- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:138.3-139.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明在第二格中当大前提为必然全称肯定而小前提为实然全称否定时,结论不能是必然的;他通过得出假结论的反证法、具体例证(动物、运动之物)以及归谬法详细证明了这一点。
" Ἔτι εἰ τὸ συμπέρασμά ἐστιν ἀναγκαῖον, συμβαίνει τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχειν ἐξ ἀνάγκης." Οὐ μόνον τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ τὴν συμπλοκὴν τὴν ἐν δευτέρῳ σχήματι τὴν ἔχουσαν τὴν καθόλου καταφατικὴν ἀναγκαίαν ὑπάρχουσαν δὲ τὴν καθόλου ἀποφατικὴν δείκνυσι μὴ ἀναγκαῖον συνάγουσαν ἀλλὰ καὶ τῷ εἰ ὑποτεθείη ἀναγκαῖον εἶναι τὸ συμπέρασμα,1 ψεῦδός τι συνάγεσθαι, ὡς ἔδειξε καὶ ἐν τῷ πρώτῳ σχήματι, ὅτε ἡ ἐλάττων ἦν καθόλου καταφατικὴ ἀναγκαία. κείσθω γὰρ ἡ συζυγία, καὶ τὸ Α παντὶ μὲν τῷ Β ἐξ ἀνάγκης ὑπαρχέτω, τῷ δὲ Γ μηδενὶ ὑπαρχέτω μόνον. ἂν δὴ συνάγεσθαί τις λέγῃ τὸ Β ἐξ ἀνάγκης μηδενὶ τῷ Γ, ἔσται καὶ τὸ Γ ἐξ ἀνάγκης οὐδενὶ τῷ Β· ἀντιστρέφει γάρ· ἀλλ’ ἐπεὶ ἔκειτο καὶ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, καὶ τὸ Β τινὶ τῶν Α ἐξ ἀνάγκης ὑπάρξει· ἐξ ὧν ἐν τῷ πρώτῳ σχήματι ἐκ δύο ἀναγκαίων, τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικῆς, ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον συναχθήσεται τὸ τὸ Γ τινὶ τῷ Α ἐξ ἀνάγκης μὴ ὑπάρχειν. ὃ ψεῦδος εἶναί φησι διὰ τὸ μηδὲν κωλύειν, ὅτε τὸ Α κεῖται μηδενὶ τῷ Γ ὑπάρχειν,2 τότε τοιοῦτον εἶναι τὸ Α, ὡς εἰ καὶ μηδενὶ αὐτῷ ὑπάρχει τὸ Γ, διὰ τὸ κεῖσθαι μὲν τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν ἀντιστρέφειν δὲ τὴν καθόλου ἀποφατικὴν ἑαυτῇ, ἀλλ’ οὖν δύνασθαι αὐτῷ καὶ παντὶ ὑπάρχειν· οὐ γὰρ κεκώλυται ἀληθὴς εἶναι ἡ ἀπόφασις ἡ λέγουσα τὸ Γ οὐδενὶ τῷ Α ὑπάρχειν, εἰ ἐνδέχοιτο αὐτῷ παντὶ ὑπάρξαι. ὅταν δὴ οὕτως εἰλημμένης τῆς ἀποφατικῆς τῆς ‘τὸ Α μηδενὶ ὑπάρχει τῷ Γ’ ὡς καὶ τοῦ Α παντὶ αὐτῷ ἐνδεχομένου τῷ Γ καὶ τοῦ Γ παντὶ τῷ Α ὑπάρχειν συναχθῇ τὸ Γ τινὶ ἐξ ἀνάγκης μὴ ὑπάρχειν τῷ Α, ψεῦδος ἔσται τὸ συναγόμενον· ὥστε ὑποτεθέντος τοῦ συμπεράσματος ἀναγκαίου γίνεσθαι ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ ψεῦδός τι ἠκολούθησε. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις· οὐ γὰρ οἷόν τε ἐξ ἀληθῶν ψεῦδός τι συνάγεσθαι. Παρέθετο δὲ καὶ ὅρους, ἐφ’ ὧν ἐνδέχεται τὴν καθόλου ἀποφατικὴν ἀληθῆ εἶναι ἐνδεχομένου καὶ παντὶ ὑπάρχειν τῷ ὑποκειμένῳ τοῦ ἀποφασκομένου ἀληθῶς. ἂν γὰρ ᾖ τὸ μὲν Α ζῷον τὸ δὲ Γ κινούμενον, ἐγχωρεῖ τὸ Α, τοῦτ’ ἔστι τὸ ζῷον, μηδενὶ κινουμένῳ ὑπάρχειν· οὐ μὴν διὰ τοῦτο κεκώλυται αὐτῷ ἐνδέχεσθαι καὶ παντὶ ὑπάρξαι. ὁμοίως καὶ τὸ κινούμενον κἂν μηδενὶ ζῴῳ ὑπάρχῃ, ἀλλὰ καὶ παντὶ αὐτῷ ἐνδέχεται ὑπάρχειν· τὸ κινεῖσθαι γὰρ οὐδενὶ ζῴῳ δυνατόν, τοῦτ’ ἔστι τὸ Γ τῷ Α, διὰ τὸ ἀντιστρέφειν τὸ καθόλου ἀποφατικόν· οὐ μὴν ἀλλὰ καὶ παντὶ αὐτῷ ἐνδέχεται. καὶ γὰρ εἰ μὴ τὸ ζῷον συγχωροῖ τις παντὶ κινουμένῳ δύνασθαι ὑπάρχειν, ἀλλὰ κἂν τὸ κινεῖσθαί γε παντὶ ζῴῳ συγχωρήσειεν ἐνδέχεσθαι ὑπάρχειν. ὥστε εἰ ἐνδέχεται ἐπὶ τινῶν οὕτως, ὁ δὲ ἀποφατικὸν ἐπὶ μέρους ἀναγκαῖον ποιήσας τὸ συμπέρασμα ἀναιρεῖ τοῦτο (ἐξ ἀνάγκης γὰρ δείκνυσι τινὶ μὴ ὑπάρχον, ὃ ἔκειτο ἁπλῶς μηδενὶ ὑπάρχον), ἐλέγχοιτ’ ἂν ὡς οὐχ ὑγιῶς λαμβάνων ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα ἐπὶ τῇ τοιαύτῃ τῶν προτάσεων μίξει τε καὶ συμπλοκῇ. Ὅτι τῆς τοιαύτης οὔσης συμπλοκῆς οὐκ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, δείκνυται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. εἰ γὰρ ὑπάρχοντος μὲν τιθεμένου γίνεσθαι τοῦ συμπεράσματος καὶ τοῦ ἀντικειμένου τῷ ὑπάρχοντι ὑποτιθεμένου ἀδύνατον ἕπεται, εἰ δ’ ἀναγκαῖον ὑποτεθείη γίνεσθαι, οὐδὲν δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀδύνατον, δῆλον, ὡς ὑπάρχον ἂν δεικνύοιτο ἀλλ’ οὐκ ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα. κείσθω γὰρ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης, τῷ δὲ Γ μηδενί· λέγω, ὅτι τὸ Β τῷ Γ οὐδενὶ ὑπάρξει. εἰ γὰρ μή, τινὶ ὑπάρχει· ἀλλὰ καὶ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης· τὸ Α ἄρα τινὶ τῷ Γ ἐξ ἀνάγκης, ὃ ἀδύνατον· ἔκειτο γὰρ μηδενὶ αὐτῷ ὑπάρχειν. εἰ δὲ λέγοι τις ἐπὶ τῇ κειμένῃ συζυγίᾳ ἀναγκαῖον ἀποφατικὸν καθόλου συνάγεσθαι καὶ τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, ἂν λάβωμεν τὸ ἀντικείμενον τούτου, ὅ ἐστιν ἐνδέχεσθαι τὸ Β τινὶ τῷ Γ, καὶ προσλάβωμεν τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, ἔσται τὸ συμπέρασμα τὸ Α τινὶ τῷ Γ ἐνδέχεσθαι, ὃ οὐκ ἔστιν ἀδύνατον· οὐ γὰρ ἀδύνατον τὸ μηδενὶ ὑπάρχον τινὶ αὐτῷ ἐνδέχεσθαι ὑπάρχειν.
“此外,如果结论是必然的,就会得出Γ出于必然不属于某个Α。” 他指明在第二格中全称肯定前提为必然、全称否定前提为实然的组合并不能得出必然的结论,不仅是通过还原到第一格,而且也是通过如果假定结论是必然的就会得出某种假结论这一事实,正如他在第一格中小前提是全称肯定且必然时所证明的那样。因为设这一组合已经给出,并且Α出于必然属于每一个Β,但仅仅不属于任何Γ。那么,如果有人主张得出了Β出于必然不属于任何Γ,那么Γ也将出于必然不属于任何Β;因为这是可换位的;但既然先前设定了Α也出于必然属于每一个Β,那么Β也将出于必然属于某些Α;由这两个前提在第一格中由两个必然前提(大前提为全称否定,小前提为特称肯定),将得出一个特称否定的必然结论,即Γ出于必然不属于某个Α。他说这是假的,因为没有什么能阻止:当设定Α不属于任何Γ时,此时Α乃是这样的一种东西,以致即便Γ不属于任何Α——因为设定了Α不属于任何Γ,且全称否定前提与其自身可换位——然而它仍然能够属于它的全部;因为如果它有可能属于它的全部,断言“Γ不属于任何Α”的否定命题并不妨碍其为真。因此,当“Α不属于任何Γ”这一否定前提被这样理解,即Α可能属于每一个Γ且Γ可能属于每一个Α时,若得出“Γ出于必然不属于某个Α”,所得出的结论就将是假的;以至于在所给出的组合中假定结论成为必然时,随之得出了某种假结论。因此,这一假定也是假的;因为从真的前提中不可能得出某种假结论。 他也给出了名词项,在这些项上全称否定命题可能为真,同时被真正否定之物也可能属于主词的全部。因为如果Α是动物,Γ是运动之物,那么Α(即动物)就有可能不属于任何运动之物;但这并不妨碍它也可能属于它的全部。同样,运动之物即使不属于任何动物,但也可能属于它的全部;因为由于全称否定命题可换位,运动不属于任何动物(即Γ不属于Α)是可能的,不仅如此,它属于它的全部也是可能的。因为即使有人不承认动物能属于每一个运动之物,但至少他会承认运动可能属于每一个动物。所以,如果在某些情况下可能是这样,而把结论作为特称否定必然命题的人取消了这一点(因为他证明了那原本被设定为单纯不属于任何事物的东西,出于必然不属于某物),那么他就将被驳斥为不合逻辑地设定了在此类前提的混合与组合中结论成为必然的。 在此类组合中结论不成为必然的,也可以通过归谬法予以证明。因为如果在设定结论作为实然产生并且假定与该实然命题相对立的命题时,随之得出了不可能的后果,而如果假定结论作为必然产生,通过归谬法却指明不出任何不可能的后果,那么显而易见,结论将被证明是作为实然产生,而非作为必然产生。因为设Α出于必然属于每一个Β,而不属于任何Γ;我说Β将不属于任何Γ。因为如果不是这样,它就属于某个[Γ];但Α也出于必然属于每一个Β;因此Α出于必然属于某个Γ,这是不可能的;因为设定了它不属于它的任何一个。但是,如果有人在给出的组合中主张得出一个全称否定的必然结论,即Β出于必然不属于任何Γ,如果我们取它的对立命题(即Β可能属于某个Γ),并追加“Α出于必然属于每一个Β”,结论将是“Α可能属于某个Γ”,而这并不是不可能的;因为不属于任何事物之物,可能属于它的某个事物,这并不是不可能的。
- 2.67εἰ γὰρ ὑπάρχοντος μὲν τιθεμένου γίνεσθαι τοῦ συμπεράσματος καὶ τοῦ ἀντικειμένου τῷ ὑπάρχοντι ὑποτιθεμένου ἀδύνατον ἕπεται, εἰ δ’ ἀναγκαῖον ὑποτεθείη γίνεσθαι, οὐδὲν δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀδύνατον, δῆλον, ὡς ὑπάρχον ἂν δεικνύοιτο ἀλλ’ οὐκ ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα.
主句是 δῆλον, ὡς...(……是显而易见的),其前面并列了两个形成对比的条件从句(εἰ... ἕπεται 与 εἰ δ’... οὐδὲν δείκνυται)。在第一个条件从句中嵌套了两组独立属格结构(ὑπάρχοντος... τιθεμένου 以及 τοῦ ἀντικειμένου... ὑποτιθεμένου),而第二个从句则使用了祈愿语气 ὑποτεθείη 来表示假设前提。
- 2.67διὰ τὸ μηδὲν κωλύειν, ὅτε τὸ Α κεῖται μηδενὶ τῷ Γ ὑπάρχειν, τότε τοιοῦτον εἶναι τὸ Α, ὡς εἰ καὶ μηδενὶ αὐτῷ ὑπάρχει τὸ Γ, διὰ τὸ κεῖσθαι μὲν τὸ Α τῷ Γ μηδενὶ ὑπάρχειν ἀντιστρέφειν δὲ τὴν καθόλου ἀποφατικὴν ἑαυτῇ, ἀλλ’ οὖν δύνασθαι αὐτῷ καὶ παντὶ ὑπάρχειν
带冠词不定式 διὰ τὸ μηδὲν κωλύειν(因为没有什么能妨碍……)后接不定式结构 τότε τοιοῦτον εἶναι τὸ Α,随后以 ὡς 引导的结果/方式从句对 τοιοῦτον 进行阐述。在从句内部,让步从句 εἰ καὶ μηδενὶ αὐτῷ ὑπάρχει τὸ Γ(即使Γ不属于它中的任何一个)之后插入了由 διὰ τὸ κεῖσθαι... 构成的解释性从属成分,最终由 ἀλλ’ οὖν δύνασθαι(然而仍然能够)相呼应构成主要谓述。
