- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:114.31-116.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《前分析篇》第1卷第7章(29b19)的注疏。亚历山大解释了第三格中由两个全称前提构成的推论如何通过归谬法直接归约为第一格的全称推论,进而探讨了包含特称前提的推论的归约机制与替代性证明路径。
" Οἱ δ’ ἐν τῷ τρίτῳ καθόλου μὲν ὄντων τῶν ὅρων εὐθὺς ἐπιτελοῦνται δι’ ἐκείνων." Ὃ δὲ λέγει, τοιοῦτον ἂν εἴη· ἐν τῷ τρίτῳ σχήματι οἱ δύο συλλογισμοὶ οἱ πρῶτοι ἐκ δύο καθόλου προτάσεών εἰσιν, ὁ μὲν τῶν δύο καταφατικῶν ὁ δὲ τῆς μείζονος καθόλου ἀποφατικῆς. τούτους δὴ λέγει ἐξ εὐθείας εἰς ἐκείνους τε ἀνάγεσθαι καὶ δι’ ἐκείνων ἐπιτελεῖσθαι, τοῦτο δέ, ἐπεὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἑκάτερος αὐτῶν εἰς ἐκείνους εὐθὺς ἀνάγεται, ὁ μὲν ἐκ δύο καθόλου καταφατικῶν εἰς τὸν δεύτερον, ὁ δὲ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δ’ ἐλάττονος καθόλου καταφατικῆς εἰς τὸν πρῶτον. τὸ γὰρ ἀντικείμενον τοῦ συναγομένου ἢ ἐπὶ μέρους καταφατικοῦ ἢ ἐπὶ μέρους ἀποφατικοῦ ὑποθέμενοι ἢ καθόλου ἀποφατικὸν ἢ καθόλου καταφατικὸν ἔχομεν καὶ τὴν προσλαμβανομένην πρότασιν καθόλου τε καὶ καταφατικὴν (ἦσαν γὰρ ἀμφότεραι καθόλου), καὶ γίνεται ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι ἐκ δύο καθόλου προτάσεων· ἀλλ’ ἢ καταφατικὴ ἢ ἀποφατικὴ καθόλου ἡ συναγωγή.1 οὐ γὰρ δὴ δι’ ἀντιστροφῆς λέγοι ἄν· ἡ γὰρ ἀντιστροφὴ τὴν ἑτέραν ἐπὶ μέρους ποιεῖ. ἀλλ’ οὐδὲ τὸ ἀμφοτέρας ἔχειν καθόλου τὰς προτάσεις αὔταρκες πρὸς τὴν εἰς ἐκείνους ἀναγωγήν· δεῖ γὰρ δι’ ἀντιστροφῆς· ταύτης δὲ γινομένης οὐκέτι μένουσι καθόλου. ἐπὶ γοῦν τῶν ἐν δευτέρῳ σχήματι ἐκ δύο καθόλου τῇ ἀντιστροφῇ χρησάμενος διὰ ταύτης τὴν ἀναγωγὴν ἔδειξεν αὐτῶν τὴν εἰς ἐκείνους γινομένην. οὐκέτι δὲ δοκοῦσιν οἱ λοιποὶ τρεῖς, οἵ τε δύο οἱ ἐκ τῆς μείζονος καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς καὶ 〈τῆς〉 ἐλάττονος ἐπὶ μέρους καταφατικῆς καὶ ὁ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐκ δύο καθόλου γίνεσθαι· ἡ μὲν γὰρ ὑποτιθεμένη ἐν αὐτοῖς καθόλου πάντως ἐστίν, ἐπεὶ ἀντικειμένη λαμβάνεται τῷ συμπεράσματι ἐπὶ μέρους ὄντι, ἡ δὲ προσλαμβανομένη ἐπὶ μέρους. ἢ τοῦτο ἐπὶ δύο μόνων γίνεται, ἐν οἷς ἐστιν ἡ ἐλάττων ἐπὶ μέρους καταφατική· αὕτη γάρ ἐστιν ἡ τῷ ὑποτεθέντι καθόλου ὄντι προσλαμβανομένη, ἥτις προσληφθεῖσα ποιεῖ μὲν τὸ πρῶτον σχῆμα, ἀλλ’ οὐ τῶν ἐκ δύο καθόλου τινὰ ἀλλὰ τῶν τὴν ἑτέραν ἐπὶ μέρους ἐχόντων. ὥστε ἐπεὶ εἰς ἐκείνους ἀνάγονται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, εἰς οὓς καὶ διὰ τῆς ἀντιστροφῆς, εἰκότως ἐπ’ αὐτῶν τῇ δι’ ἀντιστροφῆς δείξει ἐχρήσατο. ἔνεστι μέντοι αὐτοὺς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνάγειν εἰς τοὺς ἐν τῷ δευτέρῳ σχήματι ἐκ δύο καθόλου προτάσεων, οἳ δι’ ἀντιστροφῆς τῆς ἀποφατικῆς προτάσεως εἰς τὸν δεύτερον ἀνάγονται τῶν ἐν τῷ πρώτῳ. κειμένου γὰρ τοῦ Α μὲν παντὶ τῷ Γ τοῦ δὲ Β τινὶ τῷ Γ λέγω, ὅτι τὸ Α τινὶ τῷ Β· εἰ γὰρ μή, οὐδενὶ τὸ Α τῷ Β· κεῖται δὲ καὶ τῷ Γ παντί. ὁμοία ἡ δεῖξις, κἂν καθόλου ἀποφατικὴ ἡ Α Γ. καὶ δόξει ῥᾴων εἶναι ἡ διὰ τοῦ δευτέρου σχήματος ἀναγωγὴ εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι πρώτους τῆς δι’ ἀντιστροφῆς ἀναγούσης αὐτοὺς εἰς τοὺς ἐν τῷ πρώτῳ δύο τοὺς ἔχοντας τὴν ἐλάττονα πρότασιν ἐν μέρει τῷ τούτους πάλιν πρῶτον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τοὺς ἐν τῷ δευτέρῳ τοὺς ἐκ καθόλου τῶν προτάσεων ἀμφοτέρων ἀνάγεσθαι.2 ἔτι δὲ καὶ τούτους εἰς τοὺς ἐν τῷ πρώτῳ πρώτους δι’ ἀντιστροφῆς ἀνάγεσθαι [ἢ] ἔνεστι λέγειν, ἂν τοῦ μὲν ἔχοντος τὴν μείζονα καθόλου καταφατικὴν ὑποθώμεθα μὴ τὸ ἀντικείμενον τῷ συναγομένῳ ἀλλὰ τὸ ἀντιστρέφον αὐτῷ. κειμένου γὰρ τοῦ μὲν Α παντὶ τῷ Γ τοῦ δὲ Β τινὶ τῷ Γ συνάγεται μὲν τὸ Α τινὶ τῷ Β· εἰ γὰρ μή, τὸ ἀντικείμενον αὐτῷ· τοῦτο δέ ἐστι τὸ μηδενὶ τῷ Β τὸ Α· ὃ ἐπεὶ ἀντιστρέφει, εἴη ἂν καὶ τὸ Β τῷ Α μηδενί· ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Γ· ἐξ ὧν συνάγεται τὸ Β τῷ Γ μηδενί, ὂν ἀδύνατον.
“而第三格中的推论,在各词项是全称的情况下,直接通过那些推论得以完成。” 他所说的意思是这样的:在第三格中,最初的两个推论是由两个全称前提构成的,一个由两个肯定前提构成,另一个的大前提为全称否定。因此他说,这两个推论直接归约到那些推论并通过它们得以完成;这是因为它们各自通过归谬法直接归约到那些推论——由两个全称肯定构成的推论归约为第二种,而大前提为全称否定、小前提为全称肯定的推论则归约为第一种。因为,将所导出的特称肯定或特称否定的对立命题假设为全称否定或全称肯定,我们所增设的前提也是全称且肯定的(因为原先两者都是全称的),于是在第一格中便产生了一个由两个全称前提构成的推论;不过,导出的结论或是全称肯定,或是全称否定。因为他绝不可能是指通过换位法;因为换位会使其中一个前提变成特称。然而,仅仅两前提都是全称,对于归约到那些推论而言也是不够的;因为必须通过换位,但在换位之后,前提就不再保持为全称了。至少在第二格中由两个全称前提构成的推论上,他正是运用了换位法,并表明它们是通过换位法而归约到那些推论的。但是剩下的三个推论——即大前提为全称(或肯定或否定)而小前提为特称肯定的两个推论,以及大前提为特称肯定而小前提为全称肯定的推论——似乎不再能通过归谬法由两个全称前提产生。因为在它们之中被假设的前提必然是全称的,因为它是作为特称结论的对立命题而被选取的,但增设的前提却是特称的。或者说,这仅发生在小前提为特称肯定的那两个推论中;因为被增设到作为全称的假设命题上的正是该小前提,而在增设之后,它虽构成了第一格,构成的却不是由两个全称前提构成的推论之一,而是有一前提为特称的推论之一。因此,既然它们通过归谬法所归约到的推论,与它们通过换位法所归约到的推论相同,他自然对它们采用了通过换位法的证明。然而,通过归谬法将它们归约为第二格中由两个全称前提构成的推论是可能的,而这些推论又通过否定前提的换位而被归约为第一格中的第二种推论。因为当设定Α属于全部Γ,Β属于某个Γ时,我说Α属于某个Β;因为若非如此,则Α不属于任何Β;但它也被设定属于全部Γ。即使ΑΓ是全称否定,证明也是类似的。并且,经由第二格而归约到第一格中最初诸推论的途径,比起通过换位法将它们归约到第一格中小前提为特称的两个推论的途径,似乎更为简便,这是因为后者又必须首先通过归谬法被归约到第二格中两前提皆为全称的推论。此外,如果对于大前提为全称肯定的推论,我们假设的不是所导出结论的对立命题,而是与其换位的命题,那么也可以说这些推论通过换位法被归约到第一格中最初的推论。因为当设定Α属于全部Γ,Β属于某个Γ时,得出结论Α属于某个Β;若非如此,则是其对立命题,即Α不属于任何Β;由于该命题可以换位,因此Β也将不属于任何Α;但曾设定Α属于全部Γ;由此得出结论Β不属于任何Γ,而这是不可能的。
- 2.44ἀλλ’ ἢ καταφατικὴ ἢ ἀποφατικὴ καθόλου ἡ συναγωγή
由连词 ἀλλά 引导的省略句,省略了系动词 ἐστί。紧接前文在第一格中产生由两个全称前提构成的推论之论述,本句补充限定说明所得出的结论“乃是全称肯定或全称否定[而非特称]”。
- 2.44τῷ τούτους πάλιν πρῶτον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τοὺς ἐν τῷ δευτέρῳ τοὺς ἐκ καθόλου τῶν προτάσεων ἀμφοτέρων ἀνάγεσθαι
带定冠词与格的动词不定式结构 τῷ... ἀνάγεσθαι 作原因与格(dative of cause),其前无介词,用以说明前文比较级断言 δόξει ῥᾴων εἶναι(“似乎更为简便”)的理由。代词宾格 τούτους(指第一格中小前提为特称的那些推论)是不定式 ἀνάγεσθαι 的逻辑主语。
