← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§130.25-131.29

全称否定实然大前提下必然结论的不成立

亚历山大阐释了大前提为全称否定实然命题时结论同样不成为必然的证明(通过第一格与第三格的推导以及具体词项),并批判性地分析了亚里士多德的证明并非严格的归谬法,而是利用虚假假设得出虚假结论的辅助性反驳程序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60#1

" Ὁμοίως δὲ καὶ εἰ στερητικὸν εἴη τὸ Α Β· ἡ γὰρ αὐτὴ ἀπόδειξις." Ὁμοίως, φησί, δειχθήσεται μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, μηδ’ ἂν ἡ μείζων ᾖ καθόλου ἀποφατικὴ ὑπάρχουσα· πάλιν γὰρ ἐκθησόμεθα τὸ συμπέρασμα καθόλου ἀποφατικὸν ἀναγκαῖον. καὶ ἐν μὲν τῷ πρώτῳ σχήματι τὴν δεῖξιν ποιούμενοι ἀντιστρέψομεν τὴν καθόλου καταφατικὴν ἀναγκαίαν τὴν Β Γ, καὶ ἔσται τὸ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης, τὸ Γ τῷ Β τινὶ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν ἐξ ἀνάγκης, ὃ ψεῦδός ἐστιν· ὑπέκειτο γὰρ μηδενὶ ὑπάρχον ἁπλῶς. εἰ δὲ ἐν τῷ τρίτῳ ποιούμεθα τὴν δεῖξιν, ἕξομεν καὶ τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἔκειτο γὰρ αὕτη· ἐξ ὧν πάλιν συναχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχον. ἀλλὰ καὶ διὰ τῶν αὐτῶν ὅρων δειχθήσεται πάλιν μὴ ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα·1 κίνησις γὰρ οὐδενὶ ζῴῳ ὑπαρχέτω, ζῷον δὲ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ κίνησις οὐδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. Δεῖ μέντοι εἰδέναι, ὅτι, ἣν πεποίηται δεῖξιν,2 ἔοικε μὲν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, οὐ μὴν ἡ αὐτή ἐστιν ἐκείνῃ. οὔτε γὰρ τὸ ἀντικείμενον τοῦ συναγομένου ὑπέθετο· οὐ γὰρ ἀντίκειται τῷ παντὶ ὑπάρχειν τὸ Α τῷ Γ τὸ παντὶ ἐξ ἀνάγκης ὑπάρχειν οὔτε τῷ μηδενὶ ὑπάρχειν τὸ μηδενὶ ἐξ ἀνάγκης· ταῦτα δὲ ὑπέθετο. ἀλλ’ οὐδὲ τὸ δειχθὲν ἐκ τῶν ὑποθέσεων ἀδύνατον ἦν, ὥσπερ καὶ αὐτὸς ἐπεσημήνατο, ἀλλὰ ψεῦδος· ψεῦδος γὰρ καὶ τὸ ὑποτεθέν. ἀδύνατον γὰρ οὐκ ἔστιν· οὔτε γὰρ τὸ παντὶ ὑπάρχον ἀδύνατον καὶ ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχειν, οὔτε τὸ μηδενὶ ὑπάρχον κεκώλυται καὶ ἐξ ἀνάγκης τινὶ αὐτῷ μὴ ὑπάρχειν. ψευδεῖ οὖν ὑποθέσει τὸ ψεῦδος ἠκολούθησεν. ἀδυνάτῳ μὲν γὰρ ἀδύνατον ἕπεται, ψεῦδος δὲ ψευδεῖ. ἔτι ὅσον ἐπὶ τῇ δείξει, οὐ κατεσκεύασται τὸ προκείμενον· οὔτε γὰρ τῷ ἀναιρεθῆναι τὸ παντὶ ἐξ ἀνάγκης ὡς ψεῦδος ὂν ἤδη τὸ παντὶ ὑπάρχειν ἀνάγκη ἀληθὲς εἶναι· μόνον γὰρ ἐξ ἀνάγκης τίθεται τῇ ἄρσει τινὸς καὶ ἀνασκευῇ τὸ ἀντικείμενον· ταῦτα δὲ οὐκ ἀντίκειται. οὐδ’ αὐτὸς οὖν ἔοικε τῷ τρόπῳ τῆς δείξεως τούτῳ πάνυ τι θαρρεῖν, ἀλλὰ προσχρῆται αὐτῷ δεικνύς, ὅτι, εἰ ἀναγκαίου ληφθέντος τοῦ συμπεράσματος ψεῦδός τι ἕπεται, ὑπάρχοντος δὲ μή, δεῖ δὲ τοιοῦτον αὐτὸ εἶναι, ἐπεὶ καὶ αἱ προτάσεις τοιαῦται, ὑπάρχον δεικνύοιτο ἄν.3 οὐ γὰρ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ πρὸς τὸ δεικνύμενον κέχρηται, ἀλλὰ μεταλαβὼν ἄλλην πρότασιν, ἀντὶ τῆς ὑπαρχούσης ἀναγκαίαν, καὶ ποιήσας τινὰ ἐκ ταύτης τε καὶ τῆς ἑτέρας τῶν κειμένων τῆς ἐλάττονος συλλογιστικὴν συζυγίαν εὑρὼν τὸ συναγόμενον ψεῦδος ὂν τούτῳ προσχρῆται εἰς τὸ μὴ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.

“同样,即使Α Β是否定命题也是如此;因为证明是相同的。” 他说,同样地,即使大前提是全称否定实然命题,也将被证明结论并不成为必然的;因为我们将再次把结论设定为全称否定必然命题。而在第一格中进行证明时,我们将换位全称肯定必然命题Β Γ,于是Α出于必然不属于任何Γ,而Γ出于必然属于某个Β;由此将推导出Α出于必然不属于某个Β,这是虚假的;因为原先设定它单纯不属于任何事物。但如果我们在第三格中进行证明,我们将既有Α出于必然不属于任何Γ,又有Β出于必然属于所有Γ;因为这一命题原先已被设定;由此将再次推导出Α出于必然不属于某个Β。但通过相同的词项也将再次证明结论并不成为必然的;因为设运动不属于任何动物,而动物出于必然属于所有人,则运动将不属于任何人,但并非出于必然。然而必须了解的是,他所做出的证明虽然类似于归谬法,但决非与它相同。因为他并没有假设被推导之结论的相反对立面;因为出于必然属于所有,与Α属于所有Γ并不对立,而出于必然不属于任何事物,与不属于任何事物也不对立;然而他却假设了这些。不仅如此,从这些假设中被证明的事物,正如他自己也指出的那样,并不是不可能的,而是虚假的;因为所假设的也是虚假的。因为这并不是不可能的;因为属于所有的事物并非不可能同时也出于必然属于它的某些事物,而不属于任何事物的事物也并非被妨碍同时也出于必然不属于它的某些事物。因此,虚假的推论随虚假的假设而来。因为随不可能之物而来的是不可能之物,而随虚假之物而来的是虚假之物。此外,就这一证明而言,所提出的论题尚未确立;因为通过将出于必然属于所有作为虚假之物予以消除,属于所有并不必然就已经成为真实的;因为通过对某物的消除与推翻而必然被确立的只是其对立面;而这些并不是对立面。因此,他自己似乎也对这种证明方式并非完全确信,而是补充使用它来表明:如果把结论取为必然的时随之得出某种虚假,而取为实然的时则不然,并且既然前提是如此的,结论也必须是如此的,那么它就能够被证明是实然的。因为他并未对所要证明的论点使用归谬法,而是采取了另一前提——用必然前提代替实然前提——并由它和所设定的另一前提即小前提构成某种推论组合,在发现被推导出的结论是虚假的时,便将此补充用于证明结论并不成为必然的。

语法注3 条
  1. 2.60ἀλλὰ μεταλαβὼν ἄλλην πρότασιν, ἀντὶ τῆς ὑπαρχούσης ἀναγκαίαν, καὶ ποιήσας τινὰ ἐκ ταύτης τε καὶ τῆς ἑτέρας τῶν κειμένων τῆς ἐλάττονος συλλογιστικὴν συζυγίαν εὑρὼν τὸ συναγόμενον ψεῦδος ὂν τούτῳ προσχρῆται εἰς τὸ μὴ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα

    由连续的分词(μεταλαβών、ποιήσας、εὑρών)层层铺垫导向主动词 προσχρῆται 及其与格补足语 τούτῳ 的长句。εὑρὼν τὸ συναγόμενον ψεῦδος ὄν 是感知动词后带补充性分词的结构(“发现推导出的结论是虚假的”)。τούτῳ 指代前述所得出的结果及整个反驳程序。

  2. 2.60ἣν πεποίηται δεῖξιν

    关系代词 ἣν 将先行词 δεῖξιν 吸引纳入关系节内的先行词吸引(倒引)结构。句子的基本骨架是 δεῖ μέντοι εἰδέναι, ὅτι ἡ δεῖξις, ἣν πεποίηται, ἔοικε μὲν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ…(“然而必须了解,他所做出的证明类似于归谬法……”)。

  3. 2.60ἀλλὰ προσχρῆται αὐτῷ δεικνύς, ὅτι, εἰ ἀναγκαίου ληφθέντος τοῦ συμπεράσματος ψεῦδός τι ἕπεται, ὑπάρχοντος δὲ μή, δεῖ δὲ τοιοῦτον αὐτὸ εἶναι, ἐπεὶ καὶ αἱ προτάσεις τοιαῦται, ὑπάρχον δεικνύοιτο ἄν

    从属于主句动词 προσχρῆται 的分词 δεικνύς 引导 ὅτι 从句。在该从句内部,并列的条件分句(εἰ... ἕπεται 与 δεῖ δὲ...)引导潜在断定性的归结分句(ὑπάρχον δεικνύοιτο ἄν)。ἀναγκαίου ληφθέντος... 与 ὑπάρχοντος [ληφθέντος]... 构成属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:130.25-131.29