- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:111.28-113.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段评注亚里士多德《前分析篇》第一卷第七章(29a27–29a30),解释了无规定前提与特称肯定前提具有同等效力的原因,并阐明了第二格和第三格的不完全推论如何通过换位或归谬法由第一格完成。
" Δῆλον δὲ καὶ ὅτι τὸ ἀδιόριστον ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει τιθέμενον." Εἴρηται ἡμῖν περὶ τῆς ἀδιορίστου προτάσεως, ὅτι ἴσον τῇ ἐπὶ μέρους δύναται· καὶ γὰρ εἰ ἐφαρμόζει ποτὲ καὶ τῇ καθόλου, ἀλλὰ ταύτῃ μὲν οὐκ ἔστιν ἴση· οὐ γὰρ εἰ ἡ ἀδιόριστος ἀληθής, πάντως καὶ ἡ καθόλου, ἡ δὲ ἐπὶ μέρους πάντως, ὥσπεροῦν καὶ ἐφ’ ὧν πάλιν ἡ ἐπὶ μέρους ἀληθής, καὶ ἡ ἀδιόριστος· ὥστε ὡς ἴσον τῇ ἐπὶ μέρους δυναμένη ὅταν ληφθῇ,1 τὸν αὐτὸν συλλογισμὸν ποιήσει, ὃν ἐποίει κἀκείνη τιθεμένη.
“同样明显的是,当无规定前提被用来代替特称肯定时……” 关于无规定前提,我们此前已经说过它具有与特称前提等同的效力;因为即使它有时也适用于全称,但与全称并不等同。因为并非如果无规定前提为真,全称前提就必定也为真,但特称前提必定为真,正如反过来在特称前提为真的场合,无规定前提也为真一样;因此,当它被视为具有与特称前提等同的效力而被采用时,它将产生与特称前提被设定时所产生的相同的推论。
"Φανερὸν δὲ καὶ ὅτι πάντες οἱ ἀτελεῖς συλλογισμοὶ τελειοῦνται διὰ τοῦ πρώτου σχήματος." Ὅτι καὶ οἱ ἐν τῷ δευτέρῳ σχήματι καὶ οἱ ἐν τῷ τρίτῳ συλλογισμοὶ πάντες ἀτελεῖς ὄντες διὰ τοῦ πρώτου τελειοῦνται σχήματος, δείξας ἐν τοῖς ἐπάνω νῦν ἡμᾶς ὑπομιμνήσκει αὐτοῦ· ἢ γὰρ δι’ ἀντιστροφῆς ἐτελειοῦντο, οἱ μὲν ἐν τῷ δευτέρῳ τῆς μείζονος ἀντιστρεφομένης προτάσεως οἱ δ’ ἐν τῷ τρίτῳ τῆς ἐλάττονος, ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἀλλὰ καὶ οἱ δι’ ἀντιστροφῆς προτάσεως τελειούμενοι εἰς τὸ πρῶτον ἀνήγοντο σχῆμα καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐδείκνυντο συνάγοντες τὸ προκείμενον τοῦ τῇ ὑποτεθείσῃ προτάσει ἀκολουθοῦντος ἀδυνάτου ἐν τῷ πρώτῳ δεικνυμένου σχήματι. δεικτικῶς δὲ εἶπε δείκνυσθαι τοὺς δι’ ἀντιστροφῆς, ὅτι προηγουμένως τοῦ κειμένου ἡ δεῖξις ἐν τούτοις γίνεται ἀντιστροφῆς γινομένης. τῷ δ’ ὅτι διὰ τῆς ἀντιστροφῆς ἐπεραίνοντο πάντες δεῖ προσυπακούειν τὸ ‘ὅσοι δεικτικῶς’·2 οὐ γὰρ πάντες δι’ ἀντιστροφῆς. οἱ δὲ δι’ ἀδυνάτου ὑπόθεσιν λαβόντες ἄλλου τινὸς συλλογισμὸν καὶ δεῖξιν ποιοῦνται, ἀλλ’ οὐ τοῦ προκειμένου προηγουμένως, ἀλλὰ γίνεται τὸ προκείμενον ἐν αὐτοῖς δεικνύμενον κατὰ συμβεβηκός. ὅτι δὲ διὰ τοῦ πρώτου σχήματος καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται, ἐπί τε τῶν ἐν δευτέρῳ σχήματι συλλογισμῶν καὶ ἐπὶ τῶν ἐν τρίτῳ ἔδειξεν, ἐπὶ μιᾶς συζυγίας τῶν ἐν τῷ τρίτῳ σχήματι τῆς δεικνυμένης καὶ δι’ ἀντιστροφῆς· ἔστι δ’ αὕτη ἡ ἐκ δύο καθόλου καταφατικῶν ἐπὶ μέρους καταφατικὸν συνάγουσα, ἣ δείκνυται μὲν οὖσα συλλογιστική, ὡς εἴπομεν, καὶ δι’ ἀντιστροφῆς, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κειμένου γὰρ τοῦ Α καὶ τοῦ Β παντὶ τῷ Γ, τὸ Α γίνεται τινὶ τῷ Β· εἰ γὰρ μή, ὑποκείσθω τὸ ἀντικείμενον· ἔστι δὲ τὸ Α οὐδενὶ τῷ Β· κεῖται δὲ καὶ τὸ Β παντὶ τῷ Γ· γέγονε συζυγία ἐν πρώτῳ σχήματι ἡ δευτέρα καθόλου ἀποφατικὸν συνάγουσα 〈τὸ Α〉 μηδενὶ τῷ Γ. ὃ ἐπεὶ ἀδύνατόν ἐστι (κεῖται γὰρ τὸ Α παντὶ τῷ Γ), ἀναιρεῖται μὲν ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν, ἡ θεῖσα τὸ Α μηδενὶ τῷ Β, κατασκευάζεται δὲ τὸ ‘τινὶ ἄρα’.3 ὡς δὲ ἐπὶ τοῦ προκειμένου ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τοῦ πρώτου γέγονε σχήματος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων πάντων γίνεται τῶν τε ἐν τῷ δευτέρῳ καὶ τῶν ἐν τῷ τρίτῳ. ὅτι δὲ ἡ δι’ ἐκθέσεως δεῖξις ἦν αἰσθητικὴ καὶ οὐ συλλογιστική, δῆλον καὶ ἐκ τοῦ νῦν αὐτὸν μηκέτι μνημονεύειν αὐτῆς ὡς διὰ συλλογισμοῦ τινος γινομένης.
“同样明显的是,所有不完全的推论都是通过第一格而得到完全的。” 在前面的论述中证明了第二格中的推论和第三格中的推论全都是不完全的且通过第一格得到完全之后,他现在提醒我们注意这一点。因为它们要么是通过换位得到完全的——第二格中的推论是通过大前提换位,而第三格中的推论是通过小前提换位——要么是通过归谬法得到完全的。但是,通过前提换位而得到完全的推论被归约为第一格,而通过归谬法的推论也正是因为跟随所假定前提而来的不可能性在第一格中被证明,从而被证明推导出所提出的结论。他之所以说通过换位的推论是“直接被证明的”,是因为在这些推论中,随着换位的进行,所设定的结论直接被证明。而对于“全都是通过换位完成的”这一表述,必须在理解中补上“凡是直接被证明的”;因为并非全都是通过换位。另一方面,通过不可能性的推论则采用了一个假设,做出了对某种别的事物的推论和证明,而不是直接对所提出结论的证明,所提出的结论在它们之中只是附带地被证明。至于归谬法也是通过第一格进行的,他在第二格的推论和第三格的推论中,就第三格中也可以通过换位被证明的一个结合予以了证明。这就是由两个全称肯定推导出特称肯定的结合,正如我们所说,它不仅被证明通过换位是能产生推论的,而且也可以通过归谬法被证明。因为当A和B都被设定属于一切C时,A便属于某个B;如果不是这样,就假设其对立面,即A不属于任何B;但B也被设定属于一切C;这就构成了第一格中的第二种结合,推导出全称否定,即A不属于任何C。既然这是不可能的(因为此前设定A属于一切C),那么这一不可能性所随之而来的假设——即设定A不属于任何B的假设——就被驳倒,而“因此属于某个”便得以确立。正如在所提出的情形中归谬法是通过第一格进行的一样,在第二格和第三格的所有其他推论中也是如此进行的。至于通过展示的证明是基于感觉的而非推论性的,这一点从他现在不再把它作为通过某种推论产生的东西提及也可明了。
- 2.41ὥστε ὡς ἴσον τῇ ἐπὶ μέρους δυναμένη ὅταν ληφθῇ
短语 ὡς ἴσον τῇ ἐπὶ μέρους δυναμένη 修饰条件分句 ὅταν ληφθῇ(“当[无规定前提]被采用时”)。阴性主格分词 δυναμένη 与被省略的主语无规定前提(ἡ ἀδιόριστος πρότασις)在性数格上一致,而 τῇ ἐπὶ μέρους[προτάσει]则是 ἴσον δύναται 所要求的比较对象的与格。
- 2.42τῷ δ’ ὅτι διὰ τῆς ἀντιστροφῆς ἐπεραίνοντο πάντες δεῖ προσυπακούειν τὸ ‘ὅσοι δεικτικῶς’
带定冠词的与格分句 τῷ... πάντες 充当附属于非人称动词 δεῖ 的不定词 προσυπακούειν(“隐含地补充理解”)的与格补足语。宾格短语 τὸ ‘ὅσοι δεικτικῶς’(“凡是直接被证明的”)则是该不定词的直接宾语。
- 2.42ὃ ἐπεὶ ἀδύνατόν ἐστι (κεῖται γὰρ τὸ Α παντὶ τῷ Γ), ἀναιρεῖται μὲν ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν, ἡ θεῖσα τὸ Α μηδενὶ τῷ Β, κατασκευάζεται δὲ τὸ ‘τινὶ ἄρα’
位于连词 ἐπεί 前面的关系代名词 ὃ 是连结性关系词,指代前述推导出的结论(“A不属于任何C”)。主句的核心结构为 ἀναιρεῖται μὲν ἡ ὑπόθεσις ... κατασκευάζεται δὲ τὸ ‘τινὶ ἄρα’(“假设被驳倒,而‘因此属于某个’得以确立”),其中关系从句 ᾗ... 与同格分词短语 ἡ θεῖσα... 进一步阐明了被驳倒的假设的具体内容。
