← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§12.4-13.4

证明前提与辩证前提的差异

关于亚里士多德在24a22中对证明前提与辩证前提所作的区分,亚历山大阐明了这一区分与前提的普遍定义的关系以及与《论题篇》中定义的差别,并指出辩证家对矛盾的两端提出提问,而证明者则无须提问、直接从第一原理出发自行设定一端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

" Διαφέρει δὲ ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς, ὅτι ἡ μὲν ἀποδεικτικὴ λῆψις θατέρου μορίου τῆς ἀντιφάσεώς ἐστιν." Εἰπὼν τὸν κοινὸν λόγον τῆς προτάσεως προστίθησι καὶ τὰς διαφοράς, αἷς διαφέρουσιν ἀλλήλων ἥ τε ἀποδεικτικὴ καὶ ἡ διαλεκτική, ἅμα μὲν δεικνύς, ὅτι ἐν ταύταις ἐστὶν ὁ κοινός τε καὶ ἀποδεδομένος λόγος τῆς προτάσεως καὶ οὐ κατὰ τοῦτό ἐστιν αὐταῖς ἡ διαφορά· ἐν πάσαις γὰρ ταῖς προτάσεσι ταῖς συλλογιστικαῖς ὁ ἀποδεδομένος λόγος· οὐ μὴν καὶ ἐν τῇ ἐρωτήσει· οὐδὲ γὰρ ἁπλῶς ἐκείνη πρότασις, ἀλλὰ τὸ ὅλον διαλεκτικὴ πρότασις. ἅμα δὲ καὶ ἐπεὶ ἐν τοῖς Τοπικοῖς ὁριζόμενος τὴν πρότασιν λόγον ἀποδέδωκεν αὐτῆς, ὅτι ἐστὶ πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος, ἵνα μὴ τις ὑπολάβῃ τῆς καθόλου προτάσεως ἐκεῖνον εἶναι λόγον, καὶ ἐνταῦθα διαστέλλεται1 καὶ τῶν προτάσεων τὰς διαφορὰς δηλοῖ δεικνύς, ὅτι τῆς κοινῶς λεγομένης προτάσεως τῆς πρὸς τὸ κοινῶς συλλογίσασθαι λαμβανομένης ὁ ἀποδεδομένος νῦν λόγος ἐστὶν ἀλλ’ οὐχ ὁ ἐν τοῖς Τοπικοῖς εἰρημένος· ἐκεῖνος γὰρ διαλεκτικῆς ἐστι προτάσεως λόγος καὶ ταύτης οὐδέπω συλλογιστικῆς. κατὰ γὰρ τὰς διαφορὰς τῶν συλλογισμῶν διαφοραὶ καὶ προτάσεών εἰσιν, ὄντος τινὸς κοινοῦ προτάσεως λόγου ὥσπεροῦν καὶ συλλογισμοῦ. ἐπὶ πλέον μὲν οὖν περὶ τῆς ἀποδεικτικῆς προτάσεως, τίνι τῶν ἄλλων διαφέρει, ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς διαλαμβάνει· καὶ γὰρ τῇ ὕλῃ διαφέρει αὐτῶν (ἀληθὴς γὰρ καὶ προτέρα καὶ γνώριμος καὶ ἀναγκαία) καὶ τῇ χρήσει τε καὶ τῇ λήψει, ὅτι μὴ ἐρωτᾷ ὁ ἀποδεικνύς. νῦν δὲ ἐνδείκνυται αὐτῆς τὴν πρὸς τὴν διαλεκτικὴν πρότασιν διαφορὰν ἀπὸ τοῦ τρόπου τῆς λήψεως πρῶτον, ὅτι μὴ ἐν ἐρωτήσει κεῖται ἡ ἀποδεικτικὴ μηδὲ δι’ ἐρωτήσεως λαμβάνεται. ὁ μὲν γὰρ ἐρωτῶν τὴν ἀντίφασιν ὡς παρεσκευασμένος παντὶ τῷ ὑποκειμένῳ ὑπὸ τοῦ ἀποκρινομένου ἐνστῆναι καὶ ἀνελεῖν αὐτὸ διὰ τοῦ ἐσομένου ὑπ’ αὐτοῦ συλλογισμοῦ, δι’ ὧν ἐκεῖνος ἀποκρινόμενος δίδωσιν, οὕτως ἐρωτᾷ.2 τοιοῦτος δέ ἐστιν ὁ διαλεκτικὸς ὁ ἐξ ἐνδόξων συλλογιζόμενος· εὐπορῆσαι γὰρ οἷόν τε ἐνδόξων καὶ πρὸς τὰ ἀντικείμενα. ὁ δὲ ἀποδεικνὺς οὐκ ἐκ πάντων τῶν δοθέντων ἀποδείξει· οὐ γὰρ οἷόν τε τὰ ἀντικείμενα ἀλλήλοις ἀληθῆ εἶναι. οὐκ ἐρωτᾷ οὖν ὁ ἀποδεικνύς, ἀλλὰ παρ’ ἑαυτοῦ λαμβάνει· τὸ γὰρ ἀκόλουθον ταῖς ἀρχαῖς λαμβάνει καὶ ταῖς ὑποθέσεσιν, ὡς ἐν τῇ γεωμετρίᾳ γινόμενον ὁρῶμεν· οὐ γὰρ ὁ βουλόμενος δεῖξαι τοῦ τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας διὰ προτάσεων δείκνυσιν ἐξ ἐρωτήσεως δοθεισῶν.

“然而证明前提不同于辩证前提,因为证明前提是对矛盾命题两个部分之一的选取。” 在陈述了前提的共同定义之后,他也补充了证明前提与辩证前提彼此相异的差别。这一方面是为了表明,前提的共同且已被给出的定义存在于这些之中,它们的差别并不在于这一点(因为在所有推论前提中都存在着被给出的定义;然而在提问中则不然,因为那根本不是单纯的前提,至多只是整体上的辩证前提);另一方面也是因为,他在《论题篇》中界定前提时给出的定义是:辩证前提乃是广受承认的提问,为了不让人以为那是普遍前提的定义,他在此处也作了区分,阐明诸前提的差别,表明现在所给出的定义乃是通常所谓的、为了一般性推论而被选取的前提的定义,而不是《论题篇》中所说的那一个;因为那一个是辩证前提的、而且还是尚非推论性的〔前提〕的定义。因为随着推论的差别,前提也有差别,正如存在推论的某种共同定义一样,也存在前提的某种共同定义。关于证明前提在哪些方面不同于其他前提,他固然在《后分析篇》中作了更充分的论述;因为证明前提在质料上也不同于它们(因为它是真的、在先的、已知的且必然的),在运用和选取上也不同,因为证明者并不提问。但现在,他首先从选取的模式上指出了它对辩证前提的差别,即证明前提并不在于提问,也不通过提问而被选取。因为以矛盾命题提问的人之所以如此提问,乃是作为已经准备好反对应答者所设定的任何观点、并通过将由自己借对方在应答中所给予的东西构建的推论来驳倒它的人。从广受承认的事物进行推论的辩证家正是这样的人;因为即便针对相反的立论,也能够充裕地找到广受承认的观点。然而证明者并非从一切被给予的东西出发都会进行证明;因为相反者彼此不可能同为真。因此,证明者并不提问,而是自行设定;因为他选取的是从原理和假设中得出的东西,正如我们在几何学中所见到的那样;因为想要证明三角形的三内角之和等于两直角的人,并不是通过提问所得的前提来证明的。

语法注2 条
  1. 1.4ἐπεὶ ἐν τοῖς Τοπικοῖς ὁριζόμενος τὴν πρότασιν λόγον ἀποδέδωκεν αὐτῆς, ὅτι ἐστὶ πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος, ἵνα μὴ τις ὑπολάβῃ τῆς καθόλου προτάσεως ἐκεῖνον εἶναι λόγον, καὶ ἐνταῦθα διαστέλλεται

    在原因从句(ἐπεὶ...)与目的从句(ἵνα μή...)先行之后,主句开头的 καί(即所谓的总结性/后承性 καί,apodotic καί)引出了主句动词 διαστέλλεται(“在此处也作了区分”)。整个句子的骨架对应于前文的 ἅμα μὲν δεικνύς 与此处的 ἅμα δὲ ... διαστέλλεται。

  2. 1.4ὁ μὲν γὰρ ἐρωτῶν τὴν ἀντίφασιν ὡς παρεσκευασμένος παντὶ τῷ ὑποκειμένῳ ὑπὸ τοῦ ἀποκρινομένου ἐνστῆναι καὶ ἀνελεῖν αὐτὸ διὰ τοῦ ἐσομένου ὑπ’ αὐτοῦ συλλογισμοῦ, δι’ ὧν ἐκεῖνος ἀποκρινόμενος δίδωσιν, οὕτως ἐρωτᾷ

    该句的核心框架为主语 ὁ ἐρωτῶν τὴν ἀντίφασιν 与主谓语 οὕτως ἐρωτᾷ,中间插入了由分词短语 ὡς παρεσκευασμένος 及其不定词(ἐνστῆναι 和 ἀνελεῖν)构成的修饰成分。动词 ἐνστῆναι 支配与格补足语 παντὶ τῷ ὑποκειμένῳ,而关系从句 δι’ ὧν ἐκεῖνος ἀποκρινόμενος δίδωσιν 省略了先行词(应答者给予的前提),修饰 συλλογισμοῦ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:12.4-13.4