- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:113.3-113.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《前分析篇》第一卷第七章开头(29b1)展开注释,阐明了将所有推论归约为第一格中两种全称推论的意义,并具体论述了第二格的四种推论如何通过换位法或归谬法分别归约至第一格的全称推论。
" Ἔστι δὲ καὶ ἀνάγειν πάντας τοὺς συλλογισμοὺς εἰς τοὺς ἐν πρώτῳ σχήματι καθόλου συλλογισμούς." Πρῶτον μὲν ἔδειξεν ἅπαντας τοὺς ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἀναγομένους εἰς τὸ πρῶτον σχῆμα καὶ διὰ τούτου τελειουμένους· τέλειοι γὰρ οὕτω καὶ ἀναπόδεικτοι οὗτοι.1 νῦν δ’ ἐπεὶ καὶ τῶν ἐν τῷ πρώτῳ σχήματι τελειότεροι οἱ δύο οἱ πρῶτοι ὄντες ἐκ δύο καθόλου προτάσεων, δείκνυσι πάντας τοὺς συλλογισμοὺς εἰς τούτους δυναμένους ἀνάγεσθαι, ἅμα μὲν γυμνάσιον τι ἡμῖν ὑποτιθέμενος, ἅμα δὲ δεικνύς, ὅτι ἔνεστι τὴν πίστιν τοῦ εἶναι καὶ τοὺς ἄλλους συλλογισμοὺς ποιεῖσθαι ἀπὸ τῶν μάλιστά τε καὶ ὁμολογουμένων συζυγιῶν. εἰσὶ δὲ δύο μὲν ὑπολειπόμενοι τῶν ἐν τῷ πρώτῳ σχήματι οἱ τὴν ἐλάττονα ἐπὶ μέρους καταφατικὴν ἔχοντες, τέσσαρες δὲ οἱ ἐν δευτέρῳ σχήματι καὶ ἓξ οἱ ἐν τρίτῳ. τούσδε δὴ δώδεκα πάντας ἀνάγει εἰς τοὺς πρώτους τοὺς ἐν πρώτῳ σχήματι δύο. Οἱ μὲν οὖν δύο πρῶτοι τῶν ἐν δευτέρῳ σχήματι φανερὰν τὴν ἀναγωγὴν ἔχουσιν· ἐδείκνυντο γὰρ ἀντιστρεφομένης ἐν αὐτοῖς τῆς καθόλου ἀποφατικῆς, ἧς ἀντιστραφείσης ἐγίνετο ὁ δεύτερος ἐν πρώτῳ σχήματι ὁ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος. οἱ δὲ δύο οἱ τὸ ἐπὶ μέρους ἀποφατικὸν συνάγοντες διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνάγονται εἰς ἐκείνους, ὁ μὲν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων2 ὑποθεμένων ἡμῶν τὸ ἀντικείμενον τοῦ συναγομένου ὄντος ἐπὶ μέρους ἀποφατικοῦ (ἔστι δὲ τὸ καθόλου καταφατικόν) καὶ προσλαβόντων τὴν μείζονα οὖσαν καθόλου ἀποφατικήν. οὕτως γὰρ γίνεται ἐν τῷ πρώτῳ σχήματι ἡ μὲν μείζων καθόλου ἀποφατικὴ ἡ δ’ ἐλάττων καθόλου καταφατική, ἣν ὑπεθέμεθα, καὶ τὸ συμπέρασμα καθόλου ἀποφατικόν, ὅ ἐστιν ἀδύνατον· ὁ γὰρ μέσος, ὃς συνήχθη μηδενὶ τῷ ἐσχάτῳ, τινὶ αὐτῷ ὑπάρχει. καὶ ὁ μὲν τρίτος τῶν ἐν δευτέρῳ σχήματι οὕτως ἀνήχθη εἰς τὸν δεύτερον τὸν ἐν τῷ πρώτῳ· ὁ δὲ τέταρτος ὁ ἔχων τὴν μὲν μείζονα καθόλου καταφατικὴν τὴν δ’ ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν εἰς τὸν πρῶτον ἀνάγεται τῶν ἐν τῷ πρώτῳ τὸν ἐκ δύο καθόλου καταφατικῶν, ὡς ἐδείχθη. εἰ γὰρ μὴ ἀληθὲς τὸ τινὶ μὴ ὑπάρχειν τὸν μείζονα τῷ ἐλάττονι, παντὶ κείσθω· κεῖται δὲ καὶ ὁ μέσος παντὶ τῷ μείζονι· δύο δὴ καθόλου καταφατικαὶ ἐν πρώτῳ σχήματι, καὶ συναχθήσεται ἐξ αὐτῶν τὸ τὸν μέσον παντὶ τῷ ἐλάττονι· ἀλλ’ ἔκειτο τινὶ αὐτῷ μὴ ὑπάρχειν.
“同样可以将所有的推论归约为第一格中的全称推论。” 首先,他证明了第二格和第三格中的所有推论都归约为第一格并通过它得到完全;因为这些推论以这种方式是完全且不可证明的。但现在,既然在第一格的推论中,由两个全称前提构成的最初两个推论更为完全,他便证明所有的推论都能归约为这两个推论,这既是在为我们提供一种练习,也是在表明:完全可以从最完备且无可争议的结合出发,来确立其他推论的存在。而在第一格的推论中剩下两个,即小前提为特称肯定的推论,第二格中有四个,第三格中有六个。正是这全部十二个推论,他都归约为第一格中最初的两个推论。 第二格中最初的两个推论具有显而易见的归约;因为它们是通过在其中将全称否定前提换位而被证明的,在此前提换位之后,便生成了第一格中的第二种推论,即由大前提为全称否定和小前提为全称肯定构成的推论。而得出特称否定结论的两个推论,则是通过归谬法被归约到那些推论的:由大前提为全称否定和小前提为特称肯定得出特称否定的推论,是在我们假设所推导出的特称否定结论的对立面(即全称肯定),并附加采用作为全称否定的大前提时得到归约的。因为这样一来,在第一格中大前提成为全称否定,小前提成为我们所假设的全称肯定,结论则是全称否定,而这是不可能的;因为被推导出不属于末项中任何一个的中项,实际上属于它的某一个。这样,第二格中的第三种推论便被归约为第一格中的第二种推论。另一方面,大前提为全称肯定、小前提为特称否定的第四种推论,正如所证明的那样,被归约为第一格中由两个全称肯定构成的第一种推论。因为如果大项不属于小项的某一个并非真实,就设定它属于全部;但中项也被设定属于大项的全部;于是第一格中便有了两个全称肯定,由此将推导出中项属于小项的全部;然而此前曾设定它不属于小项的某一个。
- 2.43τέλειοι γὰρ οὕτω καὶ ἀναπόδεικτοι οὗτοι
指示代词 οὗτοι 指称对象的句法判断。此处不指前一主句的主语(第二、三格推论),而是指介词短语 εἰς τὸ πρῶτον σχῆμα 所指示的第一格推论(省略系动词)。正因为第一格的推论是自明的且“不可证明的”(ἀναπόδεικτοι)公理,向它们的归约才能成为使其他推论完全的基础。
- 2.43ὁ μὲν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων
句首的主格分词短语 ὁ μὲν ... συνάγων 是接续前文复数 οἱ δὲ δύο ... ἀνάγονται 而出现的悬垂主格(nominativus pendens)或主句动词省略结构(补出 ἀνάγεται)。在后续的属格独立结构(ὑποθεμένων ἡμῶν ... καὶ προσλαβόντων)和解释分句(οὕτως γὰρ γίνεται...)展开之后,其句法呼应最终在句末的 καὶ ὁ μὲν τρίτος ... οὕτως ἀνήχθη 中得以落实并闭合。
