← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§117.26-119.19

实然推论的总结与向模态推论的过渡

亚历山大注解了亚里士多德对各格中实然推论的差异及其向第一格归约的总结,以及转向由必然和可能前提构成的模态推论的过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.45

" Οἱ μὲν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μὴ ὑπάρχειν δεικνύντες." Τριττῆς οὔσης ἐν ταῖς προτάσεσι κατὰ τοὺς τρόπους διαφορᾶς (αἱ μὲν 〈γὰρ〉 ὑπάρχουσαι ἦσαν αὐτῶν αἱ δὲ ἀναγκαῖαι αἱ δὲ ἐνδεχόμεναι) περὶ τῶν ἐξ ὑπαρχουσῶν προτάσεων γινομένων συζυγιῶν καὶ τῶν ἐκ τῶν κατὰ ταύτας συλλογισμῶν καθ’ ἕκαστον σχῆμα εἰρηκὼς ὑπομιμνήσκει ἡμᾶς μέλλων ἐπὶ τὰς ἐξ ἀναγκαίων πάλιν προτάσεων συγκειμένας συζυγίας μεταβαίνειν καὶ περὶ ἐκείνων ποιεῖσθαι τὸν λόγον, ὅτι ὁ περὶ τῶν ἐξ ὑπαρχουσῶν προτάσεων αὐτῷ πεπλήρωται λόγος.1 τὸ δὲ καθ’ ἑαυτοὺς οἱ ἐκ τοῦ αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων σχημάτων εἴρηται περὶ τῶν διαφορῶν αὐτῶν. φανερὰ γὰρ ἡ διαφορὰ τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν πρὸς ἀλλήλους· ὁ μὲν γὰρ ἐκ δύο καθόλου καταφατικῶν ἔνεστιν ἐν τῷ πρώτῳ σχήματι, ὁ δὲ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος, καὶ ἄλλος ἄλλως καθ’ ἕκαστον σχῆμα. ἀλλὰ καὶ ἡ τῶν ἐν διαφόροις σχήμασι συλλογισμῶν πρὸς ἀλλήλους διαφορὰ γνώριμος· οὐ γὰρ ὁμοία ἡ τοῦ μέσου θέσις ἐν ἅπασιν.

“因此,那些证明属于或不属于的推论……” 由于前提按照模态存在三重区别(因为其中一些是实然的,另一些是必然的,还有一些是可能的),他在各格中论述了由实然前提构成的结合以及由这些前提产生的推论之后,正要转入由必然前提构成的结合并对它们进行论述,以此提醒我们:关于实然前提的论述对他而言已经完成。而“在自身方面,来自同一格的推论;以及彼此相对而言,来自不同格的推论”这一语句,是关于它们的区别而言的。因为各格中的推论相互之间的区别是显而易见的;因为在第一格中,有一种推论由两个全称肯定前提构成,另一种由全称否定的大前提构成,而在每个格中各推论的构成方式也互不相同。不仅如此,不同格中的推论彼此之间的区别也是人所共知的;因为中项的位置并非在所有推论中都相同。

§2.46

"Καὶ καθ’ ἑαυτοὺς μὲν οἱ ἐκ τοῦ αὐτοῦ σχήματος." Τοῦτο ἀπὸ κοινοῦ τοῦ φανερὸν οὖν εἴρηται.2 φανερὸν οὖν γέγονεν ἐκ τῶν εἰρημένων τό τε πάντας ἀναχθήσεσθαι εἰς τοὺς δύο τοὺς ἐν πρώτῳ σχήματι πρώτους, καὶ ὅπως ἕκαστος ἐν τῷ ἰδίῳ σχήματι τὸ συλλογιστικὸν ἔχει, καὶ διὰ τί ἐστι συλλογιστικὸς αὐτῶν ἕκαστος· ταῦτα γὰρ δέδεικται.

“在自身方面,来自同一格的推论,”这是把“因此显而易见”作为共通补足语而言的。因此,从已述的内容来看,所有推论都将归约到第一格中最初的两个推论,以及每个推论在其特有的格中如何具有推论性,以及它们中的每一个为何是推论,这些都是显而易见的;因为这些都已经被证明了。

§2.47

"Καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων." Καὶ τοῦτο ἔτι ἀπὸ κοινοῦ τοῦ φανερὸν εἴρηται. καὶ γὰρ τοῦτο φανερὸν ἐκ τῶν εἰρημένων, τίς ἡ τῶν σχημάτων διαφορὰ καὶ τῶν συλλογισμῶν τῶν ἐν διαφόροις σχήμασι πρὸς ἀλλήλους, ὅτι τε παρὰ τὴν τοῦ μέσου ποιὰν θέσιν καὶ παρὰ τὸ διαφόρως ἀνάγεσθαι εἰς τοὺς ἐν πρώτῳ σχήματι δύο πρώτους. οἱ μὲν γὰρ αὐτόθεν ἀνάγονται, οἱ δὲ διὰ τῆς εἰς ἀλλήλους ἀναγωγῆς, ὡς οἱ ἐν τῷ πρώτῳ δύο οἱ τὸ ἐπὶ μέρους ἔχοντες καὶ οἱ ἐν τῷ τρίτῳ τρεῖς, καὶ πάλιν τούτων οἱ μὲν τῷ εἰς τοὺς ἐν τῷ δευτέρῳ πρώτους ἀνάγεσθαι, ὡς οἱ δύο οἱ ἐν τῷ πρώτῳ, οἱ δὲ τῷ εἰς τούτους αὐτοὺς τοὺς ἐν τῷ πρώτῳ τὸ ἐπὶ μέρους δεικνύντας, ὡς οἱ ἐν τῷ τρίτῳ τρεῖς οἱ δι’ ἀντιστροφῆς εἰς τούτους ἀναγόμενοι· ἡ γὰρ διαφορὰ τῆς ἀναγωγῆς αὐτῶν τὴν τῶν συλλογισμῶν δείκνυσι διαφοράν. Ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον. Εἰπὼν ἢ τῷ μέσῳ προσέθηκεν ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον·3 ἔστι γὰρ καὶ κατὰ τοῦτο αὐτοῖς ἡ διαφορά· διάφορος γὰρ ἡ ἀναγωγὴ αὐτῶν. ἄλλως μὲν γὰρ οἱ ἐπὶ μέρους ἐν τῷ πρώτῳ σχήματι (διὰ γὰρ τῶν ἐν τῷ δευτέρῳ) καὶ ἄλλως οἱ ἐν τῷ δευτέρῳ, καὶ αὐτῶν τούτων ἄλλοι ἄλλως· οἱ μὲν γὰρ δι’ ἀντιστροφῆς, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁμοίως δὲ καὶ οἱ ἐν τῷ τρίτῳ· καὶ γὰρ τούτων οἱ μὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οἱ δὲ δι’ ἀντιστροφῆς πρῶτον εἰς τοὺς ἐπὶ μέρους τοὺς ἐν τῷ πρώτῳ.

“以及彼此相对而言,来自不同格的推论。” 这也是把“显而易见”作为共通补足语而言的。因为从已述的内容来看,这一点也是显而易见的:各格的区别以及不同格中推论彼此之间的区别究竟是什么,即它们既是由于中项特定的位置,也是由于它们以不同的方式归约到第一格中最初的两个推论。因为一些推论是直接归约的,而另一些是通过相互之间的归约而归约的,正如第一格中具有特称前提的两个推论以及第三格中的三个推论;而在这些推论中,一些推论是通过归约到第二格中最初的推论而归约的(正如第一格中的两个推论),另一些则是通过归约到第一格中证明特称结论的这些推论自身而归约的(正如第三格中通过换位归约到这些推论的三个推论);因为它们归约方式的区别显示了推论的区别。“或者由于归约到第一格。”在说了“或者由于中项”之后,他补充说“或者由于归约到第一格”;因为推论在这方面也存在区别,因为它们的归约方式各不相同。因为第一格中的特称推论以一种方式归约(因为是通过第二格中的推论),而第二格中的推论以另一种方式归约,并且在这些推论自身之中也互有不同;因为一些推论是通过换位法归约的,另一些则是通过归谬法归约的。第三格中的推论也同样如此;因为在这些推论中,一些是通过归谬法归约的,另一些则是首先通过换位法归约到第一格中的特称推论。

§2.48

"Ἐπεὶ δ’ ἕτερόν ἐστιν ὑπάρχειν τε καὶ ἐξ ἀνάγκης ὑπάρχειν καὶ ἐνδέχεσθαι ὑπάρχειν." Εὐλόγως ἑξῆς τὸν περὶ τῶν ἀναγκαίων συλλογισμῶν ποιεῖται λόγον, οἳ γίνονται ἐξ ἀναγκαίων προτάσεων, καὶ ἐπὶ τούτοις τὸν περὶ τῶν ἐνδεχομένων, διότι ἕτερόν ἐστι τό τε ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχειν καὶ τὸ ἐνδέχεσθαι ὑπάρχειν. ἑτέρων γὰρ ὄντων τούτων δῆλον, ὡς καὶ αἱ προτάσεις ἀλλήλων διοίσουσι κατὰ τὰς διαφορὰς ταύτας καὶ οἱ συλλογισμοί· ὥστ’ εἰ διαφέρουσιν, ἀναγκαῖον τῷ λέγοντι περὶ συλλογισμῶν καὶ τῆς συστάσεως καὶ γενέσεως αὐτῶν καὶ περὶ τούτων εἰπεῖν. οὕτω γὰρ ἔσται περὶ τῆς πάντων τῶν κατηγορικῶν συλλογισμῶν συστάσεώς τε καὶ γενέσεως εἰρηκώς, ἂν πάντας ἐπεξέλθῃ τοὺς τρόπους, καθ’ οὓς αἱ τῶν τοιούτων συλλογισμῶν διαφοραί. σαφέστατα δὲ ἡμῖν τὴν διαφορὰν ἐδήλωσε τῆς ὑπαρχούσης προτάσεως πρός τε τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην εἰπών·

“然而,既然属于、必然属于与可能属于是不同的,”他合乎情理地紧接着展开关于必然推论的论述(这些推论由必然前提产生),并在其后展开关于可能推论的论述,这是因为属于、必然属于与可能属于是不同的。因为既然这些是不同的,显然前提也将根据这些差异而彼此不同,推论亦是如此;因此如果它们存在差异,那么对于论述推论及其构成和生成的人来说,论及这些也是必然的。因为如果他详细考察这种推论的区别所依据的一切模态,他就算是论述了所有直言推论的构成与生成。而他通过如下所述,最清楚地向我们表明了实然前提与必然前提及可能前提的区别:

语法注3 条
  1. 2.45περὶ τῶν ἐξ ὑπαρχουσῶν προτάσεων γινομένων συζυγιῶν καὶ τῶν ἐκ τῶν κατὰ ταύτας συλλογισμῶν καθ’ ἕκαστον σχῆμα εἰρηκὼς ὑπομιμνήσκει ἡμᾶς μέλλων ἐπὶ τὰς ἐξ ἀναγκαίων πάλιν προτάσεων συγκειμένας συζυγίας μεταβαίνειν καὶ περὶ ἐκείνων ποιεῖσθαι τὸν λόγον, ὅτι ὁ περὶ τῶν ἐξ ὑπαρχουσῶν προτάσεων αὐτῷ πεπλήρωται λόγος.

    该句子的句法骨架为:εἰρηκώς(表示时间/原因的分词短语)+ ὑπομιμνήσκει ἡμᾶς(主动词及宾语)+ μέλλων...(伴随分词短语)+ ὅτι 从句(ὑπομιμνήσκει 的内容从句)。插入在动词与从句之间的 μέλλων μεταβαίνειν καὶ ποιεῖσθαι 修饰主语,表明行将过渡的状态。

  2. 2.46Τοῦτο ἀπὸ κοινοῦ τοῦ φανερὸν οὖν εἴρηται.

    短语 ἀπὸ κοινοῦ + 属格是注疏文献中常见的句法术语,意为“把……作为共通成分(补充)”。此处指对于引文中的省略结构,应当从前文语境中共同补出 φανερὸν οὖν(“因此是显而易见的”)作为支配谓词来理解。

  3. 2.47Εἰπὼν ἢ τῷ μέσῳ προσέθηκεν ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον

    对亚里士多德原文(29b28)中“ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον”一句的句法分析。主动词 προσέθηκεν(“补充道”)前置分词 εἰπών(“在说了……之后”),表明原文所引的两个并列短语(ἢ τῷ μέσῳ 与 ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον)之间的先后衔接与补充关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:117.26-119.19