← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§133.1-134.11

第一格含特称前提的混合三段论与结论模态

亚历山大讨论了第一格中小前提为特称前提的混合三段论(30a33),解释了大前提为必然命题时结论为必然命题,而小前提为必然命题时结论仅为实然命题的根据,并剖析了亚里士多德所言“没有任何不可能的情况出现”在归谬法中的两重解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.61#1

" Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν, εἰ μὲν τὸ καθόλου ἐστὶν ἀναγκαῖον, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον." Εἰπὼν περὶ τῶν δύο συζυγιῶν τῶν ἐν πρώτῳ σχήματι, ἐν αἷς ἐξ ἀμφοτέρων καθόλου τῶν προτάσεων καθόλου συνάγεται, εἰ εἶεν μικταὶ ἐξ ὑπαρχούσης καὶ ἀναγκαίας προτάσεως, ὡς ποτὲ μὲν ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, καὶ ποίας ληφθείσης ἀναγκαίας, ποτὲ δὲ ὑπάρχον, λέγει καὶ περὶ τῶν δύο συζυγιῶν, ἐν αἷς ἡ ἐλάττων ἐπὶ μέρους καταφατικὴ πρότασίς ἐστιν ἡ δὲ μείζων καθόλου ἢ καταφατικὴ ἢ ἀποφατική, καὶ φησίν, ὅτι καὶ ἐν ταύταις ταῖς συμπλοκαῖς, ἄν μὲν ἡ μείζων ἀναγκαία ᾖ καταφατικὴ οὖσα ἢ ἀποφατική, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, καθάπερ ἐπὶ τῶν πρώτων συζυγιῶν, ἂν δὲ ἡ ἐλάττων, ὑπάρχον. τῷ αὐτῷ δὲ προσχρώμενος καὶ ἐπὶ τούτων ἀναγκαῖον ἡγεῖται δεικνύναι τὸ συμπέρασμα οὔσης τῆς μείζονος ἀναγκαίας καθόλου· τῷ γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης τὸ δὲ τοῦ Γ ὑπὸ τὸ Β εἶναι1 ἀκολουθήσειν ἡγεῖται τὸ καὶ ἐκείνῳ τοῦ Γ τῷ ὄντι ὑπὸ τὸ Β τὸ Α ἐξ ἀνάγκης ὑπάρχειν. ὅμοιος δὲ ὁ λόγος, καὶ εἰ ἡ μείζων καθόλου ἀποφατικὴ ἀναγκαία εἴη. Τοῦ μέντοι ἐπὶ μέρους ἀναγκαίου ὄντος οὐκέτι ἔσεσθαί φησιν ἀναγκαῖον τὸ συμπέρασμα, καὶ τὴν αἰτίαν προστιθεὶς φησὶν οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς, λέγων ἤτοι, ὅτι ὑπάρχοντος τοῦ συμπεράσματος ὑποτεθέντος γίνεσθαι οὐδὲν ἕπεται ἀδύνατον, τοῦτ’ ἔστι ψεῦδος, ὥσπερ οὐδ’ ὅτε ἀμφότεραι μὲν ἦσαν καθόλου, ἦν δὲ ἐλάττων ἡ ἀναγκαία· ἐπ’ ἐκείνων γὰρ ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι εἵπετο, ὑπάρχοντος δὲ οὐδέν· εἰ γὰρ ὑποθοίμεθα ἐπὶ τῶν καθόλου τῷ Γ παντὶ τὸ Α ὑπαρχόντως, λαμβάνοιμεν δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, συνάγεται ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὅπερ ἀληθές ἐστιν· ὑπέκειτο γὰρ παντὶ ὑπάρχειν· ὡς οὖν ἐπ’ ἐκείνων ἀναγκαίου μὲν ὑποτεθέντος τοῦ συμπεράσματος ψεῦδός τι συνήγετο, ὑπάρχοντος δὲ οὐκέτι, οὕτω, φησί, καὶ ἐπὶ τῶν ἐν μέρει ἕξει, εἰ εἴη ἡ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ἀναγκαία· ἢ τὸ οὐδὲν γὰρ ἀδύνατον συμπίπτει, καθάπερ οὐδ’ ἐν τοῖς καθόλου συλλογισμοῖς εἶπεν, ὅτι, ὡς ἐπ’ ἐκείνων ἀναγκαίου τιθεμένου τοῦ συμπεράσματος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένων ἡμῶν εἰς ἔνδειξιν αὐτοῦ οὐδὲν ἀδύνατον εἵπετο ἀλλὰ ψεῦδος μόνον, ὡς ἐδείχθη διὰ τῶν προειρημένων, δι’ οὗ 〈οὐ〉κατασκευάζεται τὸ ἀναγκαῖον, οὕτως οὐδ’ ὅταν ἡ ἐλάττων ἐπὶ μέρους ἀναγκαία καταφατικὴ τιθῆται. εἰ γὰρ εἴη τὸ Α τῷ Β παντὶ ὑπάρχον, τὸ δὲ Β τῷ Γ τινὶ ἐξ ἀνάγκης, καὶ βούλοιτό τις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι τὸ Α τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, λήψεται μὲν τὸ ἀντικείμενον αὐτοῦ τὸ ἐνδέχεσθαι τὸ Α τῷ Γ μηδενί· ᾧ προσληφθέντος τοῦ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης2 συνάγοιτο ἂν ἐν τρίτῳ σχήματι τὸ Α τινὶ τῷ Β ἐνδέχεσθαι μὴ ὑπάρχειν, ὃ οὐκ ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν· ὥστ’ οὐ κατεσκεύασται. ἂν μέντοι μὴ ἀναγκαῖον ἐπὶ μέρους καταφατικὸν ἀλλ’ ὑπάρχον βουληθῶμεν δεῖξαι τὸ συμπέρασμα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, προελεύσεταί τε ὁ λόγος καὶ ἀδύνατόν τι συναχθήσεται παρὰ τὴν ὑπόθεσιν.

“在特称三段论中,如果全称[前提]是必然的,结论也将是必然的。” 在论述了第一格中两个由两个全称前提推导全称[结论]的组合——如果它们是由实然前提和必然前提混合而成——何时结论将是必然的(以及取哪一个前提为必然前提时会如此),何时是实然的之后,他[亚里士多德]也论述了小前提是特称肯定命题、大前提是全称肯定或全称否定的两个组合;他说,在这些组合中,如果大前提无论是肯定还是否定是必然的,结论就将是必然的,如同在最初的组合中那样;但如果小前提[是必然的],结论则是实然的。在这些情况下他也借助同样的[论据],认为在大前提是全称必然命题时可以证明结论是必然的;因为根据Α出于必然属于所有Β而Γ的[一部分]在Β之下,他认为由此将随之得出:Α对于在Β之下的那部分Γ也是出于必然属于的。如果大前提是全称否定必然命题,论述也是类似的。然而,在特称前提是必然的时,他说结论将不再是必然的,并补充理由说:“因为没有任何不可能的情况出现,如同在全称三段论中也不出现那样”,他的意思或者是:当设定结论成为实然的时,没有任何不可能的即虚假的情况随之而来,正如在两者都是全称但小前提是必然的时那样;因为在那些情况下,当结论被假定为必然的时,有某种虚假随之而来,但当被假定为实然的时,则没有任何[虚假随之而来];因为如果在全称[三段论]的情况下我们假定Α实然地属于所有Γ,并且也取Β出于必然属于所有Γ,就会在第三格中推导出Α属于某个Β,这是真的(因为原先设定它属于所有的);因此正如在那些情况下,当结论被假定为必然的时推导出了某种虚假,而被假定为实然的时则不再如此,他说在特称[三段论]中如果小前提是特称肯定必然命题,情况也是如此;或者他说“因为没有任何不可能的情况出现,如同在全称三段论中也不出现那样”,是因为正如在那些情况下设定结论为必然的并使用归谬法来确立它时,正如通过前述论据所证明的那样,随之而来的并非任何不可能的情况而只是虚假,由此必然命题并未得以确立,同样,当小前提被设定为特称肯定必然命题时也是如此。因为如果Α实然地属于所有Β,而Β出于必然属于某个Γ,且有人希望通过归谬法证明Α出于必然属于某个Γ,他将取其对立面即“Α可能不属于任何Γ”;在此命题上追加“Β出于必然属于某个Γ”,在第三格中就会推导出Α可能不属于某个Β,而这并非不可能(因为原先设定它属于其全部);因此并没有确立。然而,如果我们希望通过归谬法证明结论并非特称肯定必然命题而是实然命题,论证就能继续进行,并且将推导出某种与假设相悖的不可能的情况。

语法注2 条
  1. 2.61τῷ γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης τὸ δὲ τοῦ Γ ὑπὸ τὸ Β εἶναι

    表示原因的与格冠词 τῷ 统领两个并列的小句。在前一个小句(τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης)中省略了不定词谓语 ὑπάρχειν;在后一个小句(τὸ δὲ τοῦ Γ ὑπὸ τὸ Β εἶναι)中,属格 τοῦ Γ 作部分属格使用,意为“Γ中的[一部分]在Β之下”。

  2. 2.61ᾧ προσληφθέντος τοῦ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης

    关系代词与格 ᾧ 受复合分词 προσληφθέντος 中的前缀 προσ- 支配。冠词引导的不定词短语 τοῦ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης [ὑπάρχειν] 与分词 προσληφθέντος 共同构成独立属格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:133.1-134.11