← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§125.3-126.8

大前提为必然的混合三段论与全称定义的论证

亚历山大反驳了认为亚里士多德所说的“有时”是指结论仅在特定质料上才必然的解释,指出该词指的是大前提为必然的这一混合形式本身。在提及自己论述该分歧的专门著作之后,他根据“述说于全部”的定义阐明了亚里士多德本人的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.54#2

Τὸ μὲν οὖν λέγειν μηδὲ Ἀριστοτέλην ἐνταῦθα εἰρηκέναι ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἀλλ’ ἐφ’ ὕλης τινός, καὶ τοῦτο πιστοῦσθαι ἐκ τοῦ οὕτως εἰρηκέναι αὐτὸν συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης1 ***· τὸ γὰρ ποτὲ οὐκ ἐπὶ τῆς μίξεως τῆς τοιαύτης κεῖται ὡς ποτὲ μὲν ἐν τῇ τοιαύτῃ μίξει ἀναγκαίου γινομένου τοῦ συμπεράσματος ποτὲ δὲ οὔ, ἀλλ’ ἐπὶ τῆς μίξεως ὅλως· ποτὲ γὰρ ἐν τῇ μίξει τῇ ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα· οὐ γὰρ ἀεί, ἐπεὶ μὴ καὶ τῆς ἐλάττονος ἀναγκαίας ληφθείσης ἀναγκαῖον λέγει τι συνάγεσθαι. τὸ οὖν ποτὲ τοῦ τρόπου τῆς μίξεως δηλωτικόν ἐστιν, οὐ τοῦ ἐν τῷ αὐτῷ τρόπῳ καὶ τῇ αὐτῇ συμπλοκῇ ποτὲ μὲν ἀναγκαῖον γίνεσθαι ποτὲ δὲ ὑπάρχον τὸ συμπέρασμα. καὶ τοῦτο αὐτὸς σαφῶς ἐδήλωσε, δι’ ὧν ἐπιφέρει, λέγων πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς πρὸς τὸ μεῖζον ἄκρον, ὡς τούτου χάριν τὸ ποτὲ προσθείς. καὶ γὰρ γελοῖον τὸ ἡγεῖσθαι αὐτὸν διὰ τοῦτο τὸ ποτὲ λέγειν, ὅτι ἐπὶ ὕλης τινὸς ἐν τῇ τοιαύτῃ συμπλοκῇ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα. οὕτως μὲν γὰρ οὐδὲν ἂν κωλύοι καὶ τὰς ἀσυλλογίστους συζυγίας συλλογιστικὰς λέγειν ποτέ· εὑρεθήσονται γὰρ ἐπὶ ὕλης τινὸς συνάγουσαι. ἐν γοῦν τῷ δευτέρῳ σχήματι ἡ ἐκ δύο καθόλου καταφατικῶν, εἰ εἶεν οἱ ἄκροι ἐπ’ ἴσης ἀλλήλοις, τοιούτων ὅρων εἰλημμένων καθόλου καταφατικὸν συνάξει· ἂν γὰρ ᾖ πᾶς ἄνθρωπος ζῷον, ἀλλὰ καὶ πᾶν γελαστικὸν ζῷον, καὶ πᾶς ἄνθρωπος γελαστικὸν συνάγεται. ἀλλ’ οὐ διότι ποτὲ συνάγεταί τι ἐπὶ ὕλης τινός, ἤδη συλλογιστικὴ ἡ συμπλοκή. ἔτι δὲ εἰ τοῦτο ἐβούλετο δηλοῦν, ὡς ἔδειξεν, ἔδειξεν ἄν,2 ἐφ’ ἧς ὕλης τοῦτο οὕτως ἔχει· τοῦτο γὰρ ἦν τοῦ διὰ τοῦτο τὸ ποτὲ προστεθεικότος. ὁ δὲ τοῦτο μὲν οὐ ποιεῖ, ἐπὶ δὲ τῶν στοιχείων προάγει τὸν λόγον, ἐφ’ ὧν τὰς καθολικὰς δείξεις ποιεῖται τῷ μηδὲν μᾶλλον τῇδε ἢ τῇδε τῇ ὕλῃ δύνασθαι ἐφαρμόζειν. διὸ τοῦτο μὲν παραιτητέον ὡς κενὸν παντάπασι. παραιτητέον δὲ καὶ τὴν ἐπὶ πλέον ἐξέτασιν τοῦ λεγομένου· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς Περὶ τῆς κατὰ τὰς μίξεις διαφορᾶς Ἀριστοτέλους τε καὶ τῶν ἑταίρων αὐτοῦ γεγραμμένοις. οἷς δὲ Ἀριστοτέλης τε ἐχρήσατο πρὸς τὴν τοῦ λεγομένου πίστιν καὶ οἷς χρήσαιτο ἄν τις παριστάμενος τῷ τὸ λεγόμενον ὑπ’ αὐτοῦ ὑγιὲς εἶναι, ταῦτα παραθησόμεθα. αὐτὸς μὲν οὖν ἐχρήσατο τῷ κατὰ παντός. ἐπεὶ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστὶ καὶ τὶ τοῦ Β, εἴη ἂν καὶ κατὰ τοῦ Γ ἐξ ἀνάγκης· ὁ γὰρ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, κἂν κατὰ τῶν ὑπὸ τὸ Β ἐξ ἀνάγκης κατηγοροῖτο,3 εἴ γε τὸ κατὰ παντός ἐστιν, “ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται”· τὸ δὲ Γ τὶ τῶν Β ἐστί. καὶ γὰρ τὸ κατὰ παντὸς ἐξ ἀνάγκης ὁμοίως λαμβάνεται, ὡς προεῖπεν ἐπὶ τῶν ἀναγκαίων εἰπὼν “τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει, καὶ τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντὸς ὁμοίως ἀποδώσομεν”.

因此,声称连亚里士多德在此也没有说过在此类混合中结论会成为必然的,而只是在某种质料中如此,并依据他这样说过“但有时即使只有一条前提是必然的,[三段论也会成为必然的]”来证实这一点,[是……]***。因为“有时”并不是针对此类混合而言,仿佛在此类混合中结论有时成为必然的而有时不,而是针对一般的混合而言;因为在必然与实然的混合中,结论有时成为必然的;因为并非总是如此,因为他并不说当小前提被取为必然时也能推导出任何必然结论。因此,“有时”指示的是混合的模式,而不是在相同的模式与相同的结合中结论有时成为必然的而有时成为实然的。而且他自己通过接下来的论述清楚表明了这一点,他说“不过不是任意一条前提,而是针对大极项的前提”,因为他是为此缘故而加上了“有时”。因为认为他出于这个原因说“有时”——即在此类结合中在某种质料上结论成为必然的——确实是荒谬的。 因为这样一来,也就没有任何东西能阻止人们把不成三段论的组合有时也称为成三段论的了;因为它们将被发现在某种质料上能够得出结论。无论如何,在第二格中,由两条全称肯定前提构成的组合,如果两极项彼此等同,在取入这样的项时将得出全称肯定的结论;因为如果所有人都是动物,而且所有会笑之物也都是动物,那么推导出的结论就是所有人都是会笑之物。但不能因为在某种质料上有时能得出某种结论,这种结合就已经构成了三段论。再者,如果他想要说明这一点,正如他[在别处]曾指出的那样,他本就会指明在何种质料上情况确是如此;因为这本是出于这个原因加上“有时”的人所当做的。但他并没有这样做,而是在字母项上推进论证,在这些项上他进行全称论证,这是由于它能够无差别地适用于这一质料或那一质料。因此,这种[解释]必须作为全然虚妄之谈予以摒弃。 对于这一论述的进一步考察也应予以搁置;因为这已在我们所著的《论亚里士多德与其同伴在混合上的分歧》中论述过了。然而,亚里士多德用来确证其说法之物,以及支持他的说法为正确者所可能使用的论据,我们将把它们呈列出来。他自己使用了“述说于全部”[的定义]。因为既然Α出于必然述说于所有Β,而Γ处于Β之下并且是Β的某种个体,那么Α也将出于必然述说于Γ;因为如果“述说于全部”是指“当不能取得主项中谓项不会述说于它的任何部分时”,那么出于必然述说于所有Β的事物,也将出于必然谓述于处于Β之下的事物;而Γ正是Β中的某种事物。因为出于必然的“述说于全部”是以同样方式被理解的,正如他在论述必然前提时预先说过:“因为否定命题以同样方式换位,而处于全体之中与述说于全部我们将以同样方式规定。”

语法注3 条
  1. 2.54Τὸ μὲν οὖν λέγειν μηδὲ Ἀριστοτέλην ἐνταῦθα εἰρηκέναι ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἀλλ’ ἐφ’ ὕλης τινός, καὶ τοῦτο πιστοῦσθαι ἐκ τοῦ οὕτως εἰρηκέναι αὐτὸν συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ***

    句首由带冠词的不定式短语 Τὸ μὲν οὖν λέγειν ... καὶ τοῦτο πιστοῦσθαι ... 构成主语从属结构,但在星号 *** 标记的文意脱漏处缺少其主要谓语(如 γελοῖόν ἐστιν 或 ψευδές ἐστιν),致使句子未完。后文的 καὶ γὰρ γελοῖον τὸ ἡγεῖσθαι...(“因为认为……确实是荒谬的”)印证了缺失的谓词是对该说法的否定与驳斥。

  2. 2.54ὡς ἔδειξεν, ἔδειξεν ἄν

    这是由 εἰ τοῦτο ἐβούλετο δηλοῦν 引导的反事实条件句的后结句,以 ἔδειξεν ἄν(不定过去时直陈式 + ἄν)为主谓语。前面的 ὡς ἔδειξεν 作为插入性的比较从句(“正如他[在别处]曾指出的那样”)起作用,形成了动词 ἔδειξεν 的重叠结构。

  3. 2.54ὁ γὰρ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, κἂν κατὰ τῶν ὑπὸ τὸ Β ἐξ ἀνάγκης κατηγοροῖτο

    阳性冠词 ὁ 作实质化用法,指代上下文中的“大极项”(ὁ μείζων ἄκρος)或“被谓述的项”(ὁ κατηγορούμενος ὅρος)。前半句省略了分词或动词(如 κατηγορούμενος),句式骨架为“出于必然述说于所有Β之物,亦将出于必然谓述于处于Β之下之物”。后半句中的 κἂν ... κατηγοροῖτο 是 καὶ ἄν ... κατηγοροῖτο 的混写(潜能祈愿气)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:125.3-126.8