ’ ἡ ἐλάττων πρότασις εἴη καθόλου καταφατικὴ ἀναγκαία ἡ δὲ μείζων ἀποφατικὴ καθόλου ὑπάρχουσα, ὑποτεθέντος τοῦ συμπεράσματος τοῦ Β Γ ἀναγκαίου εἶναι οὐκέτι δόξει δείκνυσθαι γινόμενον τὸ συμπέρασμα ψεῦδος οὔτε ἐν τῷ πρώτῳ σχήματι οὔτε ἐν τῷ τρίτῳ. ἐν μὲν γὰρ τῷ πρώτῳ, ὅτι δύο ἀποφατικαὶ γίνονται. κεῖται γὰρ τὸ Α μηδενὶ τῷ Β καὶ παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἂν δὴ ληφθῇ ἐπὶ τούτοις συμπέρασμα τὸ Β ἐξ ἀνάγκης οὐδενὶ τῷ Γ καὶ ἀντιστραφῇ, ἔσται καὶ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης· ἔστι δὲ καὶ τὸ Β οὐδενὶ τῷ Α· ἔκειτο γὰρ τὸ Α μηδενὶ τῷ Β· γίνονται δύο ἀποφατικαί, καὶ ἀσυλλόγιστος ἡ συζυγία. ἀλλ’ οὐδ’ ἐν τρίτῳ· γίνεται γὰρ ἡ ἐλάττων ἀποφατικὴ 〈ἡ〉 ‘τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης’, καὶ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης. ἡ πρὸς μὲν τὸ προκείμενον ἀσυλλόγιστος ἡ τοιαύτη συμπλοκή, ὥσπερ καὶ ἡ πρὸ ὀλίγου ῥηθεῖσα, ὅτε ἦν ἡ μείζων τὸ ἀναγκαῖον καταφατικὸν ἔχουσα· συνάγεται μέντοι δι’ αὐτῆς συλλογιστικῶς κατὰ ἀντιστροφὴν τῆς καταφατικῆς προτάσεως τὸ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης μὴ ὑπάρχειν συμπέρασμα,2 ὥσπερ καὶ ἐπ’ ἐκείνης συνήγετο τὸ τὸ Γ τινὶ τῷ Α ἐξ ἀνάγκης μὴ ὑπάρχειν, ὃ ἐδόκει ἀδύνατον εἶναι διὰ τὸ ἐνδέχεσθαι ποτὲ τὸ Γ τῷ Α ὑπάρχειν. τὸ γὰρ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Γ τῷ Α τινὶ ἐξ ἀνάγκης· ἐξ ὧν συνάγεται τὸ Β τινὶ τῷ Α μὴ ὑπάρχειν ἐξ ἀνάγκης. ἀλλὰ μὴν ψεῦδος πάλιν τὸ λέγειν τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης μὴ ὑπάρχειν κειμένου τοῦ Α μηδενὶ τῷ Β ὑπάρχειν ἁπλῶς, ὡς ἐδείχθη πρὸ ὀλίγου· ἐνδέχεται γὰρ τὸ μηδενὶ τῷ Α ὑπάρχον διὰ τὸ ἀντιστρέφειν μὴ ὑπάρχειν οὕτως ὡς ἐνδέχεσθαι αὐτῷ καὶ παντὶ ὑπάρχειν· ὥστε ὑπάρχον τὸ συμπέρασμα ἀλλ’ οὐκ ἀναγκαῖον ἂν εἴη ἔτι. δεικνύοιτο δ’ ἂν τὸ αὐτὸ ψεῦδος καὶ ἐν τῷ δευτέρῳ σχήματι ἀντιστραφεισῶν ἀμφοτέρων τῶν προτάσεων. ἂν γὰρ ληφθῇ τὸ Γ μηδενὶ τῷ Β ἐξ ἀνάγκης καὶ τὸ Γ τινὶ τῷ Α ἐξ ἀνάγκης κατὰ ἀντιστροφὴν τοῦ τε συμπεράσματος καὶ τῆς καταφατικῆς ἀναγκαίας κειμένης προτάσεως, συνάγεται τὸ Β τινὶ τῷ Α μὴ ὑπάρχειν ἐξ ἀνάγκης, ὂν ψεῦδος· ἔκειτο γὰρ ἁπλῶς μὴ ὑπάρχειν ὡς καὶ ὑπάρχειν δύνασθαι. καὶ ἐπὶ τῶν ὅρων δὲ πρόδηλον, ὅτι μηδ’ ἐπὶ ταύτης τῆς συζυγίας ἀναγκαῖον τὸ συμπέρασμα· ζῷον γὰρ οὐδενὶ κινουμένῳ, καὶ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, [καὶ τὸ κινεῖσθαι οὐδενὶ μὲν ἀνθρώπῳ, οὐ μὴν ἐξ ἀνάγκης.
同时,通过这一追加说明,他也表明了他自己知晓他的同伴们所作的必然性的区分;这一区分,他此前在《解释篇》中也已经指出过,在论及针对未来时间的个别断言的矛盾对立时他说:“因此,存在者在存在时存在,非存在者在不存在时不存在,是必然的。”因为基于假设的必然正是如此。但是,如果我们选取更为真实的项,他所说的道理就会更加明显;因为在他试图用以说明的那些项中,前提并不真实;因为“动物不属于任何白色的物”并不是真实的,因为动物出于必然属于天鹅。因此,我们要么把“运动之物”代替“白色的物”,要么选取其他的项。那么,设Α是醒着或运动,Β是散步,Γ是人。于是,醒着出于必然属于每一个散步之物,运动同样也是如此;但设它不属于任何人。于是,散步将不属于任何人,但绝非出于必然不属于任何人或属于某人;因为人散步是可能的,但在醒着或运动不属于任何人这一判断为真实期间,则是不可能的。 然而,如果小前提是全称肯定的必然前提,而大前提是全称否定的实然前提,那么在假设结论ΒΓ是必然的时,无论在第一格中还是在第三格中,就都不再会显得所产生的结论被证明为假了。因为在第一格中,会产生两个否定前提。因为假定Α不属于任何Β,并且出于必然属于每一个Γ;如果在此基础上得出结论“Β出于必然不属于任何Γ”,并且进行换位,那么Γ也将出于必然不属于任何Β;而且Β也不属于任何Α(因为曾假定Α不属于任何Β);于是产生两个否定前提,该组合是不成三段论的。但在第三格中也不能证明;因为小前提变成了否定前提,即“Β出于必然不属于任何Γ”,而Α出于必然属于每一个Γ。就所设定的目标而言,这样的组合是不成三段论的,正如同不久前说过的那个大前提具有必然肯定命题时的组合一样;然而,通过肯定前提的换位,由此在三段论上推导出“Β出于必然不属于某个Α”这一结论,正如在那个例子中推导出“Γ出于必然不属于某个Α”一样,而后者由于Γ有时可能属于Α而被认为是不可能的。因为Β出于必然不属于任何Γ,而Γ出于必然属于某个Α;从这些前提中推导出Β出于必然不属于某个Α。然而,当假定Α实然地不属于任何Β时,再次说“Β出于必然不属于某个Α”是假的,正如不久前所证明的那样;因为通过换位而不属于任何Α的项,有可能以其亦可能属于其全部的方式而不属于它;因此,结论将是实然的,而不再是必然的。如果将两个前提都进行换位,在第二格中也可以证明同样的假。因为如果通过结论和所设定的必然肯定前提两者的换位,选取“Γ出于必然不属于任何Β”和“Γ出于必然属于某个Α”,就会推导出“Β出于必然不属于某个Α”,这是假的;因为曾假定它实然地不属于任何项,以至于其亦能够属于它。在名词项的例子上也显而易见,即使在这一组合中结论也不是必然的;因为动物不属于任何运动之物,并且出于必然属于每一个人,[并且运动不属于任何人,但绝非出于必然。
- 2.68τὴν τοῦ ἀναγκαίου διαίρεσιν ὅτι καὶ αὐτὸς οἶδεν
先行先取构文(prolepsis)。在语法上充当从属从句中动词 οἶδεν 宾语的短语“必然性的区分”(τὴν τοῦ ἀναγκαίου διαίρεσιν),作为宾格提前置于连词 ὅτι 之前。
- 2.68τὸ τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης μὴ ὑπάρχειν συμπέρασμα
双重定冠词的名词化与同位语结构。外层的冠词 τὸ 修饰句末的名词 συμπέρασμα(结论),内层的冠词 τὸ 则将不定式短语“Β出于必然不属于某一个Α”整体名词化,该不定式短语充当同位语,用以说明 συμπέρασμα 的具体内容。
