- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:135.20-136.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于第二格中必然前提与实然前提混合的论断(30b7),指出此处的“否定前提”必须理解为全称否定前提,并通过向第一格的换位还原,解释了为何唯有当全称否定前提为必然时结论才是必然的。
" Ἐπὶ δὲ δευτέρου σχήματος, εἰ μὲν ἡ στερητικὴ πρότασίς ἐστιν ἀναγκαία, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον, εἰ δ’ ἡ κατηγορική, οὐκ ἀναγκαῖον." Δεῖ μὲν τῷ εἰ μὲν ἡ στερητικὴ πρότασις 〈τὸ〉 ‘καθόλου’ προσυπακούειν·1 περὶ γὰρ πρώτων λέγει τῶν ἐκ καθόλου προτάσεων· ἐν ᾗ γὰρ συμπλοκῇ ἡ ἐπὶ μέρους ἐστὶ στερητική (ἔστι δὲ ἐν τῇ τετάρτῃ συζυγίᾳ τὸ ἀποφατικὸν τοιοῦτον), ὅταν ᾖ ἀναγκαία, οὐ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα. τὸ οὖν εἰ μὲν ἡ στερητικὴ πρότασίς ἐστιν ἀναγκαία ἐν τοῖς καθόλου συλλογισμοῖς ἀκουστέον· περὶ γὰρ τούτων πρώτως ποιεῖται τὸν λόγον· προελθὼν γοῦν λέγει “ὁμοίως δὲ ἕξει καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν”. ἀκόλουθα δέ ἐστιν, ἃ ἐπὶ τοῦ δευτέρου σχήματος λέγει, τοῖς ἐπὶ τοῦ πρώτου δεδειγμένοις αὐτῷ. ἐπεὶ γὰρ ἐν ἐκείνῳ τῆς μείζονος προτάσεως ἀναγκαίας οὔσης ἐν ταῖς μίξεσιν ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα,2 τὸ δὲ δεύτερον σχῆμα τήν τε γένεσιν ἔχει ἀπὸ τοῦ πρώτου (τῆς γὰρ ἐν ἐκείνῳ μείζονος ἀντιστραφείσης προτάσεως γέγονε τοῦτο), καὶ δι’ ἀντιστροφῆς οἱ πλεῖστοι τῶν ἐν τούτῳ συλλογισμῶν εἰς τὸ πρῶτον ἀνάγονται σχῆμα (ἀντιστραφεῖσα γὰρ ἡ στερητικὴ καθόλου ἐν τῷ δευτέρῳ σχήματι γίνεται μείζων ἐν τῷ πρώτῳ), ὅταν δὴ αὕτη ἀναγκαία ᾖ, ἀναγκαῖον ἔσται καὶ τὸ συμπέρασμα. ἐπεὶ γὰρ δεῖ μὲν ἐν τῷ πρώτῳ σχήματι τὴν μείζονα εἶναι καθόλου, εἰ συλλογισμὸς γίνοιτο, δεῖ δὲ ἀντιστραφείσης τινὸς ἐκ τοῦ δευτέρου σχήματος γίνεσθαι τὴν μείζονα, ἐπειδὴ οὕτως ἐγίνετο τὸ δεύτερον σχῆμα, αὕτη ἔσται πρότασις ἀντιστρεφομένη, ἥτις καθόλου τέ ἐστι καὶ ἀντιστραφεῖσα καθόλου μένει· τοιαύτη δέ ἐστι μόνη ἡ καθόλου ἀποφατική. ταύτης ἄρα ἀντιστρεφομένης ἡ εἰς τὸ πρῶτον σχῆμα τοῦ δευτέρου ἀναγωγή.3 ὅταν δὴ αὕτη ᾖ ἀναγκαία, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, ἐπεὶ καὶ ἀντιστραφεῖσα ἀναγκαία μένει καὶ γίνεται ἡ μείζων ἐν πρώτῳ σχήματι. οὐκέτι μέντοι γε τῆς κατηγορικῆς προτάσεως ἀναγκαίας γενομένης ἐν δευτέρῳ σχήματι, ἀναγκαῖον τὸ συμπέρασμα· αὕτη γάρ ἐστιν ἡ γινομένη ἐλάττων ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ τῶν τοῦ δευτέρου σχήματος συζυγιῶν· οὔσης δὲ τῆς ἐλάττονος ἐν αὐτῷ ἀναγκαίας ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα.
“但是在第二格中,如果否定前提是必然的,结论也将是必然的;但如果是肯定前提,则不是必然的。” 必须在“如果否定前提[是必然的]”这一表述中额外补出“全称”来理解;因为他首先谈论的是由全称前提构成的[三段论]。因为在特称前提为否定的组合中(在第四个组合中否定命题正是如此),当它是必然的时,结论并不成为必然的。因此,“如果否定前提是必然的”这句话必须在全称三段论的语境中来理解;因为他最先论述的正是这些;无论如何,他在后面说道:“在特称三段论中情况也同样如此”。而他在第二格上所说的,与他在第一格上所证明的事情是一致的。因为在那一格中,在混合前提里大前提为必然时,结论就成为必然的;而第二格源自第一格(因为正是由于那一格中的大前提经过换位,才产生了第二格),并且这一格中的大多数三段论都是通过换位还原为第一格的(因为第二格中的全称否定命题在换位后,就成为第一格中的大前提),所以当这一前提是必然的时,结论也将是必然的。因为在第一格中,若要形成三段论,大前提必须是全称的,而且既然第二格是那样产生的,大前提就必须是由第二格中的某前提换位而成,那么这个被换位的前提必须是既为全称、且换位后仍保持为全称的前提;而唯有全称否定命题是这样的。因此,正是当它被换位时,第二格向第一格的还原才得以实现。所以,当它是必然的时,结论也将是必然的,因为即使经过换位它也依然是必然的,并且成为第一格中的大前提。然而,如果在第二格中是肯定前提成为必然的,结论就不再是必然的;因为在将第二格的诸组合还原为第一格时,正是它成为了小前提;而在第一格中,当小前提是必然的时,结论就成为实然的。
- 2.62Δεῖ μὲν τῷ εἰ μὲν ἡ στερητικὴ πρότασις 〈τὸ〉 ‘καθόλου’ προσυπακούειν
动词 προσυπακούειν 的句式为支配与格(表示被补充或言外领会的基础短语)和宾格(表示被补充的词项)。此处引用的短语 τῷ εἰ μὲν ἡ στερητικὴ πρότασις 为与格,而被补充的词项 〈τὸ〉 ‘καθόλου’ 为宾格。
- 2.62ἐπεὶ γὰρ ἐν ἐκείνῳ τῆς μείζονος προτάσεως ἀναγκαίας οὔσης ἐν ταῖς μίξεσιν ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα
这是由 ἐπεὶ γάρ 引导的长因果复句的开头。在并列从句(ἐν ἐκείνῳ... 与 τὸ δὲ δεύτερον σχῆμα...)以及插入的括号性解释之后,主句最终在 ὅταν δὴ αὕτη ἀναγκαία ᾖ, ἀναγκαῖον ἔσται καὶ τὸ συμπέρασμα 处引出。
- 2.62ταύτης ἄρα ἀντιστρεφομένης ἡ εἰς τὸ πρῶτον σχῆμα τοῦ δευτέρου ἀναγωγή
省略了系动词(ἔσται 或 γίνεται)的句式。ταύτης... ἀντιστρεφομένης 为属格独立结构,表条件或手段(“通过将这一前提换位”)。
