← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§123.25-125.2

必然与实然前提的混合及结论随弱律

亚历山大阐述了亚里士多德关于必然前提与实然前提的混合三段论学说(30a15),即大前提为必然时结论亦为必然;并对比了泰奥弗拉斯托斯和欧德谟基于“结论随弱律”及反例论证结论始终只能为实然的反对意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.54#1

" Συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸν συλλογισμόν, πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς πρὸς τὸ μεῖζον ἄκρον." Εἰπὼν πρῶτον μὲν περὶ τῶν ἐξ ὑπαρχουσῶν ἀμφοτέρων τῶν προτάσεων γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν καὶ μετ’ ἐκείνους περὶ τῶν ἐξ ἀναγκαίων ἑξῆς λέγει περὶ τῶν ἐκ μίξεως ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν, τίνες τέ εἰσι, καὶ ποῖόν τι ἐν ταῖς μίξεσιν αὐτῶν γίνεται τὸ συμπέρασμα, καὶ τίνες αἱ κατὰ τὰς μίξεις τῶν τρόπων τούτων ἐν τοῖς γινομένοις συλλογισμοῖς διαφοραί. περὶ γὰρ τῶν κατὰ τὸ ἐνδέχεσθαι ἐπὶ τούτοις ἐρεῖ. φησὶ δή, ὅτι γίνεται ποτε ἐκ μίξεως ἀναγκαίας καὶ ὑπαρχούσης προτάσεως ἀναγκαῖον συμπέρασμα, καὶ πότε γίνεται τὸ συμπέρασμα τοιοῦτον, προστίθησιν. ἐν γὰρ πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου εἰ ἡ μείζων εἴη ἀναγκαία ἄν τε καταφατική, ὡς ἐν τῷ πρώτῳ ἀναποδείκτῳ, ἄν τε ἀποφατική, ὡς ἐν τῷ δευτέρῳ, ἀναγκαῖόν φησι γίνεσθαι τὸ συμπέρασμα. Οὗτος μὲν οὖν οὕτως λέγει. οἱ δέ γε ἑταῖροι αὐτοῦ οἱ περὶ Εὔδημόν τε καὶ Θεόφραστον οὐχ οὕτως λέγουσι, ἀλλὰ φασιν ἐν πάσαις ταῖς ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης συζυγίαις, ἐὰν ὦσι συγκείμεναι συλλογιστικῶς, ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα, τοῦτο λαμβάνοντες ἔκ τε τοῦ ἐν πάσαις ταῖς συμπλοκαῖς τὸ συμπέρασμα αἰεὶ τῷ ἐλάττονι καὶ χείρονι τῶν κειμένων ἐξομοιοῦσθαι· ἄν τε γὰρ ἐκ καταφατικῆς καὶ ἀποφατικῆς προτάσεως, συνάγεται ἀποφατικὸν τὸ συμπέρασμα, ἄν τ’ ἐκ καθόλου καὶ ἐπὶ μέρους, ἐπὶ μέρους καὶ τὸ συμπέρασμα. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν ταῖς μίξεσιν ἔχειν· ὑπάρχον γὰρ γίνεσθαι ἐν ταῖς ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης συμπλοκαῖς τῷ ἔλαττον εἶναι τὸ ὑπάρχον τοῦ ἀναγκαίου.1 ἀλλὰ καὶ τῷ λόγῳ τοῦτο δεικνύουσιν. εἰ γὰρ τὸ Β τῷ Γ ὑπάρχει μὲν παντί, οὐ μὴν ἐξ ἀνάγκης, ἐνδέχεται ποτε αὐτὸ καὶ ἀποζευχθῆναι αὐτοῦ· ὅτε δὴ τὸ Β τοῦ Γ ἀπέζευκται, τότε καὶ τὸ Α αὐτοῦ ἀποζευχθήσεται·2 εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀνάγκης αὐτῷ ὑπάρξει. ἀλλὰ καὶ ἐπὶ τῆς ὕλης δεικνύουσι τοῦτο ἔχον οὕτως. λαβόντες γὰρ τὴν μείζονα καθόλου ἀναγκαίαν ἀποφατικὴν ἢ καταφατικὴν καὶ τὴν ἐλάττονα καθόλου καταφατικὴν ὑπάρχουσαν δεικνύουσιν ὑπάρχον γινόμενον τὸ συμπέρασμα. τὸ γὰρ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὁ ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχέτω· οὐκέτι τὸ ζῷον παντὶ κινουμένῳ ἐξ ἀνάγκης. ἔτι εἰ τὸ μὲν ἐπιστήμην ἔχειν κατὰ παντὸς γραμματικοῦ ἐξ ἀνάγκης, τὸ δὲ γραμματικὸν κατὰ παντὸς ἀνθρώπου ὑπαρχόντως, οὐκέτι τὸ ἐπιστήμην ἔχειν κατὰ παντὸς ἀνθρώπου ἐξ ἀνάγκης. καὶ τὸ μὲν κινεῖσθαι διὰ σκελῶν κατὰ παντὸς περιπατοῦντος ἐξ ἀνάγκης, τὸ δὲ περιπατεῖν παντὶ ἀνθρώπῳ ὑπαρχέτω· οὐκέτι γὰρ τὸ κινεῖσθαι παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ τοῦτο εἰκότως γίνεσθαι δοκεῖ. εἰ γὰρ ὁ μείζων ἄκρος τῷ ἐλάττονι διὰ τοῦ μέσου ὅρου ἐπιφέρεται, ὅπως ἂν ὁ μέσος ἔχῃ πρὸς τὸν ἐλάττονα, οὕτως ἔχει καὶ ὁ μείζων πρὸς τὸν ἔσχατον· διὰ γὰρ τούτου ἐπιφέρεται ὁ μείζων τῷ ἐσχάτῳ· ὥστε ὡς ἂν οὗτος ἔχῃ πρὸς τὸν ἔσχατον,3 δι’ ὃν ὁ μείζων συνάπτεται τῷ ἐσχάτῳ, οὕτως ἕξει καὶ ὁ μείζων πρὸς τὸν ἔσχατον.

“但有时即使只有一条前提是必然的,三段论也会成为必然的,不过不是任意一条前提,而是针对大极项的前提。” 他首先论述了在每个格中由两条前提均为实然所形成的三段论,随后论述了由必然前提形成的三段论,接着他论述在每个格中由必然前提与实然前提的混合所形成的三段论:它们是哪些,在它们的混合中得出怎样的结论,以及在形成的三段论中根据这些模态的混合存在怎样的差异。因为关于或然模态的三段论他将在这些之后讨论。因此他说,有时从必然前提与实然前提的混合中会得出必然的结论,并且他补充了结论何时会成为如此。因为在第一格中,当两条前提均为全称时,如果大前提是必然的,无论如在第一种无可论证式中是肯定的,还是如在第二式中是否定的,他都说结论会成为必然的。 他本人固然是这样说的。然而他的同伴,欧德谟和泰奥弗拉斯托斯一派的人却不这样说,而是断言在所有由必然前提与实然前提构成的组合中,如果它们以成三段论的方式组合,结论都会成为实然的;他们是基于在所有结合中结论总是同化于假定前提中较弱和较差的一方这一事实而得出此点的。因为无论是由肯定前提和否定前提构成,推导出的结论都是否定的,还是由全称前提和特称前提构成,结论也都是特称的。因此在混合中也是同样的方式;因为在必然与实然的结合中得出实然结论,是由于实然逊于必然。不仅如此,他们还通过论证表明了这一点。因为如果Β归属于所有Γ,但并非出于必然,那么它有时也有可能与它脱离;当Β与Γ脱离时,Α届时也将与它[=Γ]脱离;如果这样,Α就不出于必然地归属于它。而且,他们也在质料上表明了情况确是如此。因为他们将大前提设定为全称必然的否定或肯定,将小前提设定为全称肯定的实然,从而表明结论成为实然的。因为动物出于必然归属于每个人,设人实然归属于每个运动之物:动物就不再出于必然归属于每个运动之物。再者,如果有知识出于必然述说于每个语法学家,而语法学家实然述说于每个人,那么有知识就不再出于必然述说于每个人。又如,用腿运动出于必然述说于每个行走之物,设行走归属于每个人:因为运动不再出于必然归属于每个人。而这似乎是合乎情理地发生的。因为如果大极项是通过中项附加于小项的,那么中项对小项处于何种关系,大极项对末项[=小项]也同样处于何种关系;因为大极项正是通过此项而附加于末项的;因此,大极项借以与末项相连接的这个中项对末项处于何种关系,大极项对末项也将处于何种关系。

语法注3 条
  1. 2.54τῷ ἔλαττον εἶναι τὸ ὑπάρχον τοῦ ἀναγκαίου

    带冠词的不定式与格短语(τῷ ἔλαττον εἶναι...)表示原因,说明前文“ὑπάρχον γὰρ γίνεσθαι...”的根据(“由于实然逊于必然”)。不定式的主语是 τὸ ὑπάρχον,ἔλαττον 为谓词,τοῦ ἀναγκαίου 为比较属格。

  2. 2.54ὅτε δὴ τὸ Β τοῦ Γ ἀπέζευκται, τότε καὶ τὸ Α αὐτοῦ ἀποζευχθήσεται

    由 ὅτε ... τότε 构成的时序与逻辑对应结构(“当……时,届时也……”)。代词 αὐτοῦ 指代小项 Γ,而非 Β。

  3. 2.54ὥστε ὡς ἂν οὗτος ἔχῃ πρὸς τὸν ἔσχατον, δι’ ὃν ὁ μείζων συνάπτεται τῷ ἐσχάτῳ, οὕτως ἕξει καὶ ὁ μείζων πρὸς τὸν ἔσχατον

    由 ὥστε 引导的结果从句中嵌套了相关比较结构(ὡς ἂν ... οὕτως ...),其中插入了修饰 οὗτος 的关系从句“δι’ ὃν ὁ μείζων συνάπτεται τῷ ἐσχάτῳ”。指示代词 οὗτος 指代中项(ὁ μέσος),构成整体句式骨架:“因此,大极项借以与末项相连接的这个中项对末项处于何种关系,大极项对末项也将处于何种关系”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:123.25-125.2