- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:13.4-14.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大从推论生成的角度阐释了亚里士多德将辩证前提称为“矛盾命题的提问”的本意,梳理了前提共同定义的适用范围,并总结了推论前提、证明前提、辩证前提(及诡辩前提)的差额与亚里士多德逻辑学各论著的先后次序。
ἐρώτησιν δὲ ἀντιφάσεως εἶπε τὴν διαλεκτικὴν πρότασιν νῦν ἀντὶ τοῦ ‘δι’ ἐρωτήσεως ἀντιφάσεως λαμβανομένην’,1 ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου τοῦ οὐδὲν δὲ διοίσει· οὐδὲ γὰρ ὁ ἐρωτῶν διὰ τῆς ἐρωτήσεως συλλογίζεται ἀλλὰ διὰ τοῦ ληφθέντος διὰ τῆς ἐρωτήσεως. ὑποθέσεις δὲ τῶν ἀποδείξεων αἱ ἀρχαί, ὅτι οὐκ ἔστιν ἀπόδειξις τῶν τοιούτων προτάσεων καὶ τῶν ἀρχῶν, ἀλλ’ ὡς ἐναργεῖς καὶ αὐτόθεν γνώριμοι τίθενται ἢ ὡς τοῖς τοιούτοις ἑπόμεναι· τὸ δὲ μὴ δι’ ἀποδείξεως λαμβανόμενον ὑπόθεσίν τε καὶ ὑποτίθεσθαι καλοῦσι καὶ κοινότερον ἔτι θέσιν. ἐκ τούτων δὴ τὴν ἀπόδειξιν ποιεῖται. εἰπὼν δὲ τὴν κατὰ χρῆσιν διαφορὰν αὐτῶν προστίθησιν ἐφεξῆς καὶ τὴν κατὰ τὴν ὕλην, πρῶτον δείξας, ὅτι κοινὸς ὁ ἀποδεδομένος προτάσεως λόγος καὶ ἐφαρμόζων καὶ τῇ ἀποδεικτικῇ καὶ τῇ διαλεκτικῇ, ὅταν εἰς συλλογισμοῦ γένεσιν λαμβάνηται, εἰπὼν οὐδὲν δὲ διοίσει πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν· καὶ γὰρ ὁ ἀποδεικνύων καὶ ὁ ἐρωτῶν συλλογίζεται λαβών τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὃς ἦν ἀποδεδομένος προτάσεως λόγος· καὶ γὰρ εἰ ὁ τρόπος τῆς λήψεως αὐτῶν διάφορος, ἀλλὰ τά γε λαμβανόμενα κατὰ τὸν τῆς προτάσεως κοινωνεῖ λόγον. τῇ λαμβανομένῃ οὖν διαλεκτικῇ προτάσει ὁ εἰρημένος κοινὸς τῆς προτάσεως λόγος ἐφαρμόζει, οὐ τῇ ἐρωτωμένῃ· καὶ γὰρ τῇ ἀποδεικτικῶς ληφθείσῃ καὶ τῇ διαλεκτικῶς κοινὸν τὸ κατάφασιν ἢ ἀπόφασιν εἶναί τινος κατά τινος, ᾗ προτάσει πρὸς τὸν κοινῶς καὶ ἁπλῶς συλλογισμὸν χρώμεθα· τὸ γὰρ καταφατικόν τε καὶ ἀποφατικὸν αὐτῶν πρὸς συλλογισμὸν χρήσιμον. Ἐδήλωσε δὲ ἡμῖν διὰ τῆς λέξεως ταύτης, ὅπως καὶ ἐπὶ τῆς ἀποφάσεως τὸ κατά τινος ἁρμόζει, εἰπὼν τὸ κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν. καὶ προσθεὶς δὲ τοῖς ἑξῆς τὸν προειρημένον τρόπον τοῦτο δηλοῦν ἔοικεν, ὅτι κοινόν ἐστι τὸ κατά τινος. ἢ τὸ τὸν προειρημένον τρόπον δηλωτικόν ἐστι τοῦ καθόλου ἢ ἐν μέρει ἢ ἀδιορίστως. ποιεῖται δέ τινα καὶ τῆς διαλεκτικῆς προτάσεως διαίρεσιν· ἄλλην μὲν γάρ φησιν εἶναι τὴν πυνθανομένου καὶ ἐρωτῶντος (ἐρώτησιν γὰρ ἀντιφάσεως), ἥτις ἐστὶν ἐν τῇ παρ’ ἄλλου αἰτήσει, ἥτις οὐδέπω λόγος ἀποφαντικὸς οὐδὲ κατάφασις ἢ ἀπόφασις, ἄλλην δὲ τοῦ συλλογιζομένου, ἣ καὶ μέρος ἐστὶ τοῦ συλλογισμοῦ γινομένου, ἥτις ἐστὶν ἀπὸ τῆς ὕλης· ἡ γὰρ ἐρώτησις τῆς ἀντιφάσεως οὐκ ἔστι συλλογισμοῦ μέρος. τί δὲ τὸ φαινόμενόν τε καὶ ἔνδοξον, εἴρηκεν ἐν τοῖς Τοπικοῖς.
他现在把辩证前提称为“矛盾命题的提问”,是用来代指“通过矛盾命题的提问而被选取的[命题]”,正如从紧接着的“然而不会有任何差别”中所清楚表明的那样;因为即便提问者也不是通过提问本身进行推论,而是通过凭借提问而被选取的东西进行推论。证明的假设即是诸原理,因为对于这类前提和原理并没有证明,而是作为显明且自知之物,或者作为随从于此类事物之物而被设定的;而人们将不通过证明而被选取的东西称为假设以及作假设,更通常地还称为立论。他正是从这些出发来进行证明的。在陈述了它们在使用上的差异之后,他紧接着也补充了质料上的差异,首先表明已被给出的前提定义是共同的,且当被用于推论的生成时,既适用于证明前提也适用于辩证前提,并说“然而对于各自推论的生成不会有任何差别”;因为无论证明者还是提问者,都是在选取了某事物属于或不属于某事物之后进行推论的,而这正是已被给出的前提定义;因为即便它们选取的模式不同,但所选取之物至少在前提的定义上是相通的。因此,所陈述的前提共同定义适用于被选取的辩证前提,而不适用于被提问的前提;因为对于以证明方式被选取的[前提]和以辩证方式被选取的[前提]而言,作为某事物关于某事物的肯定或否定是共同的,而我们正是将这一前提用于一般和单纯的推论;因为它们的肯定性与否定性对推论是有用的。他也通过这句文辞向我们表明了“关于某事物”如何也适用于否定,即通过说“属于或不属于某事物”。而在后文中补充“依前述方式”,似乎也是要表明这一点:即“关于某事物”是共同的。或者,“依前述方式”是用来表示“普遍地、特称地或不定称地”。此外,他也对辩证前提作了某种区分;因为他说询问与提问者的[前提]是一回事(即矛盾命题的提问),它存在于向他人的请求中,甚至还不是断言性的命题,也不是肯定或否定;而进行推论者的[前提]则是另一回事,它也是正在生成的推论的一部分,是由质料构成的;因为矛盾命题的提问并非推论的一部分。至于何谓表象的和广受承认的,他在《论题篇》中已经说明了。
"Τί μὲν οὖν ἐστι πρότασις, καὶ τίνι διαφέρει συλλογιστικὴ καὶ ἀποδεικτικὴ καὶ διαλεκτική." Εἴρηκεν, ὅτι ἡ μὲν πρότασίς ἐστι λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος, καὶ οὗτος ὁ λόγος εἴη ἂν τῆς συλλογιστικῆς προτάσεως. ἡ δὲ ἀποδεικτικὴ πρότασίς ἐστιν, ὡς μὲν ἐνθάδε εἴρηκεν, ἀληθὴς καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ὡς δὲ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, ἡ ἀληθὴς καὶ ἄμεσος καὶ πρώτη καὶ γνωριμωτέρα καὶ αἰτία τοῦ συμπεράσματος· ἡ δὲ διαλεκτικὴ πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου. εἴη δ’ ἂν καὶ σοφιστική, ἧς οὐκ ἐμνημόνευσε νῦν, λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· ἡ γὰρ ἐπιπόλαιον τὸ πιθανὸν καὶ εὐφωρατότερον ἔχουσα σοφιστικὴ πρότασίς ἐστι. δι’ ἀκριβείας δὲ περὶ αὐτῶν λέγει, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς Τοπικοῖς, περὶ δὲ τῆς σοφιστικῆς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ἃ πάντα ἕπεται τῇ κοινῇ περὶ συλλογισμῶν πραγματείᾳ. καὶ εἴη ἂν διὰ τοῦ εἰπεῖν ἐν τοῖς ἑπομένοις ῥηθήσεται, ὅτι πρῶτα τῇ τάξει ταῦτα τὰ βιβλία ἐκείνων τῶν πραγματειῶν, δεδηλωκώς.2
“因此,前提是什么,以及推论前提、证明前提和辩证前提在何处相异[已被说明]。” 他已经说明,前提是某事物关于某事物的肯定或否定命题,而这一定是推论前提的定义。至于证明前提,正如他在此处所说的,是真的且通过最初的假设被领会的;而正如在《后分析篇》中所说的,是真的、直接的、在先的、更为已知的,且是结论的原因。至于辩证前提,对于询问者而言是矛盾命题的提问,而对于推论者而言则是选取表象的和广受承认之物。即使是他现在未曾提及的诡辩前提,大概也是对表象的和广受承认之物的选取;因为具有浮浅且更易被识破的盖然性的前提就是诡辩前提。关于它们,他在《后分析篇》中精确地论述了证明前提,在《论题篇》中论述了辩证前提,在《辩谬篇》中论述了诡辩前提,所有这些都后继于关于推论的共同论著。而通过说“在随后的篇章中将会讨论”,他应当已经表明了在次序上这些卷册先于那些专门论著。
- 1.4ἀντὶ τοῦ ‘δι’ ἐρωτήσεως ἀντιφάσεως λαμβανομένην’
介词 ἀντί 与中性单数属格冠词 τοῦ 结合,统领一个带有被动分词 λαμβανομένην 的宾格引用句。它在句法上表示语词的代用(“用以代替‘通过矛盾命题的提问而被选取的’”),并呼应前文主句中表示名称的宾格 ἐρώτησιν。
- 1.5καὶ εἴη ἂν διὰ τοῦ εἰπεῖν ἐν τοῖς ἑπομένοις ῥηθήσεται, ὅτι πρῶτα τῇ τάξει ταῦτα τὰ βιβλία ἐκείνων τῶν πραγματειῶν, δεδηλωκώς
句子的核心骨架是由祈愿语气动词 εἴη ἂν 与完成时主动分词 δεδηλωκώς 构成的迂说法(periphrasis),用以表达一种确信的推断(“应当已经表明了”)。表示手段的介词短语 διὰ τοῦ εἰπεῖν 附带着引用句 ‘ἐν τοῖς ἑπομένοις ῥηθήσεται’,分词 δεδηλωκώς 随后统领 ὅτι 从句作为其宾语。全句的省略主语从上下文看是亚里士多德。
