← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§134.11-135.19

第一格特称推论中小前提为必然时结论的非必然性

关于第一格中包含特称前提的必然与实然混合三段论,亚历山大探讨了为何在小前提为必然时结论不是必然的,并从归谬法、词项检验以及无法进行导向虚假的推论等角度进行了解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.61#2

τὸ μὲν γὰρ ἀντικείμενον τῷ τὸ Α τινὶ τῷ Γ ἐστὶ τὸ τὸ Α μηδενὶ τῷ Γ· ᾧ δὴ ἂν προσληφθῇ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, ὃν ἀδύνατον· παντὶ γὰρ ὑπῆρχεν αὐτῷ· ὥστε ἀδύνατος ἡ ὑπόθεσις ἡ μηδενὶ τῷ Γ τὸ Α λέγουσα· τινὶ ἄρα. ὡς οὖν ἐπὶ τῶν καθόλου οὐκ ἦν ἀναγκαῖον τὸ συμπέρασμα, ὅτι οὐδὲν ἀδύνατον εἵπετο χρωμένων ἡμῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἐπ’ αὐτῶν, οὕτω καὶ ἐπὶ τῶν ἐπὶ μέρους. οὐκ ἐξέθετο δὲ τὴν δεῖξιν οὔτε ἐπὶ τῶν καθόλου οὔτε ἐπὶ τῶν ἐπὶ μέρους τὴν δι’ ἀδυνάτου, ἧς ἐμνημονεύκαμεν, ἀλλὰ μόνον ἐμνημόνευσεν αὐτῆς, ὅτι ἐγίνετο ἐν αὐτῇ μῖξις ἐνδεχομένης καὶ ἀναγκαίας, περὶ ἧς μίξεως οὐδέπω τὸν λόγον πεποίηται. Δύναται καὶ τὸ οὐδὲν γὰρ ἀδύνατον συμπίπτει οὐκ ἐπὶ τὴν δεῖξιν, ἣν ἐποιήσατο δεικνύς τι ψεῦδος ἕπεσθαι ὑποτεθέντι τῷ ἀναγκαίῳ, ἐπανάγων ἡμᾶς εἰρηκέναι,1 ἀλλ’ οὐδ’ ἐπὶ τὴν εἰς ἀδύνατον ἀπαγωγήν, περὶ ἧς εἶπον ἀρτίως, ἀλλ’ ἐπὶ τὴν ἐκ τῶν ὅρων μαρτυρίαν. τοῖς γὰρ εἰρημένοις καὶ ἡ ἐκ τῶν ὅρων δεῖξις συνᾴδει· ληφθεισῶν γὰρ προτάσεων ἐν συζυγίᾳ τε καὶ μίξει ταύτῃ τὸ συμπέρασμα ὑπάρχον γίνεται. ἦν δ’ ἂν ἀδύνατον τὸ λεγόμενον ὑφ’ ἡμῶν, εἰ ἐπὶ τῶν ὅρων ἠλέγχετο. καὶ τοῦ τοῦτ’ εἶναι τὸ εἰρημένον σημεῖον ἂν εἴη τὸ τοὺς ὅρους αὐτὸν εὐθέως παραθέσθαι·2 κίνησις μὲν γὰρ παντὶ ζῴῳ ὑπαρχόντως ἢ οὐδενί, ζῷον δὲ τινὶ λευκῷ ἐξ ἀνάγκης (κύκνῳ γάρ), καὶ κίνησις τινὶ λευκῷ ὑπάρχει, οὐ μὴν ἐξ ἀνάγκης, ἢ τινὶ λευκῷ οὐχ ὑπάρχει ὑπαρχόντως. Δεῖ μέντοι εἰδέναι, ὅτι τῇ ἐπὶ ψεῦδος ἀγούσῃ δείξει οὐχ οἷόν τε ἐπὶ τούτων χρήσασθαι, ᾗ ἐπὶ τῶν καθόλου ἐχρήσατο. κειμένου γὰρ τοῦ τὸ Α τινὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης, ὁποτέραν ἂν προσλάβωμεν τῷ συμπεράσματι τούτων κειμένων,3 ἀσυλλόγιστος ἡ συμπλοκὴ γίνεται. ἄν μὲν γὰρ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης, ἐν τρίτῳ σχήματι ἕξομεν δύο τὰς ἐπὶ μέρους καταφατικάς. ὁμοίως δὲ καὶ ἐν πρώτῳ, ἄν τὴν Β Γ ἀντιστρέψωμεν. ἄν δὲ τὸ Α παντὶ τῷ Β καὶ τινὶ τῷ Γ ἐξ ἀνάγκης, δύο πάλιν καταφατικὰς ἕξομεν ἐν δευτέρῳ σχήματι, καὶ οὐκ ἔστι δεῖξαι. δύναται ἀξιοῦν ἡμᾶς τὴν πίστιν ἐκ τῶν καθόλου καὶ περὶ τῶν ἐπὶ μέρους ποιεῖσθαι· ἐπεὶ γὰρ αὗται ἐκείνων μόνον τῷ ἐπὶ μέρους τι συνάγειν διαφέρουσιν, ἐπὶ δὲ τῶν καθόλου ὑπάρχοντος τιθεμένου τοῦ συμπεράσματος οὐδὲν ἀδύνατον, τοῦτ’ ἔστιν οὐδὲν ψεῦδος, εἵπετο, καὶ ἐπὶ τούτων ὑπάρχον μὲν ἔσται τὸ συμπέρασμα, ὥσπερ καὶ ἐπ’ ἐκείνων, ἐπὶ μέρους δέ· αὕτη γὰρ μόνη ἦν ἐν ταῖς προτάσεσι διαφορὰ κειμένη. ἔτι οὐδὲν ἀδύνατον συμπίπτει ὑπάρχοντος ὑποτεθέντος τοῦ συμπεράσματος, ὅτι μηδὲ συλλογιστική τις γίνεται συζυγία, δι’ ἧς τὸ ἀδύνατον ἐδείχθη. 〈ἢ〉 τοῦτο, καὶ εἰ ἀναγκαῖον ὑποτεθείη τὸ συμπέρασμα γίνεσθαι. οὐδ’ ἂν ἀποφατικὴ δὲ ἡ μείζων καθόλου ὑπάρχουσα ληφθῇ, οὐδ’ οὕτως ἡ δεῖξις προχωρεῖ· γίνονται γὰρ πάλιν ἐν πρώτῳ καὶ τρίτῳ σχήματι ἐπὶ μέρους ἀμφότεραι, ἡ μὲν ἀποφατικὴ ἡ δὲ καταφατική, ἢ ἐν δευτέρῳ σχήματι ἀμφότεραι ἀποφατικαί. οὓς δὲ παρέθετο ὅρους, ἁρμόζουσι καὶ ἐπὶ τῆς συζυγίας ταύτης.

因为与“Α属于某个Γ”相对立的是“Α不属于任何Γ”;若在此之上附加假定“Β出于必然属于某个Γ”,就会推导出“Α不属于某个Β”,这是不可能的(因为原先它属于其全部);因此,主张Α不属于任何Γ的假设是不可能的;所以[它属于]某个。因此,正如在全称[三段论]中结论不是必然的,是因为我们在它们上面使用归谬法时没有任何不可能的情况随之而来,在特称[三段论]中也是如此。但他[亚里士多德]无论是在全称还是在特称[三段论]中,都没有陈述我们所提到的这种通过不可能性的证明,而只是提及了它,因为在其中出现了可能前提与必然前提的混合,而关于这种混合他尚未做出论述。 也可以认为,他说“因为没有任何不可能的情况出现”,并非是为了将我们引回他通过指出假定必然命题时会有某种虚假随之而来所做出的证明,也不是为了引回我刚才所说的归谬法,而是为了引向由词项得出的证据。因为由词项得出的证明也与所说的情况相符;因为当在这个组合和混合中取得前提时,结论成为实然的。而若是在词项上被驳倒,我们所说的话本就会是不可能的。能够作为所说的话正是指此的迹象,就是他随即列举了词项;因为运动实然地属于所有动物或不属于任何动物,而动物出于必然属于某个白色的东西(因为属于天鹅),并且运动属于某个白色的东西,然而不是出于必然,或者实然地不属于某个白色的东西。 然而必须知道的是,在这些情况下不能使用他曾在全称情况下所使用的那种导向虚假的证明。因为在设定“Α出于必然属于某个Γ”时,在这些前提被设定的情况下,无论我们把哪一个与结论结合起来,这个组合都会变成无三段论形式的。因为若是“Β出于必然属于某个Γ”,我们就会在第三格中得到两个特称肯定命题;如果我们将ΒΓ换位,在第一格中同样如此。另一方面,若是“Α属于所有Β”并且“出于必然属于某个Γ”,我们在第二格中又会得到两个肯定命题,因而无法证明。也可以认为,他要求我们从全称[三段论]中获得关于特称[三段论]的确信;因为既然这些三段论与那些三段论的区别仅仅在于推导出特称的结论,而在全称[三段论]中,当结论被设定为实然的时,没有任何不可能的即没有任何虚假的情况随之而来,那么在这些[三段论]中,结论也将如同在那些三段论中一样是实然的,但却是特称的;因为这是在前提中所设定的唯一区别。再者,在设定结论为实然的时没有任何不可能的情况出现,是因为根本没有形成任何借以显示出不可能性的三段论组合。[或者]即使设定结论成为必然的,这一点也同样适用。即使大前提被取为全称实然否定命题,证明也同样无法进行;因为在第一格和第三格中两者又都会成为特称命题(一为否定,一为肯定),或者在第二格中两者都会成为否定命题。而他所列举的词项,也适合于这一组合。

语法注3 条
  1. 2.61Δύναται καὶ τὸ οὐδὲν γὰρ ἀδύνατον συμπίπτει οὐκ ἐπὶ τὴν δεῖξιν ... ἐπανάγων ἡμᾶς εἰρηκέναι

    动词 δύναται 的逻辑主语是亚里士多德,带不定式 εἰρηκέναι 作补足语(“也可以认为他说……”)。分词 ἐπανάγων(阳性主格单数)与亚里士多德一致,表示方式(“将我们引回……”)。引语 τὸ οὐδὲν γὰρ ἀδύνατον συμπίπτει 作 εἰρηκέναι 的直接宾语。

  2. 2.61τοῦ τοῦτ’ εἶναι τὸ εἰρημένον σημεῖον ἂν εἴη τὸ τοὺς ὅρους αὐτὸν εὐθέως παραθέσθαι

    全句句架为“[属格短语] σημεῖον(表语) ἂν εἴη [主语]”,冠词性属格不定式短语 τοῦ τοῦτ’ εἶναι τὸ εἰρημένον 修饰 σημεῖον(“所说的是指此的证据/迹象”)。实际语法主语是后置的带冠词对格不定式短语 τὸ τοὺς ὅρους αὐτὸν εὐθέως παραθέσθαι(“他自己随即列举词项”)。

  3. 2.61ὁποτέραν ἂν προσλάβωμεν τῷ συμπεράσματι τούτων κειμένων

    ὁποτέραν 与 ἄν 及虚拟语气连用,构成让步从句(“无论我们把[前提中的]哪一个追加假定……”)。τούτων κειμένων 为插入的独立属格(“在这些前提被设定的情况下”),与格 τῷ συμπεράσματι 由复合动词 προσλάβωμεν 支配(“与结论结合”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:134.11-135.19