- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:139.27-140.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德通过列举名词项证明第二格前提混合中的结论并非无条件必然的论述(30b31),并结合对某些注疏家的批评,论证了亚里士多德所说的“必然结论”指的是无条件的必然,而非带有附加限定的必然。
" Ἔτι κἂν ὅρους ἐκθέμενον εἴη δεῖξαι,1 ὅτι τὸ συμπέρασμα οὐκ ἔστιν ἀναγκαῖον ἁπλῶς ἀλλὰ τούτων ὄντων ἀναγκαῖον.2" Ὅτι τῆς τοιαύτης οὔσης συμπλοκῆς οὐκ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, καὶ τῇ τῶν ὅρων παραθέσει δείκνυσιν. ἂν γὰρ ᾖ τὸ μὲν Α ζῷον τὸ δὲ Β ἄνθρωπος τὸ δὲ Γ λευκόν, τὸ Α, ὅ ἐστι ζῷον, παντὶ μὲν ἐξ ἀνάγκης τῷ Β, ὅ ἐστιν ἄνθρωπος, οὐδενὶ δὲ τῷ Γ, ὅ ἐστι λευκόν, ὑπάρξει ἁπλῶς· ὃ μετὰ παραμυθίας ἔθηκεν εἰπὼν ἐνδέχεται γὰρ τὸ ζῷον μηδενὶ λευκῷ ὑπάρχειν· κἂν γὰρ τοῦτο μὴ τοιοῦτον ᾖ, ἀλλὰ ἄλλο τι τοιοῦτον ληφθήσεται· ὁ δὴ ἄνθρωπος οὐδενὶ μὲν λευκῷ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης. δηλῶν δὲ τό τε οὐκ ἐξ ἀνάγκης, καὶ τί σημαίνει ἡ πρότασις ἡ λέγουσα ἄνθρωπον οὐδενὶ λευκῷ, ἐπήνεγκεν ἐνδέχεται γὰρ ἄνθρωπον γενέσθαι λευκόν. ὁ γὰρ λέγων ἄνθρωπον μηδενὶ λευκῷ λέγει ‘οὐδὲν λευκὸν ἄνθρωπος’, ὃ ἴσον δύναται τῷ ‘οὐδεὶς ἄνθρωπος λευκός’. ἀλλὰ καὶ εἰ ἀληθὴς εἴη ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος λευκός’, οὐκ ἤδη καὶ ἐξ ἀνάγκης ἔσται τις ἄνθρωπος οὐ λευκός· μέχρι γὰρ οὗ τὸ ζῷον μὴ ὑπάρχει τῷ λευκῷ, μέχρι τότε οὐδὲ ἄνθρωπος ἔσται λευκός, οὐ μὴν ἀεὶ οὐδὲ ἐξ ἀνάγκης. Διὰ δὲ τοῦ εἰπεῖν οὐ μέντοι ἕως ἂν ζῷον μηδενὶ λευκῷ ὑπάρχῃ, ὥστε τούτων μὲν ὄντων ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, ἁπλῶς δ’ οὐκ ἀναγκαῖον, διὰ δὴ ταύτης τῆς προσθήκης ἐδήλωσεν, ὅτι ἐν ταῖς μίξεσιν, ὅταν ἀναγκαῖον λέγῃ γίνεσθαι τὸ συμπέρασμα, τὸ ἁπλῶς ἀναγκαῖον λέγει καὶ οὐ τὸ μετὰ διορισμοῦ,3 ὅ τινες τῶν ἐξηγουμένων τὸν περὶ τῆς μίξεως τῶν προτάσεων τόπον βοηθεῖν οἰόμενοι τῇ δόξῃ αὐτοῦ λέγουσι φάσκοντες οὐ τὸ ἁπλῶς ἀναγκαῖον συνάγεσθαι λέγειν αὐτὸν ἀλλὰ τὸ μετὰ διορισμοῦ. λέγουσι γάρ, ὅταν τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης καὶ ἄνθρωπος, ὡς ἐν πρώτῳ σχήματι, παντὶ κινουμένῳ ἢ περιπατοῦντι, γίνεσθαι τὸ συμπέρασμα τὸ μετὰ διορισμοῦ ἀναγκαῖον· ζῷον γὰρ παντὶ περιπατοῦντι ἢ κινουμένῳ, ἔστ’ ἂν ὁ μέσος ὑπάρχῃ αὐτῷ, τοῦτ’ ἔστιν ἄνθρωπος. οὐκέτι γὰρ τῆς ἐλάττονος ἀναγκαίας οὔσης γίνεσθαι τοιοῦτον τὸ συμπέρασμα· οὐ γὰρ εἰ τὸ κινεῖσθαι παντὶ ζῴῳ, καὶ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ ἀνθρώπῳ, ἕως ἂν αὐτῷ τὸ ζῷον ὑπάρχῃ (ψεῦδος γὰρ τοῦτο), ἀλλ’ ἕως δὴ παντὶ ζῴῳ τὸ κινεῖσθαι. ὅτι δὲ τὸ συμπέρασμα μηδὲ οὕτως ἀναγκαῖον εἶναι βούλεται, δεδήλωκεν αὐτὸς δείξας τοιοῦτον μὲν καὶ οὕτως ἀναγκαῖον συμπέρασμα γινόμενον ἐν δευτέρῳ σχήματι, 〈εἰ〉 ἡ καταφατική, εἴτε ἡ 〈μείζων εἴτε ἡ〉 ἐλάττων, ἐστὶν ἀναγκαία,4 μὴ λέγων δὲ ἐν τῇ τοιαύτῃ μίξει ἀναγκαῖον ἁπλῶς γίνεσθαι τὸ συμπέρασμα. ἢ εἰ καὶ τοῦτο ἔλεγεν ἀναγκαῖον ὅμοιον ἐκείνῳ, κἀκείνῳ ἂν προσετίθει τὸ μὴ ἁπλῶς αὐτὸ ἀναγκαῖον γίνεσθαι ἀλλὰ τὸ μετὰ διορισμοῦ, ὡς καὶ ἐπὶ τούτου.
“此外,通过列举名词项,也可以证明结论并非无条件地必然,而是在这些情况存在时是必然的。” 在这样的组合中结论并不成为必然的,他通过列举名词项也证明了这一点。因为如果Α是动物,Β是人,Γ是白色的物,那么作为动物的Α将出于必然属于作为人的每一个Β,但单纯地[实然地]不属于作为白色之物的任何Γ;他带着辩解设定了这一前提,说“因为动物可能不属于任何白色的物”;因为即使这个例子不是如此,也可以选取另外某个这样的项。于是,人将不属于任何白色的物,但绝非出于必然。为了指明它并非出于必然,以及指明断言“人不属于任何白色的物”这一命题意味着什么,他接着说:“因为人可能变白。”因为说“人不属于任何白色的物”的人是在说“没有任何白色的物是人”,这等同于“没有人是白色的”。但是,即使断言“没有人是白色的”〔这一命题〕是真实的,也并不立刻就有某个人出于必然不是白色的;因为只要动物不属于白色的物,直到那时人也不会是白色的,然而绝非始终如此,也非出于必然。 通过说“然而只要动物不属于任何白色的物〔人〕就不〔可能变白〕,以至于在这些情况存在时结论是必然的,但无条件地却不是必然的”,正是通过这一追加说明,他表明在前提的混合中,每当他说结论成为必然的时,他指的是无条件的必然,而非带有附加限定的必然——这正是某些诠释关于前提混合这一论题的人自以为是在维护他的观点而说的,他们声称他说的不是得出无条件必然的结论,而是带有附加限定的必然结论。因为他们说,当动物出于必然属于每一个人类,而人类如在第一格中那样属于每一个运动之物或散步之物时,所产生的结论乃是带有附加限定的必然;因为只要中项(即人类)属于散步之物或运动之物,动物就属于每一个散步之物或运动之物。因为当小前提是必然的时,结论就不再是这样的了;因为并不是说如果运动属于每一个动物,并且动物出于必然属于每一个人类,运动也就只要动物属于人类就出于必然属于每一个人类(因为这是假的),而是只要运动属于每一个动物就如此。但他甚至不希望结论以这种方式成为必然,这一点他自己已经表明,因为他指出在第二格中,如果肯定前提(无论大前提还是小前提)是必然的,就会产生此类且以此种方式成为必然的结论,但他并没有说在此类混合中结论成为无条件的必然。或者,如果他也把这一个结论说成是如同那一个结论那样必然,他就会像在此处一样,对那一个结论也加上:它不是无条件地成为必然,而是带有附加限定地成为必然。
- 2.68κἂν ὅρους ἐκθέμενον εἴη δεῖξαι
由 ἄν 与祈愿语气 εἴη 构成的表潜在意义的结构,支配不定式 δεῖξαι。宾格分词 ἐκθέμενον 充当不定式 δεῖξαι 的逻辑主语(泛指人称):“人们列举名词项之后亦可证明”。
- 2.68τούτων ὄντων ἀναγκαῖον
独立属格 τούτων ὄντων 表达时间性或条件性的限定(“当这些[前提/条件]存在时”),与 ἁπλῶς(“无条件地、单纯地”)形成对照。
- 2.68τὸ μετὰ διορισμοῦ
与 τὸ ἁπλῶς ἀναγκαῖον 相对照的逻辑术语。它用作名词性短语,指伴随附加限定或条件的必然性(即在主项与谓项的关系保持不变的前提下的条件必然性)。
- 2.68〈εἰ〉 ἡ καταφατική, εἴτε ἡ 〈μείζων εἴτε ἡ〉 ἐλάττων, ἐστὶν ἀναγκαία
此句包含校订文本的补文。由 εἰ 引导的条件从句内嵌了析取结构 εἴτε... εἴτε...(“如果肯定前提——无论大前提还是小前提——是必然的”),涵盖了第二格中必然肯定前提所在的两种可能情况。
