← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§126.8-127.16

辩护必然大前提混合推论的三种论据

亚里士多德主张在第一格中必然大前提与实然小前提的混合能得出必然结论,针对这一观点,亚历山大梳理并介绍了其拥护者所提出的三种辩护论据:实然小前提的严格真实性、“述说于全部”的定义、以及在第二格和第三格中进行的归谬证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.54#3

Οἱ δὲ παριστάμενοι τῇ δόξῃ αὐτοῦ οἱ μὲν τὴν ὑπάρχουσαν καθόλου καταφατικὴν ἐν τῇ τοιαύτῃ μίξει ἀληθῆ λαμβάνειν ἀξιοῦσι, μὴ πρὸς ὑπόθεσιν ἀλλὰ ἀληθῶς ὑπάρχουσαν· αἴτημα γὰρ ἐκείνως γίνεται καὶ οὐκέτ’ ἀληθὴς ἡ πρότασις. ληφθείσης δὲ ἀληθοῦς ἐν τῷ ὑπάρχειν καὶ καθόλου οὐδ’ ἐπὶ ὕλης τινὸς ἐλεγχθήσεται ψεῦδος τὸ λεγόμενον. τὸ γὰρ ἄνθρωπον παντὶ κινουμένῳ ὑπάρχειν οὐκ ἀληθὲς ὡς ὑπάρχον καθόλου· ἀλλ’ οὐδὲ τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ· ἀλλ’ οὐδὲ τὸ περιπατεῖν παντὶ ἀνθρώπῳ. ἐπὶ δὲ τῶν οὕτως λαμβανομένων ὑπαρχουσῶν τῷ μὴ εἶναι αὐτὰς ὡς καθόλου λαμβανομένας ἀληθεῖς ὑπαρχούσας1 οὐκ ἀναγκαῖον τὸ συμπέρασμα. καίτοι τί ἐροῦσιν, ὅταν ἡ ἐλάττων μηκέτι καθόλου ᾖ ὑπάρχουσα, ἀλλ’ ἐπὶ μέρους λαμβάνηται; καὶ γὰρ οὕτως, εἰ ἡ μείζων ἀναγκαία εἴη, ἀναγκαῖόν φησι γίνεσθαι τὸ συμπέρασμα, καὶ οὐκέθ’ οἷόν τε λέγειν μὴ εἶναι ἀληθῆ τὴν ἐπὶ μέρους ὑπάρχουσαν τὸν ἄνθρωπον τινὶ κινουμένῳ ἢ γραμματικὸν τινὶ ἀνθρώπῳ. Οἱ δέ γέ φασιν, ὅτι, εἰ ἡ λέγουσα τὸ Α κατὰ παντὸς τοῦ Β ἡ αὐτὴ ἐστι τῇ λεγούσῃ, καθ’ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α, ὡς καὶ αὐτὸς λέγει πολλάκις, ἔσται καὶ ἡ λέγουσα τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης ἡ αὐτὴ τῇ λεγούσῃ, καθ’ οὗ παντὸς τὸ Β, κατὰ τούτου παντὸς ἐξ ἀνάγκης τὸ Α. τοῦτο δὲ σημαινούσης τῆς ἀναγκαίας καθόλου πάντως ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, κἂν ὑπάρχουσα ληφθῇ ἡ ἐλάττων. Ἀλλὰ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰσί τινες οἱ τὸ λεγόμενον ὑπ’ Ἀριστοτέλους, ὅτι καλῶς εἴρηται, δεικνύναι πειρώμενοι. ἔστω γὰρ ἡ μῖξις ἐκκειμένη, καὶ τὸ μὲν Α τῷ Β παντὶ ἐξ ἀνάγκης ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω μόνον· λέγω, ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί. εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐνδέχεται τὸ Α τῷ Γ τινὶ μὴ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· γίνεται δὴ ἐν δευτέρῳ σχήματι συζυγία ἐκ καθόλου καταφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον συνάγουσα, καθ’ ἃ καὶ Θεοφράστῳ τε καὶ Εὐδήμῳ δοκεῖ.2 τὸ ἄρα Β τῷ Γ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν· ἀλλ’ ὑπέκειτο παντὶ ὑπάρχειν. Ἔστι δὲ πιστώσασθαι, ὅτι τὸ λεγόμενον ὑπὸ Ἀριστοτέλους ὑγιές ἐστι, μάλιστα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τῆς γινομένης ἐν τρίτῳ σχήματι. κείσθω γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχειν· λέγω, ὅτι τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης. εἰ γὰρ μή, τὸ ἀντικείμενον τὸ Α τῷ Γ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν· γίνεται ἐν τρίτῳ σχήματι συζυγία ἐξ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐνδεχομένης ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον συνάγουσα. τὸ ἄρα Α τῷ Β ἐνδέχεται τινὶ μή, ὅπερ ἀδύνατον· κεῖται γὰρ παντὶ ἐξ ἀνάγκης. ἐν γὰρ τῇ τοιαύτῃ συζυγίᾳ τῇ ἐν τρίτῳ σχήματι καὶ Ἀριστοτέλει δοκεῖ καὶ τοῖς ἑταίροις αὐτοῦ ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα. τοσούτοις καὶ τοιούτοις ἄν τις χρήσαιτο παριστάμενος τῇ περὶ τούτων Ἀριστοτέλους δόξῃ. τί δὲ τούτων ὑγιῶς ἢ μὴ ὑγιῶς λέγεσθαι δοκεῖ, ἐν ἄλλοις ἡμῖν, ὡς ἔφην, μετὰ ἀκριβείας εἴρηται.

另一方面,在拥护他的观点的人中,有些人要求在这样的混合中,全称肯定的实然前提应当被取为真,而不是基于假设,乃是真正地实然成立;因为若按那样的方式取定,它就会变成一项公设,而前提也就不再为真了。但如果它在实然成立且全称的情况下被取为真,那么所说的话在任何质料上都不会被驳斥为假。因为“人属于一切运动之物”作为全称实然前提并不是真的;“有文法的属于一切人”也不是真的;“散步属于一切人”同样不是真的。而在以这种方式取得的实然前提中,正是由于它们作为全称被取得时并不是真实的实然命题,结论才不是必然的。然而,当小前提不再是全称实然命题,而是被取为特称时,他们又将说什么呢?因为即使这样,如果大前提是必然的,他[亚里士多德]也说结论会成为必然的,而这时便再也不能说特称实然前提“人属于某种运动之物”或“有文法的属于某个人”不是真的了。 但另一些人则说,如果表述“Α述说于所有Β”的前提与表述“凡Β所全部述说于其上的事物,Α也全部述说于其上”的前提是同一个前提(正如他自己也屡次所说的那样),那么表述“Α出于必然述说于所有Β”的前提,也将与表述“凡Β所全部述说于其上的事物,Α也出于必然全部述说于其上”的前提是同一个前提。既然全称必然前提意味着这一点,那么哪怕小前提被取为实然的,结论也无论如何都成为必然的。 此外,还有一些人试图通过归谬法来证明亚里士多德所说的话是正确的。因为设所陈述的混合成立,且Α出于必然属于所有Β,而Β仅实然地属于所有Γ;我说,Α出于必然属于所有Γ。因为若不然,其对立命题成立:“可能Α不属于某个Γ”。但Α也被设定为出于必然属于所有Β。于是在第二格中就产生了一个由全称肯定必然的大前提与特称否定可能的小前提构成的组合,它推导出一个特称否定的可能结论,这是依据德奥弗拉斯特和欧德谟也赞同的规则。因此,可能Β不属于某个Γ;然而原先假设它属于所有Γ。 而且,尤其是通过在第三格中进行的归谬法,可以确证亚里士多德所说的是健全的。因为设Α出于必然属于所有Β,且Β属于所有Γ;我说,Α出于必然属于所有Γ。因为若不然,其对立命题成立:“可能Α不属于某个Γ”。但Β也被设定为属于所有Γ。于是在第三格中产生了一个由实然全称肯定的小前提与可能特称否定的大前提构成的组合,它推导出一个特称否定的可能结论。因此,可能Α不属于某个Β,这是不可能的;因为原先设定它出于必然属于所有Β。因为在第三格的这样一种组合中,亚里士多德及其同伴都赞同会得出特称可能否定的结论。 拥护亚里士多德关于这些问题的观点的人,可以使用如此之多且如此这般的论据。然而在这些论据中,哪些被认为是健全地表述的,哪些不是,正如我说过的那样,已由我们在别处作了精确的探讨。

语法注2 条
  1. 2.54τῷ μὴ εἶναι αὐτὰς ὡς καθόλου λαμβανομένας ἀληθεῖς ὑπαρχούσας

    带与格冠词 τῷ 的不定式短语 τῷ μὴ εἶναι 表示原因,修饰后文的 οὐκ ἀναγκαῖον τὸ συμπέρασμα。不定式的宾格主语为 αὐτάς(指代前文列举的实然前提),ἀληθεῖς ὑπαρχούσας 为其表语补足语,而 ὡς καθόλου λαμβανομένας 则作为条件/环境分词修饰主语,意为“当作为全称命题被取定时”。

  2. 2.54καθ’ ἃ καὶ Θεοφράστῳ τε καὶ Εὐδήμῳ δοκεῖ

    中性复数宾格关系代词 ἅ 与介词 κατά 连用,作状语表示“依……所认为的”或“按照……的规则”。其先行词并非单一名词,而是指前文刚刚描述的整个推理规则(即在第二格中,必然全称肯定大前提与可能特称否定小前提推导可能特称否定结论)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:126.8-127.16