← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§116.11-117.25

第三格特称推论向第一格全称的归谬归约

阿佛洛狄西亚的亚历山大指出,第三格中的某些特称推论(尤其是Bocardo和Disamis)通过归谬法能够直接归约到第一格的全称推论,并针对亚里士多德在29b19处的表述提出了补充性的解释方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.44#2

εἰ δέ γε εἴη ἡ Α Γ καθόλου ἀποφατική, τὸ μὲν συναγόμενον τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρχει· εἰ γὰρ μὴ τοῦτο, ἔστω τὸ ἀντικείμενον αὐτῷ τὸ παντὶ τῷ Β τὸ Α ὑπάρχειν· ὃ εἰ προσληφθείη ἀντιστραφείσης τῆς Α Γ καθόλου ἀποφατικῆς ὡς ληφθῆναι τὸ Γ μηδενὶ τῷ Α, γίνεται πάλιν ὁ δεύτερος1 τῶν ἐν τῷ πρώτῳ σχήματι. ἢ εἰ δεῖ τὸν εἰς ἀδύνατον ἀπάγοντα τὸ ἀντικείμενον τοῦ δεικνυμένου ὑποτίθεσθαι καὶ προσλαμβάνειν τὸ ἕτερον τῶν κειμένων, ὁ μὲν πρῶτος εἰρημένος οὐ δόξει τοῖς κειμένοις ἐμμένειν, ὅτι μὴ τὸ ἀντικείμενον τῷ δεικνυμένῳ ἀλλὰ τὸ ἀντιστρέφον τῷ ἀντικειμένῳ ὑποτίθεται, ὁ δὲ δεύτερος, ὅτι μὴ τῶν κειμένων τι προσείληφεν, ἀλλὰ τὸ ἀντιστρέφον τῷ κειμένῳ. ὁ μέντοι ἔχων τὴν μὲν μείζονα ἐπὶ μέρους καταφατικὴν τὴν δ’ ἐλάττονα καθόλου καταφατικὴν διὰ μὲν ἀντιστροφῆς ἀνάγεται εἰς τὸν τρίτον τῶν ἐν τῷ πρώτῳ σχήματι οὐκ ὄντα ἐκ δύο καθόλου, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ αὐτὸς εἰς τὸν δεύτερον τῶν ἐν τῷ πρώτῳ σχήματι τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, εἰς ὃν ἀνήγετο καὶ ὁ πρῶτος ὁ ἐκ δύο καθόλου καταφατικῶν, ὥστε καὶ οὗτος ὁμοίως τοῖς πρώτοις δύο τοῖς ἐκ καθόλου τῶν δύο προτάσεων εὐθὺς ἐπιτελεῖται διὰ τῶν καθόλου τῶν ἐν πρώτῳ σχήματι, ἐπεὶ καὶ ἐκεῖνοί γε δι’ ἀντιστροφῆς εἰς τὸν τρίτον καὶ τέταρτον ἀνάγονται, ὡς καὶ οὗτος εἰς τὸν τρίτον. τοῦτο τε οὖν παρεώραται ἐν τοῖς εἰρημένοις καὶ ἔτι μᾶλλον τὸ ἐπὶ τῆς ἐπὶ μέρους μὲν ἀποφατικὴν τὴν μείζονα ἐχούσης καθόλου δὲ καταφατικὴν τὴν ἐλάττονα· οὗτος γὰρ οὐδ’ ὅλως εἰς τοὺς ἐπὶ μέρους ἐν πρώτῳ σχήματι ἀνάγεται· οὐδὲ γὰρ δι’ ἀντιστροφῆς δείκνυται τὴν ἀρχήν, ὡς εἶπεν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, ἀλλὰ μόνον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, δι’ ἧς εἰς τὸν πρῶτον ἀνάγεται τοῦ πρώτου σχήματος. Οἱ μὲν οὖν ἐκ δύο καθόλου προτάσεων διὰ τοῦτο αὐτόθεν εἰς ἐκείνους ἀνάγονται κατ’ αὐτόν. οἱ δὲ ἄλλοι τέσσαρες, φησίν, οἱ ἐπὶ μέρους ἔχοντες πρότασιν ἀνάγονται μὲν δι’ ἀντιστροφῶν εἰς τοὺς ἐν τῷ πρώτῳ δύο ἐν μέρει, ἐκεῖνοι δὲ εἰς τοὺς δύο πρώτους ἐδείχθησαν ἀναγόμενοι διὰ τῶν δύο τῶν ἐν δευτέρῳ σχήματι πρώτων, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ διὰ τῶν αὐτῶν τούτων ἀναχθήσονται εἰς ἐκείνους. οἱ μὲν γὰρ ἐν τῷ τρίτῳ δι’ ἀντιστροφῆς εἰς τοὺς ἐν τῷ πρώτῳ ἐπὶ μέρους, οἱ δ’ ἐν τῷ πρώτῳ ἐπὶ μέρους εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οἱ δ’ ἐν τῷ δευτέρῳ δύο πρῶτοι εἰς τὸν δεύτερον τοῦ πρώτου δι’ ἀντιστροφῆς, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ τὴν ἑτέραν ἐπὶ μέρους ἔχοντες εἰς τὸν αὐτὸν ἀναχθήσονται. μήποτε δέ, ὡς εἰρήκαμεν, οὐχ οἱ τέσσαρες, ἀλλ’ οἱ τρεῖς οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι· ὁ δὲ ἔχων τὴν μείζονα ἐπὶ μέρους ἀποφατικὴν τὴν δ’ ἐλάττονα καθόλου καταφατικὴν οὔτε δι’ ἀντιστροφῆς ἐδείκνυτο οὔτε ἀνήγετο εἴς τινα τῶν ἐπὶ μέρους ἐν πρώτῳ, ἀλλ’ αὐτόθεν καὶ αὐτὸς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνάγεται εἰς τὸν πρῶτον τὸν ἐν τῷ πρώτῳ, ὡς ἐδείχθη. ἀλλὰ καὶ τῶν τριῶν ὁ τὴν ἐλάττονα καθόλου καταφατικὴν ἔχων τῆς μείζονος οὔσης ἐπὶ μέρους καταφατικῆς, ὃς διὰ μὲν ἀντιστροφῆς εἰς τὸν τρίτον ἀνάγεται τὸν ἐν πρώτῳ, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτόθεν καὶ αὐτὸς εἰς τὸν δεύτερον. εἰ γὰρ διότι κυριωτέρα ἡ δι’ ἀντιστροφῆς δεῖξις, ταύτῃ δεῖ χρῆσθαι ἐπ’ αὐτοῦ, καὶ ἐπὶ τῶν ἐκ δύο καθόλου προτάσεων τὸ αὐτὸ ποιητέον· οὕτως δὲ καὶ οὗτοι οὐκέτ’ ἂν εὐθὺς ἐπιτελοῖντο διὰ τῶν δύο τῶν πρώτων ἐν τῷ πρώτῳ σχήματι, ἀλλ’ ἀνάγοιντο καὶ αὐτοὶ εἰς τοὺς ἐπὶ μέρους, ὁ μὲν εἰς τὸν τρίτον ὁ δ’ εἰς τὸν τέταρτον. μήποτε οὖν δεῖ προσυπακούειν τῷ ὅταν δὲ ἐπὶ μέρους ληφθῶσι τὸ ‘ὅσοι αὐτῶν μὴ αὐτόθεν δύνανται ἐπιτελεῖσθαι δι’ ἐκείνων τῶν συλλογισμῶν’ τῷ ἀνάγεσθαι τούτους εἰς τοὺς ἐν μέρει τῶν ἐν τῷ πρώτῳ σχήματι·2 ἄντικρυς γὰρ τοῦτο ἐνδεῖ, καὶ προστεθέντος τούτου οὐδὲν ἔτι ἐπιζητεῖται.

另一方面,如果ΑΓ是全称否定,那么所导出的结论是Α不属于某个Β;因为若非如此,设其对立命题成立,即Α属于全部Β;如果在全称否定ΑΓ换位后(从而取Γ不属于任何Α)增设该命题,就再次构成了第一格中的第二种推论。或者,如果进行归谬法的人必须假设被证明命题的对立命题,并增设原设前提之一,那么首先述及的归约似乎并不遵守原设条件,因为它假设的不是被证明命题的对立命题,而是对立命题的换位命题;而第二种归约[似乎也不遵守原设条件],因为它所增设的不是原设前提之一,而是原设前提的换位命题。然而,大前提为特称肯定、小前提为全称肯定的推论,通过换位法被归约到第一格中并非由两个全称前提构成的第三种推论,但通过归谬法,它自身也被归约到第一格中的第二种推论(即由全称否定的大前提和全称肯定的小前提构成的推论),而由两个全称肯定构成的第一种推论原先也是归约到此推论的;因此,这个推论也同样像由两个全称前提构成的最初两个推论一样,直接通过第一格中的全称推论得以完成,因为那两个推论也是通过换位法被归约到第三和第四种推论,正如这个推论被归约到第三种推论一样。因此,这一点在上述讨论中被忽略了,而对于大前提为特称否定、小前提为全称肯定的推论而言,被忽略得更为严重;因为这个推论根本不归约到第一格中的特称推论;因为正如他在关于该推论的论述中所说,它甚至根本不是通过换位法被证明的,而仅仅是通过归谬法被证明的,并且通过归谬法被归约到第一格的第一种推论。 因此,按照他的看法,由两个全称前提构成的推论正是由于这个原因直接归约到那些推论。他说,具有特称前提的其余四个推论,通过换位法被归约到第一格中的两个特称推论,而那些推论已被证明是通过第二格中最初的两个推论归约到〔第一格中〕最初的两个推论的,因此第三格中的那些推论也将通过这些相同的推论归约到那些推论。因为第三格中的推论通过换位法归约到第一格中的特称推论,第一格中的特称推论通过归谬法归约到第二格中最初的两个推论,而第二格中最初的两个推论通过换位法归约到第一格中的第二种推论,因此第三格中具有一个特称前提的推论也将归约到同一个推论。但是,正如我们所说,也许并非全部四个推论,而是通过换位法证明的三个推论是如此;而大前提为特称否定、小前提为全称肯定的推论,既未通过换位法证明,也未归约到第一格中的任何特称推论,而是正如已经表明的那样,它自身也通过归谬法直接归约到第一格中的第一种推论。不仅如此,在这三个推论中,小前提为全称肯定而大前提为特称肯定的推论,虽然通过换位法归约到第一格中的第三种推论,但通过归谬法,它自身也直接归约到第二种推论。因为如果由于换位证明更具本原性而必须对其使用换位证明,那么对于由两个全称前提构成的推论也必须同样做;然而这样一来,它们也就不再直接通过第一格中最初的两个推论得以完成,而是自身也将归约到特称推论,一个归约为第三种,另一个归约为第四种。因此,对于“而当它们被取为特称时”这句话,也许应当补足理解为:“凡是不能直接通过那些推论完成的”,因为它们被归约到第一格中的特称推论;因为这一限定显然是欠缺的,而一旦将其补上,就无需再探求任何东西了。

语法注2 条
  1. 2.44ὁ μὲν πρῶτος εἰρημένος οὐ δόξει τοῖς κειμένοις ἐμμένειν... ὁ δὲ δεύτερος

    在对比并列结构中,前半句的谓语部分“ὁ μὲν πρῶτος εἰρημένος οὐ δόξει τοῖς κειμένοις ἐμμένειν”(首先述及的推论似乎并不遵守原设条件)在后半句“ὁ δὲ δεύτερος”中为避免重复而省略了主动词短语“οὐ δόξει τοῖς κειμένοις ἐμμένειν”。两者分别指代紧接上文提出的两种归约方法(假设结论对立命题的换位命题,或增设原设前提的换位命题)。

  2. 2.44μήποτε οὖν δεῖ προσυπακούειν τῷ ὅταν δὲ ἐπὶ μέρους ληφθῶσι τὸ ‘ὅσοι αὐτῶν μὴ αὐτόθεν δύνανται ἐπιτελεῖσθαι δι’ ἐκείνων τῶν συλλογισμῶν’ τῷ ἀνάγεσθαι τούτους εἰς τοὺς ἐν μέρει τῶν ἐν τῷ πρώτῳ σχήματι

    动词“προσυπακούειν”(补充理解)支配一个表示被补充对象的与格(τῷ ὅταν δὲ ἐπὶ μέρους ληφθῶσι)以及一个表示补充内容的宾格(τὸ ὅσοι αὐτῶν...)。句末的带冠词不定式短语“τῷ ἀνάγεσθαι τούτους...”充当表示原因的与格,意为“由于这些推论被归约到第一格中的特称推论[因而必须作此补充]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:116.11-117.25