- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:110.12-111.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了第二格和第三格中对所立论题无效的结合如何仍能从小项向大项推导出结论,将其与塞奥弗拉斯托斯在第一格增补的五个间接式相联系,并探讨了在直接证明中特称肯定相较于特称否定的论证地位。
οὗτοί εἰσιν οἱ δύο συλλογισμοὶ τελευταῖοι τῶν πέντε, οὓς Θεόφραστος προστιθεὶς τοῖς ἐν πρώτῳ σχήματι κειμένοις τέσσαρσιν ἐννέα λέγει γίνεσθαι συλλογισμοὺς ἐν πρώτῳ σχήματι, ὄντες τελευταῖοι, διότι οὐδ’ ὅλως οὗτοι τὸ προκείμενον δεικνύουσιν, ὡς οἱ πρὸ τούτων τρεῖς ἀντιστρεφομένου τοῦ συμπεράσματος.1 τῶν δὲ καταλειπομένων τριῶν τῶν κατ’ ἀντιστροφὴν τῶν συμπερασμάτων γινομένων, τοῦ τε πρώτου καὶ τοῦ δευτέρου καὶ τοῦ τρίτου τῶν ἐν πρώτῳ σχήματι, μνημονεύει καὶ αὐτῶν Ἀριστοτέλης2 ἀρχόμενος τοῦ δευτέρου τῶν Προτέρων ἀναλυτικῶν, ὡς φθάσαντές τε εἰρήκαμεν κἀκεῖ πάλιν ἐπισημανούμεθα, οἳ πρὸ τούτων τῶν δύο ἔχουσι τὴν τάξιν παρὰ Θεοφράστῳ. καὶ ἡ ἐν τῷ δευτέρῳ δὲ σχήματι ἀσυλλόγιστος συμπλοκὴ οὖσα ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος πρὸς μὲν τὸ ἀπὸ τοῦ μείζονος πρὸς τὸν ἐλάττονα ὅρον δεῖξαί τι συναγόμενον ἀσυλλόγιστός ἐστιν, ἀπὸ δὲ τοῦ ἐλάττονος πρὸς τὸν μείζονα συνάγει ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς τῆς ἐλάττονος καὶ τὴν μείζονα χώραν μεταλαβόντος τοῦ ἐλάττονος ὅρου. γίνεται γὰρ ὑπαλλαγείσης τῆς τάξεως καὶ ἀντιστραφείσης τῆς ἐλάττονος ἡ μὲν τέως ἐλάττων οὖσα μείζων καὶ καθόλου ἀποφατική, ἡ δὲ τέως μείζων ἐλάττων τε καὶ ἐπὶ μέρους καταφατική, οὖσα ἐν τῇ αὐτῇ τάξει· ἐξ ὧν συνάγεται ὁ τὴν ἀρχὴν ὑποτεθεὶς ἐλάττων τινὶ μὴ ὑπάρχων τῷ τὴν ἀρχὴν τεθέντι μείζονι. ἀλλὰ καὶ 〈αἱ〉 ἐν τῷ τρίτῳ σχήματι συζυγίαι δύο, ἥ τε ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος καὶ ἡ ἐξ ἐπὶ μέρους μὲν καταφατικῆς τῆς μείζονος καθόλου δὲ ἀποφατικῆς τῆς ἐλάττονος, πρὸς τὸ προκείμενον ἀσυλλόγιστοι οὖσαι ἀνάπαλιν καὶ αὐταὶ συλλογίζονται ἐπὶ μέρους ἀποφατικὸν ἀμφότεραι ἀπὸ τοῦ ἐλάττονος ὅρου πρὸς τὸν μείζονα κατ’ ἀντιστροφὴν καὶ αὗται τῆς μείζονος προτάσεως τῆς καταφατικῆς. καὶ αὗται μὲν καὶ τοσαῦται αἱ τῶν ἀσυλλογίστων τοῦ προκειμένου συζυγιῶν συλλογιστικῶν δὲ ἄλλου τινὸς συμπλοκαί, πᾶσαι κατὰ τὸ πρῶτον σχῆμα, ὃ συνάγουσι, συνάγουσαι.3 αὐτὸς δὲ ἐπὶ μιᾶς δείξας συζυγίας τῶν ἐν πρώτῳ σχήματι, πῶς ἡ συναγωγὴ γίνεται καὶ τίνος, τὰς ἄλλας συζυγίας ὁμοίως τῇ ῥηθείσῃ γινομένας τίνος συλλογιστικὰς παρείασε μόνον αὐτὸ τοῦτο δηλώσας, ὅτι ὁμοίως γίνονταί τε καὶ δείκνυνται ἐν πᾶσι τοῖς σχήμασιν· τοῦτο δέ, ἐπεὶ πᾶσαι τὸν τέταρτον ἀναπόδεικτον ποιοῦσιν. Ἐπιζητήσαι δ’ ἄν τις, διὰ τί τὸ ἀδιόριστον εἶπεν ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει, ἀλλ’ οὐχὶ καὶ τοῦ ἀποφατικοῦ. ἤτοι οὖν διὰ τούτου καὶ περὶ ἐκείνου ἂν λέγοι, ἢ ὅτι πλέον τι ἔχει ἐν ταῖς συλλογιστικαῖς συμπλοκαῖς τὸ ἐπὶ μέρους καταφατικὸν τοῦ ἐπὶ μέρους ἀποφατικοῦ. ἐν αἷς μὲν γάρ ἐστι συζυγίαις συλλογιστικαῖς οὔσαις ἐπὶ μέρους πρότασις καταφατική, ἐν ταύταις δεικτικῶς τὸ προκείμενον δείκνυται ἢ ἀναποδείκτως, ὡς ἐν πρώτῳ σχήματι, ἢ δι’ ἀντιστροφῆς προτάσεως, ὡς ἐν δευτέρῳ τε καὶ τρίτῳ σχήματι· ἐν αἷς δὲ ἐπὶ μέρους ἀποφατική, αὗται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μόνης δεικνύουσι τὸ προκείμενον, ὡς ἔχει ἐπὶ τοῦ ἐν δευτέρῳ σχήματι τετάρτου συλλογισμοῦ καὶ ἐπὶ τοῦ ἕκτου τοῦ ἐν τρίτῳ· ἐν τούτοις γὰρ μόνοις ἡ ἐπὶ μέρους ἀποφατικὴ τῶν συλλογιστικῶν. ἴσως οὖν διὰ τοῦτο τῆς καταφατικῆς ἐμνημόνευσεν ὡς ἐχούσης τι πλέον· οὐδὲ γὰρ χρώμεθα ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς πρὸς τὸν γινόμενον τοῦ ψεύδους συλλογισμὸν τῇ ἐπὶ μέρους ἀποφατικῇ, ἀλλὰ πρὸς τὸν ἔλεγχον τοῦ ἀδύνατον εἶναι τὸ συμπέρασμα ἡ ταύτης χρεία.4
这两个推论是塞奥弗拉斯托斯在第一格已确立的四个推论之外增补、并声称第一格中共有九个推论的那五个推论中的最后两个;之所以是最后两个,是因为它们根本不证明所提出的论题,而不像在它们之前的三个推论那样在结论换位时证明该论题。至于通过第一格中第一、第二和第三〔推论〕的结论换位而产生的其余三个推论——正如我们此前已说过且在彼处将再次指出的,亚里士多德在《前分析篇》第二卷开篇也提到了它们,而它们在塞奥弗拉斯托斯那里排在这两个之前。此外,在第二格中由特称肯定的大前提和全称否定的小前提构成的不能产生推论的组合,对于证明从大项到小项推导出某种结论而言是不能产生推论的,但当全称否定的小前提被换位且小项占据大项的位置之后,它便能从较小的词项向较大的词项作出推导。因为当顺序被调换且小前提被换位时,原先的小前提变成了大前提且为全称否定,而原先的大前提保持在同一位置上变成了小前提且为特称肯定;由此推导出当初设定为小项的词项不属于某个当初设定为大项的词项。不仅如此,第三格中的两个结合——即由全称肯定的大前提与全称否定的小前提构成的结合,以及由特称肯定的大前提与全称否定的小前提构成的结合——虽然对于所提出的论题而言不能产生推论,它们自身同样通过换位肯定的大前提,双双反向地从较小的词项向较大的词项推论出一个特称否定。对于所提出的论题不能产生推论、却对某种别的结论能产生推论的结合组合正是这些,且仅有这么多,它们全都按照第一格来推导出它们所推导出的结论。但他本人在第一格的诸结合中仅就其中一种展示了推导如何产生以及得出何种结论之后,对于以类似所说结合方式产生的其他结合能推论出什么则略去不谈,仅仅指明了这一点,即它们在所有的格中都以类似的方式产生并被证明;之所以如此,是因为它们全都构成了[第一格的]第四个不可证式。 人们或许会探讨,为什么他用无规定前提代替特称肯定,却没有也代替否定。因此,或者他借此也指称了后者,或者是因为特称肯定在能产生推论的组合中比特称否定占有某种优势。因为在凡具有特称肯定前提的能产生推论的结合中,所提出的论题都是以直接证明的方式被证明的,要么如在第一格中那样作为不可证式,要么如在第二和第三格中那样通过前提的换位;然而凡具有特称否定前提的结合,则仅通过归谬法来证明所提出的论题,正如在第二格的第四推论和第三格的第六推论中那样;因为唯独在推论式的这几种情况中才出现特称否定。因此,也许正是由于这个原因,他才提及肯定前提,将其视为具有某种优势;因为在归谬法中,我们并不是为了推导出所产生的虚妄结论而使用特称否定,而是为了驳斥结论为不可能才需要它。
- 2.40ὄντες τελευταῖοι, διότι οὐδ’ ὅλως οὗτοι τὸ προκείμενον δεικνύουσιν, ὡς οἱ πρὸ τούτων τρεῖς ἀντιστρεφομένου τοῦ συμπεράσματος
分词 ὄντες 为阳性主格复数,在语法上呼应主语 οἱ δύο συλλογισμοί,与后接的 διότι 从句一同说明这两个式位列最后的理由。从句中的 ὡς... ἀντιστρεφομένου τοῦ συμπεράσματος 构成了省略性的对比:“而不像在它们之前的三个式那样,在结论换位时证明所立论题”。
- 2.40τῶν δὲ καταλειπομένων τριῶν τῶν κατ’ ἀντιστροφὴν τῶν συμπερασμάτων γινομένων... μνημονεύει καὶ αὐτῶν Ἀριστοτέλης
句首的属格短语 τῶν δὲ καταλειπομένων τριῶν... 提前标出了支配属格的动词 μνημονεύει 的宾语,并在动词前通过代词 καὶ αὐτῶν 加以复指和呼应。
- 2.40πᾶσαι κατὰ τὸ πρῶτον σχῆμα, ὃ συνάγουσι, συνάγουσαι
关系代词 ὃ 充当 συνάγουσι 的内在宾语(“它们所推导出的结论”),分词短语 συνάγουσαι 修饰主语 συμπλοκαί。整句构成了同根意义的反复结构:“全都按照第一格来推导出它们所推导出的结论”。
- 2.40ἀλλὰ πρὸς τὸν ἔλεγχον τοῦ ἀδύνατον εἶναι τὸ συμπέρασμα ἡ ταύτης χρεία
在对比句 οὐδὲ γὰρ χρώμεθα... τῇ ἐπὶ μέρους ἀποφατικῇ, ἀλλὰ... 的后半部分中,主要动词 ἐστί 被省略。句式核心为 ἡ ταύτης χρεία [ἐστί] πρὸς τὸν ἔλεγχον...,而 τοῦ ἀδύνατον εἶναι τὸ συμπέρασμα 是依附于名词 ἔλεγχον 的属格冠词不定词短语,作说明性补充(“驳斥结论为不可能”)。
