- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:109.1-110.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《前分析篇》第1卷第7章(29a19)中提出的同质非推论结合绝不能得出必然结论的论点,亚历山大区分了同质的非推论结合与包含全称否定的异质非推论结合,并以第一格为例阐明,后者可以通过前提的换位推导出相反方向的间接结论。
" Δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι τοῖς σχήμασιν, ὅταν μὴ γίνηται συλλογισμός, κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων τῶν ὅρων ὄντων οὐδὲν ὅλως γίνεται ἀναγκαῖον." Ἐκθέμενος πάσας τὰς συζυγίας τὰς ἐν τοῖς τρισὶ γινομένας σχήμασι καὶ δείξας καθ’ ἕκαστον σχῆμα τάς τε συλλογιστικὰς συμπλοκὰς καὶ τὰς ἀσυλλογίστους λέγει περὶ τῶν ἀσυλλογίστων καὶ τοιοῦτόν τι ἐν αὐταῖς ἱστορεῖ ὑπάρχειν· ὅσαι μὲν καθ’ ἕκαστον σχῆμα ὁμοιοσχήμονες οὖσαι συζυγίαι ἦσαν ἀσυλλόγιστοι, αὗται πρὸς τῷ τὸ προκείμενον δεικνύναι οὐδ’ ἄλλο τι δεικνύουσιν1 οὐδὲ συνάγουσιν, ὅσαι δὲ ἀνομοιοσχήμονες οὖσαι ἀσυλλόγιστοί εἰσι καθ’ ἕκαστον σχῆμα ἔχουσαι τὸ ἀποφατικὸν καθόλου, πρὸς μὲν τὴν τοῦ προκειμένου δεῖξίν εἰσιν ἀσυλλόγιστοι, ἄλλο μέντοι τι ἐξ αὐτῶν ἔστι συλλογίσασθαι καὶ δεῖξαι. εἰσὶ δὲ ὁμοιοσχήμονες ἐν μὲν πρώτῳ σχήματι καταφατικαὶ ἀμφότεραι ἐπὶ μέρους, καθόλου ἀποφατικαὶ καὶ ἐπὶ μέρους καὶ ἐναλλάξ, ἐν δὲ τῷ δευτέρῳ καταφατικαί τε πᾶσαι καὶ ἀποφατικαὶ πᾶσαι, ἐν δὲ τῷ τρίτῳ καταφατικαὶ μὲν αἱ ἐπὶ μέρους, ἀποφατικαὶ δὲ πᾶσαι. αἱ μὲν οὖν τοιαῦται συμπλοκαὶ τῶν προτάσεων οὐδενός εἰσιν ὅλως δεικτικαὶ συλλογιστικῶς. ἀνομοιοσχήμονες δὲ καὶ κατὰ τὸ ποιὸν διαφέρουσαι ἔχουσαι τὸ καθόλου ἀποφατικὸν ἦσαν ἀσυλλόγιστοι ἐν μὲν πρώτῳ σχήματι ἥ τε ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος 〈καὶ ἡ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος〉, ἐν δὲ τῷ δευτέρῳ ἡ τὴν μὲν μείζονα ἔχουσα ἐπὶ μέρους καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικήν, ἐν δὲ τῷ τρίτῳ αἱ τὴν μὲν μείζονα ἢ καθόλου ἢ κατὰ μέρος καταφατικὴν ἔχουσαι τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικήν. Αὗται δὴ αἱ συζυγίαι, ὅτι μὲν τὸ προκείμενον οὐ συλλογίζονται, ἠλέγχθησαν· ἄλλο μέντοι τι ἐξ αὐτῶν ἔστι συλλογίσασθαι ἀντιστρέφοντα ἢ τὰς δύο προτάσεις καὶ ἐναλλάσσοντα τοὺς ὅρους, ὡς ἐν πρώτῳ σχήματι, ἢ τὴν ἑτέραν μόνην, ὡς ἐν τοῖς 〈λοιποῖς〉 δύο σχήμασιν, ὡς γίνεσθαι τὸν ἐλάττονα τῶν ἄκρων μείζονα καὶ κατηγορούμενον ἐν τῷ συμπεράσματι. εἰλήφθω γὰρ πρῶτον ἐν πρώτῳ σχήματι ἀσυλλόγιστος οὖσα συζυγία ἡ ἔχουσα τὸ μὲν Α παντὶ τῷ Β τὸ δὲ Β οὐδενὶ τῷ Γ· ἐν γὰρ ταύτῃ τοῦ μὲν Α πρὸς τὸ Γ οὐδεμία συναγωγὴ γίνεται, διὸ καὶ ἀσυλλόγιστος ἡ συζυγία ἄχρηστος οὖσα πρὸς τὸ προκείμενον· συνάγεται μέντοι τι συλλογιστικῶς ἀπὸ τοῦ ἐλάττονος ὅρου πρὸς τὸν μείζονα· ἀντιστραφεισῶν γὰρ ἀμφοτέρων τῶν προτάσεων γίνεται τὸ Γ τῷ Β οὐδενί, τὸ Β τῷ Α τινί, ἐπεὶ ἡ καθόλου καταφατικὴ πρὸς τὴν ἐπὶ μέρους ἀντιστρέφει· ἐξ ὧν συνάγεται τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχον τὴν μὲν μείζονα χώραν τοῦ Γ λαβόντος ἐν τῷ συμπεράσματι τὴν δὲ ἐλάττονα τοῦ Α ἀνάπαλιν ἢ ἔκειτο. οὐκέτι γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατική, ἵνα ἀντιστρέψαντες τὸ συμπέρασμα ἔχωμεν, ὃ προεθέμεθα· ἐπεὶ ἦν μὲν ἂν τὸ προκείμενον συνάγουσα ἡ συμπλοκή, οὐκ ἀναποδείκτως δέ.2 ἐκ μὲν οὖν τῆς συζυγίας ταύτης τοῦτό τε τὸ δεικνύμενον καὶ οὕτως δείκνυται. καὶ ἡ ἑτέρα δὲ ἡ τὴν μὲν μείζονα ἐπὶ μέρους ἔχουσα καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν κατὰ ἀντιστροφὴν ἀμφοτέρων τῶν προτάσεων δείκνυσι καὶ αὐτὴ τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχον ἀνάπαλιν ἢ ἦσαν οἱ ὅροι κείμενοι ληφθέντων αὐτῶν.
“同样显而易见的是,在所有的格中,每当不能产生推论时,如果两个词项[前提]同为肯定或同为否定,就绝不会必然得出任何结论。” 在列举了三个格中产生的所有结合,并为每个格指明了能产生推论的组合与不能产生推论的组合之后,他谈论了不能产生推论的组合,并记述在它们之中存有如下的情况:在每个格中,凡属同质而不能产生推论的结合,不仅不能证明所提出的论题,而且也不证明或推导出任何别的东西;另一方面,在每个格中,凡属异质且具有全称否定而不能产生推论的结合,对于所提出的论题的证明而言固然是不能产生推论的,然而从它们之中推论并证明某种别的东西却是可能的。而同质的结合是:在第一格中,两者均为特称肯定、全称否定、特称否定以及交替者;在第二格中,所有肯定和所有否定;在第三格中,特称肯定以及所有否定。因此,前提的此类组合在推论上根本不能证明任何东西。另一方面,质不同、属异质且具有全称否定而不能产生推论的结合曾是:在第一格中,由全称肯定的大前提和全称否定的小前提构成的结合,〈以及由特称肯定的大前提和全称否定的小前提构成的结合〉;在第二格中,具有特称肯定的大前提和全称否定的小前提的结合;在第三格中,具有全称或特称肯定的大前提和全称否定的小前提的结合。这些结合确实已被驳斥为不能推论出所提出的论题;然而,或者如在第一格中那样通过换位两个前提并互换词项,或者如在〈其余〉两个格中那样仅换位其中一个前提,从而使外项中的小项成为大项并在结论中作为谓项,借此从它们之中推论出某种别的东西是可能的。例如,首先在第一格中取不能产生推论的结合,它具有Α属于一切Β,而Β不属于任何Γ;因为在这一结合中,不能得出Α关于Γ的任何推论,所以该结合对于所提出的论题毫无用处,是不能产生推论的;然而,从较小的词项向较大的词项却能推论性地得出某种东西。因为当两个前提都被换位之后,由于全称肯定换位为特称[肯定],就成为“Γ不属于任何Β”、“Β属于某个Α”;由此推导出“Γ不属于某个Α”,其中Γ在结论中占据了大项的位置,而Α占据了小项的位置,与原先放置的位置相反。因为特称否定不再能换位,以至于我们无法通过换位结论来得到我们所提出的论题;否则,这一组合本可以得出所提出的论题,但并非不需要证明[而是间接地得出]。因此,从这一结合中被证明的就是这一点,并且是按这种方式被证明的。而另一结合,即具有特称肯定的大前提和全称否定的小前提的结合,通过两个前提的换位,在词项按与原先放置相反的方式被取定后,其自身也证明了“Γ不属于某个Α”。
- 2.40πρὸς τῷ τὸ προκείμενον δεικνύναι οὐδ’ ἄλλο τι δεικνύουσιν
介词短语 πρὸς τῷ τὸ προκείμενον δεικνύναι 表示添加(“除了证明所提出的论题之外”,πρός 后接与格)。它与紧随其后的否定词 οὐδ’ 连用,构成全面否定的句式:“不仅不证明所提出的论题,而且也不证明任何别的东西”。
- 2.40ἐπεὶ ἦν μὲν ἂν τὸ προκείμενον συνάγουσα ἡ συμπλοκή, οὐκ ἀναποδείκτως δέ
由 ἐπεί(“否则”/“假若如此”)引导的与过去/未实现事实相反的虚拟句。未完成过去时 ἦν 与 ἄν 连用,表示虚拟推论:“[假若特称否定可以换位,]该组合本可以得出所提出的论题,但并非不需要证明[而是需要通过换位步骤间接证明]”。
