← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§114.1-114.30

第一格特称推论向全称推论的间接归约

亚历山大阐释了第一格中的两个特称推论(Darii与Ferio)虽然自身完全,但如何通过归谬法先被导向第二格的全称推论,进而被间接归约为第一格的第二种推论(Celarent)的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.43#2

Δείξας δὲ τοὺς ἐν τῷ δευτέρῳ πάντας ἀναγομένους εἰς τοὺς δύο τοὺς ἐν τῷ πρώτῳ σχήματι τοὺς ἐκ δύο καθόλου προτάσεων μετὰ ταῦτα λέγει περὶ τῶν δύο τῶν ἐν τῷ πρώτῳ σχήματι τῶν ἐχόντων τὴν ἐλάττονα ἐπὶ μέρους καταφατικὴν τὴν δὲ μείζονα καθόλου ποτὲ μὲν καταφατικὴν ποτὲ δὲ ἀποφατικήν. φησὶ δὲ τούτους πρὸς μὲν τὸ δεικνύναι τὸ ἀναγκαῖον αὐτοῖς ἀρκεῖν1 καὶ μηδενὸς προσδεῖσθαι ὄντας τελείους, δύνασθαι μέντοι αὐτοὺς ἀνάγεσθαι εἰς τοὺς ἐκ δύο καθόλου ἐν πρώτῳ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀναχθέντας πρῶτον εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους. καὶ τὸν μὲν τρίτον ἐπὶ μέρους καταφατικὸν συνάγοντα ἀνάγει εἰς τὸν δεύτερον τῶν ἐν τῷ δευτέρῳ τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. κεῖται γὰρ τὸ Α παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ· συμπέρασμα τὸ Α τινὶ τῷ Γ. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον τὸ Α οὐδενὶ τῷ Γ· ὑπέκειτο δὲ καὶ τὸ Α τῷ Β παντί· αὕτη δέ ἐστιν ἡ συζυγία τοῦ δευτέρου ἐν τῷ δευτέρῳ σχήματι συλλογισμοῦ, ὃς κατ’ ἀντιστροφὴν τῆς ἀποφατικῆς προτάσεως ἀνήγετο εἰς τὸν δεύτερον τῶν ἐν τῷ πρώτῳ. τούτου καὶ τὸ συμπέρασμα ἀντεστρέφετο. εἰ δὴ ὁ μὲν τρίτος ὁ ἐν πρώτῳ εἰς τὸν δεύτερον τῶν ἐν τῷ δευτέρῳ ἀνῆκται, ὁ 〈δὲ〉 δεύτερος τοῦ δευτέρου εἰς τὸν δεύτερον τοῦ πρώτου, καὶ ὁ τρίτος τοῦ πρώτου εἰς τὸν δεύτερον 〈ἂν〉 ἀνάγοιτο τοῦ πρώτου. τὸν δὲ τέταρτον τὸν ἔχοντα ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα ἀνάγει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τὸν πρῶτον τῶν ἐν δευτέρῳ τὸν ἔχοντα τὴν μείζονα καθόλου ἀποφατικήν. εἰ γὰρ μὴ ἀληθὲς τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν, παντὶ ὑπάρξει· κεῖται δὲ καὶ τῷ Β μηδενί· αὕτη δέ ἐστιν ἡ συζυγία τοῦ πρώτου τοῦ ἐν δευτέρῳ σχήματι συλλογισμοῦ, ὃς καὶ αὐτὸς δι’ ἀντιστροφῆς τῆς καθόλου ἀποφατικῆς ἀνάγεται εἰς τὸν ἐν πρώτῳ δεύτερον. καὶ ὁ τέταρτος ἄρα ὁ ἐν πρώτῳ ἀναχθήσεται εἰς τὸν ἐν πρώτῳ δεύτερον. ἀναγαγὼν δὲ καὶ τοὺς ἐν τῷ πρώτῳ σχήματι τὸ ἐπὶ μέρους συνάγοντας δύο εἰς τοὺς δύο τούτου τοὺς τὸ καθόλου συνάγοντας διὰ τοῦ εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους ἀναγαγεῖν αὐτούς, οἳ ἀνήγοντο εἰς ἐκείνους,2 ἑξῆς πειρᾶται καὶ τοὺς ἐν τῷ τρίτῳ ἓξ ἀναγαγεῖν εἰς τοὺς αὐτοὺς δύο καὶ λέγει·

在证明了第二格中的所有推论都归约为第一格中由两个全称前提构成的两个推论之后,他接下来谈论第一格中具有特称肯定小前提,而大前提为全称(有时为肯定,有时为否定)的两个推论。 他说,这些推论既然是完全的,自身就足以显明必然的结论,而无需任何附加之物;然而,它们通过归谬法,在首先被归约为第二格中最初的两个推论之后,是能够被归约为第一格中由两个全称前提构成的推论的。 他将得出特称肯定的第三种推论归约为第二格中的第二种推论,即由大前提为全称肯定、小前提为全称否定构成的推论。 因为设定Α属于全部Β,Β属于某个Γ;结论是Α属于某个Γ。因为若非如此,则是其对立面:Α不属于任何Γ。但也曾假设Α属于全部Β;而这正是第二格中第二种推论的结合,该推论通过否定前提的换位被归约为第一格中的第二种推论。这个[推论]的结论也是经过换位的。 因此,如果第一格中的第三种推论已被归约为第二格中的第二种推论,而第二格的第二种推论又被归约为第一格的第二种推论,那么第一格的第三种推论也将被归约为第一格的第二种推论。 另一方面,对于结论为特称否定的第四种推论,他通过归谬法将其归约为第二格中的第一种推论,即大前提为全称否定的推论。 因为如果Α不属于某个Γ并非真实,它就将属于全部;但它也被设定为不属于任何Β;而这正是第二格中第一种推论的结合,该推论本身也是通过全称否定的换位而被归约为第一格中的第二种推论的。 因此,第一格中的第四种推论也将被归约为第一格中的第二种推论。 在也将第一格中得出特称结论的两个推论,通过把它们归约为第二格中最初的两个推论(而这些推论又曾被归约到那些推论),从而归约为第一格中得出全称结论的两个推论之后,他接下来也试图将第三格中的六个推论归约到同样的两个推论,并说道:

语法注2 条
  1. 2.43αὐτοῖς ἀρκεῖν

    与格 αὐτοῖς 是动词 ἀρκεῖν 的支配补足语(“对它们自身而言是充足的/自足的”),宾格 τούτους(两个特称推论)则充当不定式从句的逻辑主语。介词短语 πρὸς τὸ δεικνύναι τὸ ἀναγκαῖον(“就显明必然结论而言”)修饰整个谓词结构。

  2. 2.43διὰ τοῦ εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους ἀναγαγεῖν αὐτούς, οἳ ἀνήγοντο εἰς ἐκείνους

    带冠词不定式 διὰ τοῦ ... ἀναγαγεῖν 构成方式状语短语。在其内部,αὐτούς(第一格的两个特称推论)作宾语,关系代词 οἵ 的先行词是 τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους(第二格最初的两个推论),而从句内部的 ἐκείνους 指代第一格的两个全称推论,从而展示了两步归约的链条关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:114.1-114.30