- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:136.19-138.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明在第二格必然与实然前提的混合中,当否定前提为大前提(30b9–14)或小前提(30b14–17)时,全称三段论经还原为第一格均得出必然结论;但当肯定前提为必然时(30b18),结论则不是必然的。
" Ἔστω γὰρ πρῶτον ἡ στερητικὴ ἀναγκαία." Σαφὴς ἡ δεῖξις· ἀντιστρέψας γὰρ τὴν καθόλου ἀποφατικὴν οὖσαν ἀναγκαίαν καὶ ποιήσας τὸ πρῶτον σχῆμα, ἐπεὶ ἐν ἐκείνῳ οὔσης τῆς μείζονος ἀναγκαίας τὸ συμπέρασμα ἀναγκαῖον ἦν, ὁμοίως φησὶν ἔσεσθαι καὶ ἐπὶ τούτου τοῦ σχήματος. ὅτι δὲ τὸ μηδενὶ ἐνδέχεσθαι ἐπὶ τῆς Α Β προτάσεως εἰρημένον ἀπόφασις ὂν ἐνδεχομένου τὸ ἀναγκαῖον δηλοῖ,1 γνώριμον· τὸ γὰρ μηδενὶ ἐνδεχόμενον ἐξ ἀνάγκης οὐδενὶ αὐτῶν ὑπάρχει· οὐ γὰρ ὡς ἐνδεχομένη ἀλλ’ ὡς ἐνδεχομένης ἀπόφασις εἴληπται καὶ ἴσον δυναμένη τῇ ‘ἐξ ἀνάγκης οὐδενί’. καὶ τὸ ὥστε οὐδενὶ τῷ Γ τὸ Β ἐνδέχεται ὅμοιον ἐκείνῳ· ἔστι γὰρ τὸ λεγόμενον ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἴσον ἐστὶ τῷ ‘ἐξ ἀνάγκης οὐδενί’. πάλιν δὲ τῷ αὐτῷ προσεχρήσατο εἰπὼν τὸ γὰρ Γ ὑπὸ τὸ Α ἐστίν· ἐπεὶ γὰρ ἔκειτο τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, οὐδενὶ δὲ τῷ Α τὸ Β ἐξ ἀνάγκης, οὐδὲ τῷ Γ οὐδενὶ ὑπάρξει τὸ Β τινὶ ὄντι τοῦ Α, ᾧ ἐξ ἀνάγκης οὐδενὶ ὑπῆρχε τὸ Β.
“因为首先设否定前提是必然的。” 证明是清楚的。因为在对全称否定前提(它是必然的)进行换位并构成第一格之后,既然在那一格中大前提为必然时结论也是必然的,他便说在这一格中情况也将同样如此。而在关于前提ΑΒ所说的“对任何事物都不可能是”这一点上,作为可能之物的否定而表明必然之物,乃是熟知的;因为对任何事物都不可能者,出于必然不属于它们中的任何一个;因为这并不是作为可能的命题而被采纳,而是作为可能命题的否定而被采纳,且与“出于必然不属于任何一个”具有同等效力。而“以致Β对任何Γ都不可能是”也与此类似;因为所说的就是“不可能对任何一个”,这等同于“出于必然不属于任何一个”。而在他说“因为Γ处于Α之下”时,他又再次使用了同一番道理;因为既然设定了Α属于每一个Γ,而Β出于必然不属于任何Α,那么Β对任何Γ也都不属于,因为[Γ]乃是Α的某物,而Β出于必然不属于任何Α。
"Ὡσαύτως δὲ καὶ εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν." Δύο ἦσαν ἐν τῷ δευτέρῳ σχήματι ἐκ τῶν καθόλου προτάσεων γινόμενοι συλλογισμοὶ ποτὲ μὲν τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ποτὲ δὲ τῆς ἐλάττονος, οἵτινες ἀμφότεροι εἰς τὸ πρῶτον ἀνήγοντο σχῆμα τῆς καθόλου ἀποφατικῆς ἀντιστρεφομένης καὶ γινομένης ἐν τῷ πρώτῳ σχήματι μείζονος προτάσεως. ἦν δὲ αὐτοῖς πρὸς ἀλλήλους ἡ διαφορά, ὅτι ὁ μὲν τὴν μείζονα ἔχων καθόλου ἀποφατικὴν διὰ μιᾶς ἀντιστροφῆς τὸ προκείμενον συνάγων ἐδείκνυτο, ὁ δὲ τὴν ἐλάττονα διὰ δύο ἀντιστροφῶν· οὐ γὰρ μόνον ἡ πρότασις ἡ ἀποφατικὴ ἀντεστρέφετο ἀλλὰ καὶ τὸ συμπέρασμα ὂν καθόλου ἀποφατικόν. ἐπεὶ τοίνυν καὶ τῆς ἐλάττονος οὔσης καθόλου ἀποφατικῆς ἐν τῷ δευτέρῳ σχήματι κατὰ τὴν ταύτης ἀντιστροφὴν ἐγίνετο τὸ πρῶτον σχῆμα μείζονος γινομένης ταύτης, ἀκολούθως λέγει, ὅτι, κἂν ἡ ἐλάττων πρότασις ἐν δευτέρῳ σχήματι καθόλου ἀποφατικὴ ἀναγκαία ᾖ, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα· ὅσα γὰρ ἐπὶ τῆς πρὸ ταύτης συζυγίας εἴρηται, καὶ ἐπὶ ταύτης ἁρμόσει. πλὴν δεήσει ἐπὶ ταύτης ἀντιστρέψαι καὶ τὸ συμπέρασμα, ὃ ἐδήλωσεν ἐπενεγκών·
“同样,如果否定前提被置于Γ端,情况也是如此。” 在第二格中,由全称前提产生的三段论有两个,有时是大前提为全称否定,有时则是小前提;通过将全称否定命题换位并使其成为第一格中的大前提,这两个三段论都被还原为第一格。而它们彼此之间的差异在于,拥有全称否定大前提的三段论是通过一次换位就被证明得出了预设的结论,而拥有[全称否定]小前提的三段论则是通过两次换位;因为不仅否定前提被换位,而且作为全称否定命题的结论也被换位。因此,既然在第二格中小前提为全称否定时,随着它的换位且由于它成为大前提,第一格同样得以形成,所以他顺理成章地指出,即便在第二格中小前提是全称否定且必然的,结论也将是必然的;因为凡是关于前一个组合所说过的话,也同样适用于这一个组合。只不过在这一组合中还需要把结论也加以换位,他通过追加下文表明了这一点:
"Οὐκ ἄρα οὐδὲ τὸ Β τῷ Γ· ἀντιστρέφει γὰρ ὁμοίως." Τὸ ὁμοίως προστεθὲν δηλωτικόν ἐστι τοῦ ἂν ᾖ ἀναγκαία ἡ ἀντιστρεφομένη, ἀναγκαίαν καὶ τὴν ἀντιστρέφουσαν αὐτῇ γίνεσθαι,2 ἂν ὑπάρχουσα, ὑπάρχουσαν. ἢ ὁμοίως ἐπὶ τῶν ἀναγκαίων ὡς καὶ ἐπὶ τῶν ὑπαρχουσῶν.
“因此Β也不属于Γ;因为换位是同样进行的。” 追加的“同样”表明:如果被换位的前提是必然的,与其对应的换位前提也成为必然的;如果是实然的,就成为实然的。或者指:在必然前提中换位的情况与在实然前提中一样。
"Εἰ δ’ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, τὸ συμπέρασμα οὐκ ἔσται ἀναγκαῖον." Ὅτι μὴ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα ἐν δευτέρῳ σχήματι τῆς καταφατικῆς καθόλου τε καὶ ἀναγκαίας οὔσης τῆς δὲ ἑτέρας καθόλου ἀποφατικῆς ὑπαρχούσης δείκνυσιν ἀναγαγὼν διὰ τῆς ἀντιστροφῆς τὴν συμπλοκὴν τὴν ἐκκειμένην εἰς τὸ πρῶτον σχῆμα καὶ δείξας τὴν ἐλάττονα γινομένην ἀναγκαίαν ἐν αὐτῷ. μείζων γὰρ ἐν πρώτῳ σχήματι ἡ ἀποφατικὴ ἐν ταῖς συλλογιστικαῖς συζυγίαις τῷ τὴν ἐλάττονα δεῖν αἰεὶ καταφατικὴν εἶναι·3 μὴ οὔσης δὲ τῆς ἀποφατικῆς ἀναγκαίας οὐκ ἐγίνετο τὸ συμπέρασμα ἀναγκαῖον.
“但是,如果肯定前提是必然的,结论将不是必然的。” 在第二格中,当肯定前提既是全称又是必然的,而另一前提是全称否定且为实然的时候,结论并不成为必然的,对此他是通过把所给出的组合经由换位还原为第一格,并指明小前提在其中成为必然的来予以证明的。因为在第一格的三段论组合中,由于小前提必须始终是肯定的,否定命题便作为大前提;而在否定命题不是必然的时候,结论原本就不会成为必然的。
- 2.63ἀπόφασις ὂν ἐνδεχομένου τὸ ἀναγκαῖον δηλοῖ
主语是前文的冠词不定式短语 τὸ μηδενὶ ἐνδέχεσθαι。分词 ὂν 与表语名词 ἀπόφασις 结合,作原因性附加说明(“因其为可能命题的否定”),中性单数实质词 τὸ ἀναγκαῖον 则是主动词 δηλοῖ 的直接宾语。
- 2.65δηλωτικόν ἐστι τοῦ ἂν ᾖ ἀναγκαία ἡ ἀντιστρεφομένη, ἀναγκαίαν καὶ τὴν ἀντιστρέφουσαν αὐτῇ γίνεσθαι
形容词 δηλωτικόν 接由冠词 τοῦ 引导的说明属格。该名词化从句内部嵌套了一个条件从句(ἂν ᾖ ἀναγκαία ἡ ἀντιστρεφομένη),其主干则是带逻辑主语的宾格不定式结构(ἀναγκαίαν ... τὴν ἀντιστρέφουσαν ... γίνεσθαι)作为正句。主动分词 τὴν ἀντιστρέφουσαν 指换位后得出的对应命题,与格代词 αὐτῇ 是其依赖成分。
- 2.66τῷ τὴν ἐλάττονα δεῖν αἰεὶ καταφατικὴν εἶναι
由与格冠词 τῷ 引导的名词化不定式结构,表示原因(“由于小前提必须始终是肯定的”),为前文的否定前提作为大前提(μείζων ... ἡ ἀποφατικὴ)提供依据。非人称动词 δεῖν 的主语是从属的“宾格+不定式”结构(τὴν ἐλάττονα ... εἶναι καταφατικήν)。
