← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§121.13-122.18

必然三段论中通过设定法的证明程序

针对亚里士多德在《前分析篇》30a9中引入设定法(ecthesis)以证明包含必然前提的第二格第四式(Baroco)和第三格第六式(Bocardo),亚历山大具体阐释了该过程如何将否定谓词所不归属的词项的一部分(Δ)替换为全称否定以构造三段论,并指出这种设定法与在实然前提中所用的设定法不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53#1

" Ἀλλ’ ἀνάγκη ἐκθεμένους, ᾧ τινὶ ἑκάτερον μὴ ὑπάρχει, κατὰ τούτου ποιεῖν τὸν συλλογισμόν." Λέγει μὲν περὶ τῶν ἐπὶ μέρους ἀποφατικῶν προτάσεων ἅμα τῶν ἐν τοῖς δυσὶ σχήμασιν· οὐ γὰρ καθ’ ἕκαστον αὐτῶν λέγει δεῖν ἐκτίθεσθαι, ᾧ ἑκάτερον μὴ ὑπάρχει· οὕτως γὰρ ἂν δύο ἀποφατικὰς εἴποι προτάσεις1 καὶ οὐδὲ συνισταμένας ἂν εἴη λέγων ταῖς ἐκκειμέναις συζυγίαις· ἀλλ’ ἀξιοῖ ἐν ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε ἐν δευτέρῳ σχήματι καὶ τῇ ἐν τρίτῳ, ἐπεὶ ἐπὶ μέρους ἐστὶν ἀποφατική τις πρότασις, ᾧτινι μὴ ὑπάρχει, λαβόντας καθ’ ἑκατέραν συζυγίαν πρὸς ἐκεῖνο ποιεῖν τὸν συλλογισμὸν εἰς τὸ καθόλου μεταλαβόντας ἀποφατικὸν τὸ ἐπὶ μέρους ἀποφατικὸν καὶ δείξαντας ἐπὶ τῆς καθόλου ἀποφατικῆς δι’ ἀντιστροφῆς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν, ἐν αἷς ἦν τὸ καθόλου ἀποφατικόν, συλλογιστικὴν οὖσαν τὴν συμπλοκὴν οὕτως ἔχειν τὸ δεδειγμένον ἐξ ἀνάγκης ἐκείνῳ τινὶ μὴ ὑπάρχον, οὗ ἦν τὸ ἕτερον μόριον.2 οἷον εἰ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης καὶ τὸ Α τῷ Γ τινὶ μὴ ὑπάρχει [ἢ] ἐξ ἀνάγκης (αὕτη γάρ ἐστιν ἡ ἐν δευτέρῳ σχήματι συμπλοκή, περὶ ἧς ποιεῖται τὸν λόγον), χρῆναί φησι λαβεῖν ἀπὸ τοῦ Γ τοῦτο, ᾧ τὸ Α ἐξ ἀνάγκης μὴ ὑπάρχον ἐλέγετο τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, καὶ λαβόντας πρὸς ἐκεῖνο ποιεῖν καθόλου ἀποφατικὴν τὴν πρότασιν ἀναγκαίαν. ἔστω τι τοῦ Γ, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ Α, μόριον τὸ Δ· ἔσται δὴ ἡ ὅλη συζυγία τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί, τὸ Α τῷ Δ, ὅ ἐστί τι τοῦ Γ, ἐξ ἀνάγκης οὐδενί, ἥτις δείκνυται συζυγία συλλογιστικὴ οὖσα δι’ ἀντιστροφῆς τῆς καθόλου ἀποφατικῆς προτάσεως. εἰ γὰρ τὸ Α τῷ Δ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Δ τῷ Α οὐδενὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης· τὸ Δ ἄρα τῷ Β οὐδενὶ ἐξ ἀνάγκης, ὥστε καὶ τὸ Β τῷ Δ οὐδενὶ ἐξ ἀνάγκης· δεῖται γὰρ πρὸς τὸ τὸ προκείμενον δεῖξαι ἡ τοιαύτη ἐν δευτέρῳ σχήματι συζυγία καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς. εἰ δὴ τὸ Β οὐδενὶ τῷ Δ ἐξ ἀνάγκης, τὸ δὲ Δ τὶ τοῦ Γ ἐστί, καὶ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. ὁμοία δὲ ἡ δεῖξις καὶ ἐπὶ τοῦ ἕκτου τοῦ ἐν τῷ τρίτῳ σχήματι. ἔστω γὰρ τὸ μὲν Α τινὶ τῷ Γ μὴ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· εἰλήφθω πάλιν τι τοῦ Γ, ᾧ μέρει αὐτοῦ μὴ ὑπάρχον τὸ Α ἐξ ἀνάγκης ἔκειτο τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, καὶ ἔστω τὸ Δ· τὸ δὴ Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Β παντί· εἰ γὰρ τῷ Γ παντὶ ἐξ ἀνάγκης, καὶ τῷ μέρει αὐτοῦ. ἂν δὴ ἀντιστρέψωμεν τὴν Β Δ καθόλου καταφατικὴν οὖσαν ἀναγκαίαν, ἔσται τὸ Δ τῷ Β τινὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ τὸ Α οὐδενὶ τῷ Δ ἐξ ἀνάγκης· τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης οὐχ ὑπάρχει. ὥστ’ εἰ ἐπὶ μορίου τοῦ Γ ἡ δεῖξις ὑγιής, καὶ ἐπί τινὸς τοῦ Γ ὑγιὴς δεῖξις ἔσται. Σημειωτέον δέ, ὅτι οὐχ ὅμοιος οὗτος ὁ τρόπος τῆς ἐκθέσεως καί, ὃν ἔλεγεν ἐν τῷ τρίτῳ σχήματι, ὅτε περὶ τῶν ὑπαρχόντων ἦν ὁ λόγος αὐτῷ.

“而是必须设定各自所不归属的某个事物,并针对这事物作出三段论。” 他是同时就两个格中的特称否定前提而说的。因为他并不是说在它们每一个之中,都必须设定一个两者都不归属的事物;因为若是那样,他就是在说两个否定前提,并且就不是在说它们能结合成所列出的那些组合了。相反,他主张在两种组合中——无论是在第二格中还是在第三格中——由于存在某个特称否定前提,在每种组合中取了它所不归属的那一事物之后,应当针对该事物作出三段论:将特称否定命题转换为全称否定命题,并通过全称否定命题的换位证明这一结合是成三段论的(正如在包含全称否定命题的其他组合中那样),从而使得所证明者必然不归属于另一者是其一部分的那个事物的某一部分。例如,如果Α必然归属于所有Β,而Α必然不归属于某些Γ(因为这就是他所讨论的第二格中的结合),他说,必须从Γ中取出Α因必然不归属于它而被说成必然不归属于某些Γ的那个事物,并在取出之后针对该事物作成全称否定必然前提。设Δ为Γ的一个部分,Α必然不归属于它:那么整个组合将是,Α必然归属于所有Β,而Α必然不归属于任何Δ(Δ是Γ的一个部分),这一组合通过全称否定前提的换位被证明是成三段论的。因为如果Α必然不归属于任何Δ,则Δ也必然不归属于任何Α;但Α也必然归属于所有Β;所以Δ必然不归属于任何Β,因而Β也必然不归属于任何Δ;因为第二格中的这类组合为了证明所提出的论题,还需要对结论进行换位。那么,如果Β必然不归属于任何Δ,而Δ是Γ的某一部分,则Β也必然不归属于某些Γ。在第三格的第六式中证明也是类似的。因为设Α必然不归属于某些Γ,而Β必然归属于所有Γ;再次设取Γ的某一部分,由于必然不归属于该部分,Α被假定为必然不归属于某些Γ,设此部分为Δ。那么Α必然不归属于任何Δ,而Β归属于所有;因为如果必然归属于所有Γ,则也必然归属于其部分。因此,如果我们换位全称肯定必然前提ΒΔ,Δ将必然归属于某些Β;但Α也必然不归属于任何Δ;所以Α必然不归属于某些Β。因此,如果在Γ的部分上证明是健全的,那么在某些Γ上证明也将是健全的。应当指出的是,这种设定的方式与他在讨论实然前提时于第三格中所说的那种方式并不类似。

语法注2 条
  1. 2.53οὐ γὰρ καθ’ ἕκαστον αὐτῶν λέγει δεῖν ἐκτίθεσθαι, ᾧ ἑκάτερον μὴ ὑπάρχει· οὕτως γὰρ ἂν δύο ἀποφατικὰς εἴποι προτάσεις

    对引文(lemma)中 ἑκάτερον 句法所指的澄清。若将其理解为在单个三段论中设定一个“两项各自”都不归属的事物,就会产生两个否定前提从而无法成式。因此亚历山大将其解释为分布于两个格之间:在两种三段论组合(第二格第四式与第三格第六式)中的每一种里,针对特称否定前提中述词所不归属的主词的一部分进行设定。

  2. 2.53ἀλλ’ ἀξιοῖ ἐν ἀμφοτέραις ταῖς συζυγίαις ... οὕτως ἔχειν τὸ δεδειγμένον ἐξ ἀνάγκης ἐκείνῳ τινὶ μὴ ὑπάρχον, οὗ ἦν τὸ ἕτερον μόριον.

    由主动词 ἀξιοῖ 统领的不定式复合长句(λαβόντας ... ποιεῖν ... καὶ δείξαντας ... οὕτως ἔχειν),伴有泛指论证者的宾格分词。末尾的不定式 οὕτως ἔχειν 与 ποιεῖν 并列同受 ἀξιοῖ 支配,表明论证者应当得出如下结论:已被证明项(τὸ δεδειγμένον)必然不归属于那个以设定项为其一部分的原主词(οὗ ἦν τὸ ἕτερον μόριον)的某些部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:121.13-122.18