- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:131.29-132.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了针对亚里士多德由假设必然结论推导出虚假这一论证的质疑,通过归谬法证明只有实然结论才能得以确立,并引证了泰奥弗拉斯托斯关于混合三段论中结论随从较弱前提的论证。
ἐπιζητήσαι δ’ ἄν τις καὶ οὕτω, τίς ἡ ἀνάγκη τοῦ εἰ μεταληφθέντος τοῦ ὑπάρχοντος εἰς τὸ ἀναγκαῖον ψεῦδός τι συνήχθη, μὴ εἶναι τὸ ἀναγκαῖον συναγόμενον.1 ἢ ὅτι ἐξ ἀληθῶν οὐσῶν οὐ συνάγεται ψεῦδος. τοῦτο μὲν οὖν ἔξωθεν προστέθεικε τὸ εἰ ἀναγκαῖον ὑποτεθείη τὸ συμπέρασμα, ψεῦδός τι συνάγεσθαι προσληφθείσης αὐτῷ τῆς ἐλάττονος προτάσεως, ἥτις ἦν καὶ 〈αὐτὴ〉 ἀναγκαία. Δεικνύοιτο δ’ ἂν μὴ ἀναγκαῖον ἀλλὰ ὑπάρχον συναγόμενον καὶ διὰ τοῦ ὑπάρχοντος μὲν τιθεμένου τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένοις, εἰ μὴ συγχωροῖτο τοιοῦτον γίνεσθαι, ἀδύνατόν τι ἀπαντᾶν, ἀναγκαίου δὲ μή.2 κείσθω γὰρ τὸ μὲν Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· λέγω, ὅτι τὸ Α τῷ Γ παντὶ ὑπάρχει. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐ παντὶ τὸ Α τῷ Γ· καὶ προσειλήφθω ἡ ‘τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης’· ἐξ ὧν συνάγεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν, ὅ ἐστιν ἀδύνατον· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν. εἰ δέ γε ληφθείη τὸ Α τῷ Γ παντὶ ἐξ ἀνάγκης ἐπὶ τῇ κειμένῃ συζυγίᾳ, ἂν ληφθῇ τὸ ἀντικείμενον τῷ παντὶ ἐξ ἀνάγκης τὸ ‘ἐνδέχεται τὸ Α τῷ Γ τινὶ μὴ ὑπάρχειν’ καὶ προσληφθῇ τὸ Β τῷ Γ παντὶ ἐξ ἀνάγκης, συνάγεται τὸ Α τινὶ τῷ Β ἐνδέχεσθαι μὴ ὑπάρχειν, ὃ οὐκ ἔστιν ἀδύνατον· τὸ γὰρ παντὶ ὑπάρχον οὐκ ἀδύνατον ἐνδέχεσθαι τινὶ αὐτῷ μὴ ὑπάρχειν. ἡ αὐτὴ δὲ δεῖξις πάλιν, κἂν ἡ μείζων καθόλου ἀποφατικὴ ὑπάρχουσα ἡ δὲ ἐλάττων καθόλου καταφατικὴ ἀναγκαία. καὶ γὰρ ἐπὶ τούτων ἂν μὲν ὑπάρχον ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα τιθῇ τις διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς διὰ τοῦ τρίτου σχήματος δείξας, ἀδύνατόν τι συναχθήσεται, ἂν δ’ ἀναγκαῖον, οὐκέτι· ὥστε εἰ ὑπάρχον μὲν τὸ συναγόμενον οἷόν τε δεικνύναι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀναγκαῖον δὲ μή, ὑπάρχον ἄν εἴη τὸ συναγόμενον. Θεόφραστος δέ, ὅτι μὴ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα ἐν τῇ τοιαύτῃ συμπλοκῇ, οὕτω λέγει· “εἰ γὰρ τὸ μὲν Β τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Α τῷ Β μὴ ἐξ ἀνάγκης, τὸ δὲ μὴ ἐξ ἀνάγκης κἂν χωρισθείη, φανερόν, ὡς τοῦ Β χωριζόμενον καὶ τοῦ Γ χωρισθήσεται τὸ Α, ὥστ’ οὐκ ἐξ ἀνάγκης διὰ τῶν κειμένων”. ᾧ δειχθέντι προστίθησιν “ὡσαύτως δέ, καὶ εἰ ἀναγκαία ἡ μείζων· ἐπεὶ γὰρ τὸ μέσον οὐκ ἐξ ἀνάγκης, κἂν χωρισθείη· τούτου δὲ χωριζομένου καὶ τὸ μεῖζον. ἐὰν γάρ τις οὕτως λάβῃ ‘καθ’ οὗ τὸ Β, καὶ τὸ Α ἐξ ἀνάγκης’ ὥσπερ ἀναγκαίας ἀμφοτέρας λαμβάνει· μὴ γὰρ οὕτως λαβόντος ψεῦδος”.3 διὰ γὰρ τούτων δείκνυσι Θεόφραστος, ὅτι, ἐν αἷς μίξεσιν ὑπάρχουσα καὶ ἀναγκαία ἐστίν, ὁποτέρα ἂν αὐτῶν ἀναγκαία ᾖ, ὑπάρχον τὸ συμπέρασμα.
有人也许还会这样提出疑问:如果实然命题被改为必然命题时推导出了某种虚假,凭什么就必然得出被推导出的结论不是必然的?或者说,这是因为从真前提中推导不出虚假。因此,他从外部补充了这一点,即如果结论被假定为必然的,那么在小前提——其本身也是必然的——被追加附加上去时,就会推导出某种虚假。然而,被推导出的结论并非必然而是实然的这一点,也可以通过下述方式证明:对于设定实然结论并使用归谬法的人来说,如果不同意结论成为如此的,就会遇到某种不可能的情况,而对于必然结论则不然。因为设Α实然地属于所有Β,而Β出于必然属于所有Γ;我主张,Α实然地属于所有Γ。因为如果不属于,其对立面“Α不属于所有Γ”[便为真];并且设“Β出于必然属于所有Γ”被追加附加上去;由此推导出Α不属于某个Β,这是不可能的;因为原先设定它属于其全部。但如果在所设定的组合中把Α取为出于必然属于所有Γ,即使取出于必然属于所有的对立面即“Α可能不属于某个Γ”,并且追加附加上Β出于必然属于所有Γ,推导出的也只是Α可能不属于某个Β,而这并非不可能;因为属于所有的事物并非不可能可以不属于它的某些事物。即使大前提是全称否定实然命题,而小前提是全称肯定必然命题,同样的证明也再次成立。因为在这些情况下,如果有人设定结论成为否定实然命题,并通过第三格借助归谬法加以证明,就会推导出某种不可能的情况;但如果设定为必然命题,则不再如此;因此,如果能够通过归谬法证明被推导出的结论是实然的,而不能证明它是必然的,那么被推导出的结论就应当是实然的。至于泰奥弗拉斯托斯,关于在此类组合中结论并不成为必然的,则这样说:“因为如果Β出于必然属于Γ,而Α非出于必然属于Β,且非出于必然之物也可以被分离,那么显然,Α既然脱离Β,也将脱离Γ,因此根据所设定的前提并不出于必然。”在证明了这一点之后,他又补充道:“同样,即使大前提是必然的也是如此;因为既然中项并非出于必然,它也可以被分离;而当中项被分离时,大项也[将被分离]。因为如果有人这样理解‘凡是Β所陈述的,Α也出于必然属于它’,他就如同将两个前提都取为了必然前提;因为若不这样理解,便是虚假的。”因为通过这些论述泰奥弗拉斯托斯表明,在实然与必然的混合中,无论它们之中哪一个是必然的,结论都是实然的。
- 2.60τίς ἡ ἀνάγκη τοῦ εἰ μεταληφθέντος τοῦ ὑπάρχοντος εἰς τὸ ἀναγκαῖον ψεῦδός τι συνήχθη, μὴ εἶναι τὸ ἀναγκαῖον συναγόμενον
带冠词的属格不定式 τοῦ ... μὴ εἶναι 作为说明性或宾格性属格补充修饰名词 ἡ ἀνάγκη。不定式短语内部嵌入了条件从句 εἰ ... συνήχθη;不定式 μὴ εἶναι 的逻辑主语是对格 τὸ ἀναγκαῖον,带有表语分词 συναγόμενον。
- 2.60διὰ τοῦ ὑπάρχοντος μὲν τιθεμένου τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένοις, εἰ μὴ συγχωροῖτο τοιοῦτον γίνεσθαι, ἀδύνατόν τι ἀπαντᾶν, ἀναγκαίου δὲ μή
在介词短语 διὰ τοῦ ... ἀπαντᾶν(διά 支配带冠词的属格不定式)内部,与格分词短语 τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένοις 充当关系与格(“对使用归谬法的人而言”),ἀδύνατόν τι 是不定式 ἀπαντᾶν 的主语。相呼应的独立属格 ὑπάρχοντος μὲν τιθεμένου ... ἀναγκαίου δὲ μή 则表达了将结论设定为实然与设定为必然这两种对比性条件。
- 2.60μὴ γὰρ οὕτως λαβόντος ψεῦδος
在泰奥弗拉斯托斯的引文中,μὴ ... λαβόντος 是承前从句主语 τις 的独立属格,表条件(“因为若不这样取/理解”)。后接的 ψεῦδος 之后省略了系动词 ἐστί,意为“[它是]虚假的”。
