← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§122.19-123.24

设定的两种涵义与各推论固有的格

亚里士多德《前分析篇》30a9注解的续篇。亚历山大解释了实然三段论中的感觉设定与此处逻辑设定的区别,表明即使设定不可分割的个体证明依然成立,并阐释了“每个三段论都在其固有的格中成立”这一说法,最后提及泰奥弗拉斯托斯在此处未采用设定法而是推迟讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53#2

ἐκεῖ μὲν γὰρ ἁπλῶς τι τῶν αἰσθητῶν καὶ μὴ δεομένων δείξεως τὸ ἐκτιθέμενον καὶ λαμβανόμενον ἦν, διὸ καὶ αὔταρκες ἦν μόνον ληφθὲν πρὸς τὸ φανερὰν τὴν συναγωγὴν ποιῆσαι· ἐνταῦθα δὲ τὸ λαμβανόμενον οὐ τοιοῦτον ἔτι λαμβάνεται οὐδὲ ἀρκεῖται τῇ αἰσθήσει, ἀλλὰ πρὸς αὐτὸ συλλογισμὸν ποιεῖ. διὸ καὶ ἐνταῦθα μὲν προσέθηκε τὸ κατὰ τούτου ποιεῖν τὸν συλλογισμόν, ἐκεῖ δὲ οὐκέτι δείξει τινὶ μετὰ τὸ λαβεῖν τὴν ἔκθεσιν προσεχρήσατο· εἰκότως· ἦν γὰρ ἂν ταὐτὸν ποιῶν ἐπ’ ἄλλου τινὸς ὑποκειμένου, ὃ ἴσον καὶ ταὐτὸν ὂν 〈τῷ〉 πρώτῳ οὐδαμῶς ἦν ἐκείνου δεικτικόν. ἐδήλωσε δὲ καὶ διὰ τοῦ εἰπεῖν τὸ γὰρ ἐκτεθέν, ὅπερ ἐκεῖνο, τί ἐστι τὴν φύσιν τοῦ λαμβανομένου δι’ ἐκθέσεως·1 μέρος γάρ τι ἢ εἶδος αὐτοῦ ἔσται. διὸ εἰ ἐξ ἀνάγκης μηδενὶ τῷ ἐκτεθέντι, ἐξ ἀνάγκης καὶ ἐκείνου, ἀφ’ οὗ τοῦτο ἐλήφθη, τινὶ οὔ· τοιοῦτον γάρ ἐστιν αὐτοῦ ὡς εἶναι, ὅπερ ἐκεῖνο. καὶ εἰ ἡ ἔκθεσις δὲ αἰσθητικὴ γένοιτο, καὶ οὕτως τὸ αὐτὸ δειχθήσεται. οἷον ἐν τῷ δευτέρῳ σχήματι εἰ τὸ Δ τι τοῦ Γ ὂν ἄτομον εἴη, οὐδὲν τοῦ Α κατ’ αὐτοῦ ῥηθήσεται, ὥστε οὐδὲ τὸ Β· τὸ γὰρ Β τὶ τοῦ Α ἐστί· κατὰ παντὸς γὰρ αὐτοῦ τὸ Α. ἡ αὐτὴ δεῖξις καὶ ἐπὶ τοῦ τρίτου σχήματος. εἰ γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἂν ληφθῇ τοῦ Γ ἄτομόν τι, ᾧ τὸ Α οὐχ ὑπάρχει, οὐδὲν τοῦ Α κατ’ ἐκείνου ῥηθήσεται· ἔστι δὲ ἐκεῖνο καὶ αὐτό τι τοῦ Β· πᾶν γὰρ τὸ Γ ὑπὸ τὸ Β· τινὶ ἄρα τοῦ Β τὸ Α οὐχ ὑπάρξει ἐξ ἀνάγκης. εἰκότως δὲ ἐν ἀμφοτέραις ταῖς συζυγίαις, ᾧ τινὶ οὐχ ὑπάρχει, λαμβάνει ἐν τῇ ἐκθέσει. τὸ μὲν γὰρ παντὶ ὑπάρχον τινὶ κἀκείνῳ ἐξ ἀνάγκης ὑπάρχει, ᾧ μορίῳ αὐτοῦ κεῖταί τι μὴ ὑπάρχον· οὐκέτι δὲ τῷ τυχόντι μέρει τοῦ, ᾧ παντὶ ὑπάρχειν2 τι κεῖται, ληφθέντι ἐξ ἀνάγκης οὐχ ὑπάρξει τὸ τινὶ κείμενον ἐκείνῳ μὴ ὑπάρχειν· δύναται γὰρ τούτῳ μὲν ὑπάρχειν αὐτοῦ τῷ μέρει, ἄλλῳ δέ τινι μή. ἐχρήσατο τούτῳ τῷ τρόπῳ καὶ πρὸ ὀλίγου τὴν ἔκθεσιν ἐπὶ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ ποιησάμενος. Εἰπὼν δέ, πῶς χρὴ τὴν δεῖξιν ἐπὶ τῶν συζυγιῶν τούτων ποιεῖσθαι, προσέθηκε τὸ γίνεται δὲ τῶν συλλογισμῶν ἑκάτερος ἐν τῷ οἰκείῳ σχήματι, λέγων, ὅτι οἱ πρὸς τὸ ἐκτεθὲν γινόμενοι συλλογισμοὶ ὁ μὲν ἐπὶ τοῦ δευτέρου σχήματος ἐν τῷ δευτέρῳ σχήματι ἔσται, ὁ δ’ ἐπὶ τοῦ τρίτου ἐν τῷ τρίτῳ. ἡ γὰρ πρὸς τὸ ἐκτεθὲν καθόλου ἀποφατικὴ γινομένη καθ’ ἑκατέραν συζυγίαν οὐκ ἀλλάσσει τὸ σχῆμα, ἀλλ’ ἡ μὲν ἐν δευτέρῳ σχήματι γίνεται, ἡ δὲ ἐν τρίτῳ, ὡς ἐξεθέμεθα· δείκνυται μὲν γὰρ διὰ τῆς εἰς τὸ πρῶτον ἀναγωγῆς τῆς γινομένης διὰ ἀντιστροφῆς, οἱ δὲ δεικνύμενοί εἰσιν ὁ μὲν ἐν δευτέρῳ ὁ δὲ ἐν τρίτῳ σχήματι. ὁ μέντοι Θεόφραστος ἐν τῷ πρώτῳ τῶν αὑτοῦ Προτέρων ἀναλυτικῶν περὶ τούτων λέγων οὐ χρῆται τῷ δι’ ἐκθέσεως τρόπῳ πρὸς τὴν δεῖξιν τοῦ συλλογιστικὰς εἶναι τὰς προκειμένας συμπλοκάς, ἀλλ’ ὑπερέθετο τὸν περὶ αὐτῶν λόγον ὡς δεόμενον μὲν τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδέπω δὲ ὄντος προδήλου τοῦ συμβαίνοντος3 διὰ τὸ μῖξιν γίνεσθαι προτάσεων μηδέπω δ’ εἶναι γνώριμον τὸ ἐκ τῶν μίξεων συναγόμενον.

因为在那一边,被设定并被取出的只是某种感觉到的、不需要证明的事物,所以仅仅取出它就足以使推导显明;但在这里,被取出的事物不再是作为这样一种事物而被取出的,也不满足于感觉,而是针对它本身作出三段论。正因如此,在这里他加上了“针对这事物作出三段论”,而在那一边,在取出设定之后,他就不再另外使用任何证明了。这理所当然:因为他本会是在另一个承载底层物上做同样的事情,而该底层物既然与第一个相等且同一,就绝不能证明后者。他还通过说“因为被设定的事物,乃是与那事物相同的某种事物”,表明了通过设定所取出的事物的本性;因为它是那事物的一部分或一个种。因此,如果它必然不归属于任何被设定的事物,那么它必然也不归属于取出此物的那个事物的某一部分;因为它是属于后者的这样一种事物,以至于就是那事物本身。而且即使设定是感觉的,同样的事物也以此方式得到证明。例如在第二格中,如果Δ是Γ的一个不可分割的个体,那么Α的任何东西都不会被述说于它,因此Β也不会被述说;因为Β是属于Α的某种事物;因为Α被述说于它的全部。同样的证明也适用于第三格。因为如果Α必然不归属于某些Γ,而Β必然归属于所有Γ,那么如果取出Γ的一个Α不归属于它的不可分割的个体,Α的任何东西都不会被述说于它;而那事物自身也是属于Β的某种事物;因为所有Γ都在Β之下;所以Α必然不归属于某些Β。他在两种组合中都在设定中取出它不归属的那个某物,这是理所当然的。因为归属于某物全体的东西,必然也归属于假定有某物不归属的那个部分;但对于假定某物归属于其全体的事物所随意取出的部分,假定不归属于其某些部分的东西,就并不必然不归属于该部分;因为它可以归属于它的这一部分,而不归属于另一部分。他不久前在针对特称否定前提进行设定时,也使用了这种方式。 在说明了应当如何在这些组合上进行证明之后,他接着补充道:“而两个三段论中的每一个都在其固有的格中成立”,这是在说,针对被设定之物所作出的三段论,第二格中的将在第二格中成立,第三格中的将在第三格中成立。因为在每种组合中针对被设定之物所形成的全称否定前提并不改变格,而是一者在第二格中成立,另一者在第三格中成立,正如我们所陈述的那样;因为虽然它是通过换位所实现的向第一格的归约而被证明的,但被证明的三段论本身,一者是在第二格中,另一者是在第三格中。然而,泰奥弗拉斯托斯在其《前分析篇》第一卷中讨论这些问题时,并未采用通过设定的方式来证明所提出的结合是成三段论的,而是推迟了关于它们的讨论,理由是这需要归谬法,而且由于前提发生了混合且从混合中推导出的东西尚不为人知,结论尚不明显。

语法注3 条
  1. 2.53ἐδήλωσε δὲ καὶ διὰ τοῦ εἰπεῖν τὸ γὰρ ἐκτεθέν, ὅπερ ἐκεῖνο, τί ἐστι τὴν φύσιν τοῦ λαμβανομένου δι’ ἐκθέσεως

    主动词 ἐδήλωσε 的直接宾语是后置的宾格短语 τὴν φύσιν τοῦ λαμβανομένου δι’ ἐκθέσεως(“通过设定所取出的事物的本性”),而亚里士多德的原句引文 τὸ γὰρ ἐκτεθέν, ὅπερ ἐκεῖνο, τί ἐστι(30a11)则嵌入在介词短语 διὰ τοῦ εἰπεῖν 之中(倒置结构)。

  2. 2.53οὐκέτι δὲ τῷ τυχόντι μέρει τοῦ, ᾧ παντὶ ὑπάρχειν τι κεῖται, ληφθέντι ἐξ ἀνάγκης οὐχ ὑπάρξει τὸ τινὶ κείμενον ἐκείνῳ μὴ ὑπάρχειν

    主语是中性带冠词分词短语 τὸ τινὶ κείμενον ἐκείνῳ μὴ ὑπάρχειν(“假定不归属于其某些部分的东西”),动词 οὐχ ὑπάρξει 的与格补足语是相一致的与格分词短语 τῷ τυχόντι μέρει ... ληφθέντι(“随意取出的……部分”)。τοῦ 作为 ᾧ 所引导的关系节的属格先行词。

  3. 2.53ὑπερέθετο τὸν περὶ αὐτῶν λόγον ὡς δεόμενον μὲν τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδέπω δὲ ὄντος προδήλου τοῦ συμβαίνοντος

    在 ὡς 后表示理由的结构中,分词 δεόμενον(宾格词尾 -ον)与直接宾语 τὸν περὶ αὐτῶν λόγον(“关于它们的讨论”)在格上一致,而紧随其后的 μηδέπω δὲ ὄντος προδήλου τοῦ συμβαίνοντος 则转换为独立属格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:122.19-123.24