← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§129.8-130.24

大前提为必然的混合推论之无矛盾性与词项检视

亚历山大阐述了在大前提为必然且小前提为实然的混合三段论中何以不产生虚假,通过具体词项证实了仅小前提为必然时结论并非必然,并批判性地检视了亚里士多德在大前提为必然时确立结论必然性的论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.58

" Ἐνδέχεται δὲ τοιοῦτόν τι εἶναι." Ἀντὶ τοῦ ‘ἐνδέχεται γάρ’· τὸ γὰρ κατάλληλον ἐν τῇ λέξει τοῦτο.1 οὐκέτι δέ, εἰ τῆς μείζονος ἀναγκαίας οὔσης ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἀναγκαῖόν τις λέγοι τὸ συμπέρασμα γίνεσθαι, τοιοῦτό τι ψεῦδος ἕπεται. ἂν γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχῃ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχῃ μόνον, καὶ ληφθῇ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, οὔτε ἐν πρώτῳ σχήματι οὔτε ἐν τρίτῳ ὅμοιον τῷ προειρημένῳ ψεῦδος συνάγεται· συνάγεται γὰρ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχον, ἂν ᾖ συγκεχωρημένον τὸ ἀναγκαίας οὔσης τῆς μείζονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἢ τινὶ ὑπάρχειν μόνον, εἰ λέγοι τις ὑπάρχον γίνεσθαι καὶ ἐν τῇ τοιαύτῃ μίξει τὸ συμπέρασμα, ὧν οὐδέτερον ψεῦδος κειμένου τοῦ Α παντὶ τῷ Β ὑπάρχειν ἐξ ἀνάγκης. ὥστε εἰκὸς αὐτὸν καὶ ὑπὸ ταύτης κινηθέντα τῆς διαφορᾶς, ἐν ᾗ μὲν μίξει ἡ μείζων ἀναγκαία, ἀναγκαῖον θέσθαι τὸ συμπέρασμα, ἐν ᾗ δὲ ἡ ἐλάττων, ὑπάρχον.

“然而它是某种这样的事物是可能的。” 这代替了“因为是可能的”;因为在字句中适切的正是这个。但是,若有人说在大前提为必然、小前提为实然的情况下结论成为必然的,却不再有任何这样的虚假随之而来。因为如果Α出于必然属于所有Β,而Β仅属于所有Γ,并且取Α出于必然属于所有Γ,那么无论是在第一格还是在第三格中,都不会推导出形如前述的虚假;因为如果承认大前提为必然时结论成为必然的,则推导出Α出于必然属于某个Β,或者如果有人说即使在这样的混合中结论也成为实然的,则仅推导出属于某个Β,而当设定Α出于必然属于所有Β时,这两者都不是虚假的。因此,很可能他也是受此差异的推动,而在大前提为必然的混合中将结论设定为必然的,在小前提为必然的混合中将结论设定为实然的。

§2.59

"Ἔτι καὶ ἐκ τῶν ὅρων φανερόν, ὅτι οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Καὶ ἐπὶ τῶν ὅρων ἐλέγχει τε καὶ δείκνυσιν· εἰ γὰρ εἴη τὸ μὲν Α κίνησις τὸ δὲ Β ζῷον τὸ δὲ Γ ἄνθρωπος, ἔσται κίνησις μὲν παντὶ ζῴῳ ὑπαρχόντως, τὸ δὲ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ κίνησις παντὶ μὲν ὑπάρξει ἀνθρώπῳ, οὐ μὴν ἐξ ἀνάγκης. ἄξιον δὲ ἐνταῦθα ἐπιστῆσαι, πῶς ἐπὶ ταύτης τῆς συμπλοκῆς διὰ τῶν ὅρων ἐλέγξας μὴ συναγόμενον ἀναγκαῖόν τι συμπέρασμα οὐκέτι τὸ αὐτὸ τοῦτο συνεῖδε δυνάμενον δείκνυσθαι καὶ ἐπὶ τῶν τὴν μείζονα καθόλου τε καὶ ἀναγκαίαν ἐχουσῶν συζυγιῶν·2 καὶ γὰρ ἐπ’ ἐκείνων ὁμοίως ἡ τῶν αὐτῶν ὅρων παράθεσις δείκνυσι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα· ἂν γὰρ λάβωμεν ζῷον παντὶ ἀνθρώπῳ καὶ ἄνθρωπον παντὶ κινουμένῳ, συναχθήσεται τὸ ζῷον παντὶ κινουμένῳ· ἀλλ’ ἔοικεν ἐπακολουθῆσαι μόνῳ τῷ κατὰ παντὸς ἐξ ἀνάγκης ὡς σημαίνοντι “ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται” ἐξ ἀνάγκης. εἰ μὲν οὖν οὕτως ἔχοντα λαμβάνει τὰ ὑπὸ τὸ Β ὡς τοῦ Β τινὰ ὄντα, ἐξ ἀνάγκης αὐτῶν ἔλαβε τὸ Α κατηγορεῖσθαι. τοῦτο δὲ ἦν ἀληθές, εἰ πάντα τὰ ὑπὸ τὸ Β μέρη τοῦ Β ἦν καὶ οὕτως αὐτοῦ τινα ὡς ἐν τῇ οὐσίᾳ αὐτοῦ εἶναι. εἰ δὲ δύναταί τινα τῶν ὑπὸ τὸ Β καὶ χωρίζεσθαι αὐτοῦ, οὐκέτι τοῖς οὕτως οὖσιν ὑπὸ τὸ Β ἐξ ἀνάγκης τὸ Α ὑπάρξει. ἦν δὲ ἐπὶ τῆς καθόλου ὑπαρχούσης τῆς παραγωγῆς ταύτης αἰτία·3 ἐπεὶ γὰρ ἐν ἐκείνῃ πάντως ὑπάρχειν δεῖ τὸ Α τοῖς ὑπὸ τὸ Β, ἂν παντὶ τῷ Β ὑπάρχῃ, ἀκολουθεῖν δοκεῖ καὶ τὸ Α ἀναγκαίως αὐτοῖς ὑπάρξειν, ἐὰν ἀναγκαίως ὑπάρχῃ παντὶ τῷ Β· τοῦτο δέ, ἐπεὶ τὰ ὑπὸ τὸ Β τινὰ τοῦ Β ἐστίν. ἀλλὰ τὸ τινὰ τοῦ Β εἶναι κοινότερον λεγόμενον φαντασίαν ἀποστέλλει ὡς ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντων· οὐχ οὕτω 〈δ’〉 ἐχόντων αὐτῶν, οὐδ’ ἂν τὸ Α αὐτοῖς ἐξ ἀνάγκης ὑπάρχοι· τὸ γὰρ ἐξ ἀνάγκης ὑπάρχον οὐ νῦν μόνον ἀλλὰ καὶ ὕστερον ὑπάρχει. διὸ ὑπάρχουσαν οὐ τίθησιν· ἐν τούτοις γὰρ τὸ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης κατηγορούμενον ἐξ ἀνάγκης ὑπάρξει καὶ τοῖς ὑπὸ τὸ Β, ἐν οἷς ἐστιν ἐξ ἀνάγκης. ἐπὶ μέντοι τοῦ κατὰ παντὸς τοῦ Β ὑπαρχόντως κατηγορουμένου ἀληθές ἐστι τὸ μηδὲν εἶναι κατηγορούμενον τῶν ὑπὸ τὸ Β, καθ’ ὧν οὐ κατηγορηθήσεται τὸ κατὰ παντὸς τοῦ Β λεγόμενον, ὅτι, καὶ ὧν ἀναγκαίως τὸ Β κατηγορεῖται καὶ ὧν ὑπαρχόντως, τούτοις εἰπεῖν ὑπάρχειν τὸ κατὰ παντὸς αὐτοῦ κατηγορούμενον ἀληθές. οὐκέτι μέντοι ἀληθὲς τὸ ὧν τὸ Β ὑπαρχόντως κατηγορεῖται, τούτων τὸ κατὰ τοῦ Β ἐξ ἀνάγκης παντὸς κατηγορούμενον κατηγορηθήσεσθαι ἐξ ἀνάγκης· τὸ μὲν γὰρ ἐξ ἀνάγκης ὑπάρχον ὑπάρχειν εἰπεῖν ἀληθές, τὸ δ’ ὑπάρχον ἁπλῶς ἐξ ἀνάγκης εἰπεῖν ὑπάρχειν οὐκ ἀληθές. ὅτι δὲ ἡ ὑπάρχουσα καθόλου ὑπόθεσίς ἐστιν, ἐδήλωσε καὶ ἄρτι, δι’ ὧν παρέθετο ὅρων.

“此外,从词项上也显而易见结论将不是必然的。” 他在具体词项上也进行了驳斥并加以证明;因为如果Α是运动,Β是动物,Γ是人,那么运动将实然地属于所有动物,而动物出于必然属于所有人,并且运动将属于所有人,但决非出于必然。不过在此值得注意的是,他在这种组合中通过词项以反驳表明并未推导出任何必然结论之后,何以不再看出这完全相同的事情在具有全称且必然的大前提的各组合中同样能够被证明;因为在那些组合中,并置相同的词项同样证明结论并不成为必然的;因为如果我们取动物属于所有人,人属于所有运动的事物,那么动物属于所有运动的事物将被推导出来。但他似乎仅仅依从了“出于必然适用于一切”,将其理解为意味着“当无法取得主项中述项不会出于必然被述说的任何事物时”。因此,如果他把处于Β之下的事物作为是Β的某种事物那样来把握,他就接受了Α出于必然被述说于它们。而这如果处于Β之下的所有事物都是Β的部分、并且是以在其本质中的方式作为其某种事物,本是真实的。但如果处于Β之下的某些事物也能够与它分离,那么Α对于这样处于Β之下的事物就不再出于必然属于了。而在全称实然前提中存在着这种谬误推论的原因;因为既然在那一前提中,如果Α属于所有Β,Α就无论如何必须属于处于Β之下的事物,那么如果Α出于必然属于所有Β,似乎也就随之得出Α将出于必然属于它们;而这是因为处于Β之下的事物是Β的某种事物。然而,“是Β的某种事物”这一较为宽泛的说法,产生了一种仿佛它们存在于其本质之中的假象;但如果它们并非如此,Α也就不会出于必然属于它们;因为出于必然属于的事物不仅在现在属于,而且在后来也属于。因此他并不把它设定为实然的;因为在这些事物中,出于必然就所有Β而被述说的事物,对于处于Β之下的事物也将出于必然属于——在那些它出于必然存在的事物中。然而,对于就所有Β实然地被述说的事物而言,“在处于Β之下的事物中没有任何一个述说对象是就所有Β所说的事物不会被述说于其上的”是真实的,因为无论对于Β被必然述说的事物,还是对于Β被实然述说的事物,说就其全部被述说的事物属于它们都是真实的。然而,对于Β被实然述说的事物而言,出于必然就所有Β被述说的事物将被出于必然述说,这却不再是真实的;因为说出于必然属于的事物属于是真实的,但说单纯属于的事物出于必然属于却不是真实的。而全称实然前提是一个假定,他也通过刚才所并置的词项表明了这一点。

语法注3 条
  1. 2.58Ἀντὶ τοῦ ‘ἐνδέχεται γάρ’· τὸ γὰρ κατάλληλον ἐν τῇ λέξει τοῦτο.

    将引文中的连词δέ解释为表原因的γάρ。鉴于该句是为上文(即仅仅属于全部的事物完全可能不属于任何事物)提供理由,故其行文脉络实际上对应于γάρ。

  2. 2.59ἄξιον δὲ ἐνταῦθα ἐπιστῆσαι, πῶς ἐπὶ ταύτης τῆς συμπλοκῆς διὰ τῶν ὅρων ἐλέγξας μὴ συναγόμενον ἀναγκαῖόν τι συμπέρασμα οὐκέτι τὸ αὐτὸ τοῦτο συνεῖδε δυνάμενον δείκνυσθαι καὶ ἐπὶ τῶν τὴν μείζονα καθόλου τε καὶ ἀναγκαίαν ἐχουσῶν συζυγιῶν

    非人称结构ἄξιον ἐπιστῆσαι(值得注意)统辖由πῶς ... συνεῖδε引导的间接疑问从句。分词ἐλέγξας与主语(亚里士多德)一致,其宾语为带分词的结构μὴ συναγόμενον ἀναγκαῖόν τι συμπέρασμα。主干动词συνεῖδε的宾语为τὸ αὐτὸ τοῦτο,后接补充性分词δυνάμενον δείκνυσθαι。

  3. 2.59ἦν δὲ ἐπὶ τῆς καθόλου ὑπαρχούσης τῆς παραγωγῆς ταύτης αἰτία

    此处出现语序倒置(hyperbaton)。句子的主语是αἰτία,属格短语τῆς παραγωγῆς ταύτης(这一谬误推论的)修饰主语。介词短语ἐπὶ τῆς καθόλου ὑπαρχούσης意为“在全称实然前提中”,指明该谬误产生的领域或所在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:129.8-130.24