- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:119.20-121.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《前分析篇》29b30–30a2中关于实然、必然和或然三类模态命题的区分,以及必然前提三段论的形成。他解释了亚里士多德为何说必然三段论与实然三段论“几乎相同”,指出这是因为第二格第四式和第三格第六式在含有特称否定前提时避免使用归谬法而采取了其他证明方式。
" Πολλὰ γὰρ ὑπάρχει μέν, οὐ μέντοι ἐξ ἀνάγκης· τὰ δὲ οὔτ’ ἐξ ἀνάγκης οὔθ’ ὑπάρχει ὅλως, ἐνδέχεται δὲ ὑπάρχειν." Οὕτως γὰρ ἔσονται αἱ μὲν ὑπάρχουσαι τὸ ὑπάρχον μὲν οὐκ ἀναγκαίως δὲ ὑπάρχον δηλοῦσαι, αἱ δὲ ἀναγκαῖαι τὸ ἀναγκαίως ὑπάρχον, αἱ δὲ ἐνδεχόμεναι τὸ οὐχ ὑπάρχον μὲν ἤδη οἷόν τε δὲ ὑπάρξαι,1 ἀληθῶς μέν, εἰ ἀληθεῖς εἶεν, ψευδῶς δέ, εἰ ψεύδοιντο. δῆλον δέ, ὅτι ἡ διαφορὰ τῶν προτάσεων καὶ τῶν συλλογισμῶν ἡ κατὰ τοὺς τρόπους τῇ τῶν τρόπων προσθήκῃ γνωρισθήσεται· ἑκάστῃ γὰρ προτάσει καὶ ἑκάστῳ συλλογισμῷ ὁ οἰκεῖος τρόπος προσκατηγορηθήσεται.
“因为许多事物虽归属,但并非出于必然;而另一些事物既非出于必然,也根本不归属,但可能归属。” 因为如此一来,实然前提将表明虽然归属但非必然归属,必然前提表明必然归属,而或然前提表明现时尚不归属但能够归属——如果它们是真的,则真实地[如此表明],如果它们是假的,则虚假地[如此表明]。显然,前提与三段论按照模态而产生的差异,将通过模态的附加而被认识;因为对每个前提和每个三段论,都将附加述谓其固有的模态。
"Καὶ οὐχ ὁμοίως ἐχόντων τῶν ὅρων." Εἰπών, ὅτι ὁ συλλογισμὸς ἑκάστου τούτων ἕτερος ἔσται, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, πῶς ἕτερος, ἐδήλωσεν· οὐ γὰρ ἐξ ὁμοίων ὑπαρχουσῶν τε καὶ ὅρων,2 ἀλλ’ οἱ μὲν ἐξ ἀναγκαίων, οἱ δὲ ἐξ ὑπαρχουσῶν, οἱ δὲ ἐξ ἐνδεχομένων.
“并且由于词项不处于类似的状态。” 在说过这三者各自的三段论将是不同的——即必然的、实然的和或然的三段论之后,[亚里士多德]表明了它们是如何不同的:因为[三段论]并非由类似的归属情况和词项构成,而是有些由必然前提构成,有些由实然前提构成,有些由或然前提构成。
"Ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων." Φησὶν ὁμοίως ἔσεσθαι καθ’ ἕκαστον σχῆμα τοὺς τοῦ ἀναγκαίου συλλογισμούς, ὡς καὶ ἐπὶ τοῦ ὑπάρχοντος ἐδείχθησαν γινόμενοι. ἡ γὰρ ὁμοία τῶν προτάσεων συμπλοκὴ καθ’ ἕκαστον σχῆμα μετὰ τῆς τοῦ ἀναγκαίου προσθήκης καὶ τοὺς ἀναγκαίους ποιήσει συλλογισμούς· καὶ ἔσονται τέσσαρες μὲν συζυγίαι συλλογιστικαὶ ἐν πρώτῳ σχήματι, τέσσαρες δὲ ἐν δευτέρῳ, ἓξ δὲ ἐν τρίτῳ. αἴτιον δὲ τούτου, ὅτι τό τε κατὰ παντὸς καὶ τὸ κατὰ μηδενὸς ὁμοίως καὶ ἐπὶ τοῦ ἀναγκαίου λαμβάνεται, ὡς καὶ ἐπὶ τοῦ ὑπάρχοντος, δι’ οὗ οἱ ἐν τῷ πρώτῳ σχήματι δείκνυνται συλλογισμοί, καὶ αἱ τῶν ἀναγκαίων προτάσεων ἀντιστροφαὶ ὅμοιαι ἐδείχθησαν οὖσαι ἐπί τε τῶν ὑπαρχουσῶν καὶ ἐπὶ τῶν ἀναγκαίων, δι’ ὧν οἵ τε τρεῖς οἱ ἐν τῷ δευτέρῳ σχήματι καὶ οἱ πέντε οἱ ἐν τῷ τρίτῳ συνάγοντες δείκνυνται.
“那么,在必然前提的情况下,与在实然前提的情况下几乎相同。” 他说,在各个格中,必然前提的三段论都将是类似的,正如在实然前提的情况下已被证明生成的那样。因为在各个格中前提的类似结合,伴随着必然性的附加,也将产生必然的三段论;并且在第一格中将有四个成三段论的组合,在第二格中有四个,在第三格中有六个。其原因在于,“关于全”和“关于无”在必然前提的情况下与在实然前提的情况下以相同的方式被接受,第一格的三段论正是通过这一方式得到证明的;而且必然前提的换位已被证明在实然前提和必然前提中是类似的,第二格中的三个得出结论的三段论和第三格中的五个得出结论的三段论正是通过换位得到证明的。
"Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει." Οὐχ ὡς μόνου τούτου ὁμοίως ἀντιστρέφοντος ἀκουστέον· καὶ γὰρ καὶ τὰ καταφατικὰ ὁμοίως· ἀλλ’ ἐπεὶ τὰ μὲν καταφατικὰ ἐν πᾶσι τοῖς τρόποις ὁμοίως3 ἀντιστρέφει, τὰ δὲ ἀποφατικὰ οὔ (ἐπὶ γὰρ τῶν ἐνδεχομένων ἄλλως), τούτων ἐμνημόνευσε μόνων, καθ’ ὃ δοκεῖ μὴ ὁμοία ἐπὶ πάντων ἡ ἀντιστροφὴ γίνεσθαι, ὑπομιμνήσκων ἡμᾶς, ὅτι καὶ ταῦτα ἐν τοῖς τρόποις τούτοις ὁμοίως ἔχει. ἐπεὶ δὲ οὐκέτι δι’ ἀντιστροφῆς ἐδείκνυτο οὔτε ὁ τέταρτος ἐν δευτέρῳ σχήματι ὁ ἔχων τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν οὔτε ὁ ἕκτος ἐν τῷ τρίτῳ ὁ ἔχων τὴν μείζονα ἐπὶ μέρους ἀποφατικὴν ἐν τοῖς ἐξ ὑπαρχουσῶν προτάσεων συλλογισμοῖς ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐκέτι ἐπὶ τούτων ὁμοίᾳ τῇ δείξει χρώμενος ἐπὶ τῶν ἀναγκαίων προτάσεων, ὡς ἔσται δῆλον, προσέθηκε τὸ “σχεδὸν ὁμοίως”. τὰ μὲν γὰρ ἄλλα ὁμοίως δείκνυται· διὸ οὐδ’ ἐμνημόνευσεν αὐτῶν ἔτι ἱκανὴν τὴν ἐπ’ ἐκείνων αὐτῷ διδασκαλίαν ἡγούμενος εἶναι καὶ πρὸς τὴν τούτων γνῶσιν. τούτων δὲ οὐχ ὁμοίως ἔτι δεικνυμένων μνημονεύει διδάσκων ἡμᾶς, πῶς ἐπὶ τούτων χρὴ τὴν δεῖξιν ποιουμένους συλλογιστικοὺς αὐτοὺς δεικνύναι. οὐ χρῆται δὲ ἐπ’ αὐτῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, ὡς ὅτε ἦσαν αἱ προτάσεις ὑπάρχουσαι, ὅτι τὸ ἀντικείμενον τῷ ἀναγκαίῳ ἐνδεχόμενόν ἐστιν. ἔστι δὲ ἐν ἀμφοτέροις τὸ δεικνύμενον συμπέρασμα ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον, ᾧ ἀντίκειται τὸ ‘ἐνδέχεται παντί’· οὗ ὑποτεθέντος καὶ τῆς ἑτέρας προτάσεως προσληφθείσης οὔσης ἀναγκαίας καθόλου καταφατικῆς γίνεται ἡ συμπλοκὴ αὕτη μικτὴ ἐξ ἐνδεχομένης καθόλου καταφατικῆς καὶ ἀναγκαίας καθόλου καταφατικῆς. οὐδέπω δὲ γνώριμόν τι τὸ συναγόμενον ἐν ταῖς τοιαύταις μίξεσιν. ἔτι δὲ ἀναγκαῖον πρῶτον εἰδέναι περὶ τῶν ἁπλῶν, εἶθ’ οὕτως περὶ τῶν συνθέτων. διὸ ἐκεῖνον μὲν τὸν τρόπον τῆς δείξεως ὡς ἀσαφῆ τε καὶ διὰ τῶν ὑστέρων γινόμενον παραιτεῖται. φησὶ δὲ ἐπ’ ἀμφοτέρων αὐτῶν.
“因为否定前提以同样的方式换位。” 不应将此理解为仅仅否定前提以类似的方式换位;因为肯定前提也以类似的方式换位。但是,由于肯定前提在所有模态中都以类似的方式换位,而否定前提并非如此(因为在或然前提的情况下则不然),所以依据否定前提在所有模态中换位似乎不类似这一点,他仅提到了它们,以此提醒我们:在这些模态中否定前提也处于类似的状态。但是,既然在由实然前提构成的三段论中,第二格第四个小前提为特称否定的三段论,以及第三格第六个大前提为特称否定的三段论,都不再是通过换位得到证明,而是通过归谬法得到证明,那么在必然前提的情况下,由于不再对这些式采用类似的证明(正如将要表明的那样),他便添加了“几乎相同”。因为其他式是以类似的方式被证明的;因此他没有再提到它们,认为他在那些式上的教诲对于认识这些式而言已经足够。但由于这几个式不再以类似的方式被证明,他提到了它们,教导我们在这些情况下进行证明的人应当如何证明它们是成三段论的。他并不像前提为实然时那样对它们使用归谬法,因为必然的对立面是或然的。在两种情况下,所证明的结论都是特称否定必然命题,与其对立的是“可能全属于”;当此命题被设定,并且另一个前提(即全称肯定必然命题)被一同采纳时,这种结合就变成了由全称肯定或然命题和全称肯定必然命题构成的混合结合。然而,在这样的混合中会得出什么结论,目前还完全不清楚。此外,必然首先了解简单的事物,然后才了解复合的事物。因此,他把那种证明方式作为不清晰且借助后继之物的证明而弃置不用。而他是关于它们两者而说的。
- 2.49τὸ οὐχ ὑπάρχον μὲν ἤδη οἷόν τε δὲ ὑπάρξαι
定冠词 τὸ 将中性现在分词短语 οὐχ ὑπάρχον μὲν 与不定式短语 οἷόν τε δὲ ὑπάρξαι 通过 μέν...δέ 结合在一起。整个名词化短语作为 δηλοῦσαι 的宾语。
- 2.50οὐ γὰρ ἐξ ὁμοίων ὑπαρχουσῶν τε καὶ ὅρων
这是一个省略了主句谓语动词(如 εἰσὶν οἱ συλλογισμοί)的句子。介词短语中的 ὑπαρχουσῶν 指实然前提或实际归属状态,与后面的“ἀλλ’ οἱ μὲν ἐξ ἀναγκαίων...”形成对比。
- 2.52ἐπεὶ δὲ οὐκέτι δι’ ἀντιστροφῆς ἐδείκνυτο ... προσέθηκε τὸ “σχεδὸν ὁμοίως”
这是一个长难复合句。主句省略了主语(亚里士多德),主动词为 προσέθηκε,直接宾语为 τὸ “σχεδὸν ὁμοίως”。由 ἐπεὶ 引导的原因从句说明第二格第四式与第三格第六式并非通过换位而是通过归谬法证明,随后的分词短语 οὐκέτι...χρώμενος 进一步补充说明原因并引出主句动词。
