← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§107.9-108.32

第三格非推论结合的反驳与第三格总结

亚历山大通过反例词项和归谬法证明了大前提为全称否定而小前提为特称否定的结合以及两前提皆为特称的各种结合都是不能产生推论的,并总结了第三格的推论特征(不完全性及无全称结论)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36

" Ὅταν δ’ ὁ μείζων." Πειρᾶται ἐλέγξαι ἀσυλλόγιστον οὖσαν συζυγίαν, καὶ ἐν ᾗ ἡ μὲν μείζων καθόλου ἐστὶν ἀποφατικὴ ἡ δ’ ἐλάττων ἐπὶ μέρους ἀποφατική. τοῦ μὲν οὖν μηδενὶ ὑπάρχειν τὸ Π τῷ Ρ ὅρους παρατίθεται κόρακα, χιόνα, λευκόν· ὁ γὰρ κόραξ οὐδενὶ λευκῷ, χιὼν τινὶ λευκῷ οὐχ ὑπάρχει, κόραξ οὐδεμιᾷ χιόνι. τοῦ δὲ παντὶ ὑπάρχειν τὸ Π τῷ Ρ πάλιν οὔ φησι δύνασθαι ὅρους ληφθῆναι, ὅτε τὸ Ρ τῷ Σ τινὶ οὐχ ὑπάρχει ὡς καὶ τινὶ ὑπάρχειν,1 ὡς εἶχεν, ἐφ’ ὧν παρέθετο ὅρων, χιόνος καὶ λευκοῦ. τὸ δ’ αἴτιον, ὅτι γίνεται πάλιν συλλογιστικὴ συζυγία ἡ ἔχουσα τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν συνάγουσα ἐπὶ μέρους ἀποφατικόν, ὡς ἐδείξαμεν, οὗ τὸ ἀντικείμενον ἀδύνατον γίνεται. ἂν δὴ τοῦ Ρ τῷ Σ τινὶ μὴ ὑπάρχοντος οὕτως ὡς καὶ τινὶ ὑπάρχειν ὑποθώμεθα τὸ Π παντὶ τῷ Ρ ὑπάρχειν, ἀδύνατος ἡμῶν ἡ ὑπόθεσις ἔσται· ἀναιρεθήσεται γὰρ συλλογιστικῶς δειχθέντος τοῦ ὅτι τὸ Π τινὶ τῷ Ρ οὐχ ὑπάρχει. ἀλλ’ ἐπεὶ ἀδιόριστον τὸ τῶν ἐπὶ μέρους ἀληθές, ἂν λάβωμεν τὴν ἐπὶ μέρους ἀποφατικὴν ἀληθῆ τῷ εἶναι τὴν καθόλου ἀποφατικὴν ἀληθῆ, εὐπορήσομεν ὅρων τότε καὶ τοῦ παντὶ καὶ ἀσυλλόγιστον δείξομεν τὴν συζυγίαν· γίνεται γὰρ δυνάμει ἡ αὐτὴ ἡ ἐκ δύο καθόλου ἀποφατικῶν. ὅτι δὲ μὴ οἷόν τ’ εὐπορῆσαι τοῦ παντὶ τὸ Π τῷ Ρ ὅρων τῆς Ρ Σ προτάσεως ἐπὶ μέρους ἀποφατικῆς οὔσης ἀληθοῦς καθ’ αὑτήν, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν. εἰ γὰρ εἴη ὑποκείμενον τὸ Π τῷ Ρ παντὶ ὑπάρχειν, εἴη δὲ καὶ τὸ Ρ τινὶ τῷ Σ ὑπάρχον, ἔσται καὶ τὸ Π τινὶ τῶν Σ ὑπάρχον συλλογιστικῶς, ὅ ἐστιν ἀδύνατον· ὑπόκειται γὰρ μηδενὶ ὑπάρχειν τὸ Π τῷ Σ.

“然而,当大[前提为否定]时。” 他也试图驳斥大前提为全称否定而小前提为特称否定的结合是不能产生推论的。因此,对于Π不属于任何Ρ,他并置了词项渡鸦、雪、白;因为渡鸦不属于任何白色的东西,雪不属于某个白色的东西,而渡鸦不属于任何雪。另一方面,对于Π属于一切Ρ,他再次说,当Ρ不属于某个Σ是以同时也属于某些的方式成立时(正如在他所并置的雪和白的词项中所具有的那样),词项是无法取得的。其原因在于,具有全称否定的大前提和特称肯定的小前提的结合再次成为能产生推论的,并如我们所表明的那样得出特称否定,而与其对立的命题则成为不可能的。因此,当Ρ不属于某个Σ是以同时也属于某些的方式成立时,如果我们假设Π属于一切Ρ,我们的假设将是不可能的;因为随着推论性地证明了Π不属于某个Ρ,[该假设]将被推翻。但由于特称命题的真实性是不确定的,如果我们因全称否定为真而取特称否定为真,那么我们在那时对于“属于一切”也将容易找到词项,并证明该结合是不能产生推论的;因为它在效力上变得等同于由两个全称否定构成的结合。而当Ρ-Σ前提作为其自身为真的特称否定时,不可能容易找到Π属于一切Ρ的词项,这一点他通过归谬法予以了证明。因为如果假设Π属于一切Ρ,而Ρ也属于某个Σ,那么通过推论Π也将属于某个Σ,而这是不可能的;因为已假设Π不属于任何Σ。

§2.37

"Οὐδ’ ἂν ἑκάτερος τινὶ τῷ μέσῳ ὑπάρχῃ." Δείκνυσι καὶ τὰς ἐκ δύο ἐπὶ μέρους συζυγίας ἀσυλλογίστους πάσας, ἄν τε ἀμφότεραι καταφατικαὶ ληφθῶσιν, ἄν τε ἀμφότεραι ἀποφατικαί, ἄν τε καὶ ἀνομοιοσχήμονες, ἄν τε καὶ ἀδιόριστοι ἀμφότεραι ἢ ἡ ἑτέρα τῆς ἑτέρας κειμένης ἐπὶ μέρους. πάσας δὲ τὰς τοιαύτας συμπλοκὰς ἀσυλλογίστους οὔσας ἐλέγχει διὰ τῶν αὐτῶν ὅρων παραθέμενος καὶ δείξας, ὅτι μηδενὶ καὶ παντὶ τὸ Π τῷ Ρ ὑπάρχειν τοιούτων ληφθεισῶν συζυγιῶν. τὸ μὲν γὰρ παντὶ ὑπάρχειν ζῷον, ἄνθρωπος, λευκόν· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος καὶ τινὶ λευκῷ ἑκάτερον αὐτῶν ὑπάρχειν ληφθῆναι δύναται καὶ τινὶ μὴ ὑπάρχειν, καὶ τὸ μὲν τινὶ ὑπάρχειν τὸ δὲ μὴ ὑπάρχειν τινί, ἀλλὰ καὶ ἀδιορίστως, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχει, ὅπως ἂν ληφθῶσιν αἱ προτάσεις. τοῦ 〈δὲ〉 μηδενὶ ὑπάρχειν ζῷον, ἄψυχον, λευκόν· πάλιν γὰρ τὸ ζῷον καὶ τὸ ἄψυχον καὶ τινὶ λευκῷ ἑκάτερον αὐτῶν ληφθῆναι δύναται καὶ τινὶ μὴ καὶ παραλλὰξ καὶ ἀδιορίστως, καὶ πασῶν τῶν συμπλοκῶν ἀληθῶν οὐσῶν τὸ ζῷον οὐδενὶ ἀψύχῳ.

“如果两者都属于中项的某部分,也不[能产生推论]。” 他证明由两个特称前提构成的结合也全都是不能产生推论的,无论两者都被取为肯定,还是两者都被取为否定,抑或质不同,以及两者均为不定,或者在一前提被置为特称时另一前提为不定。他通过并置相同的词项,并表明在采取此类结合时Π不属于任何Ρ且属于一切Ρ,从而驳斥了所有此类组合都是不能产生推论的。对于属于一切,词项是动物、人、白;因为动物和人两者既可以被取为属于某个白色的东西,也可以被取为不属于某个白色的东西,并且可以一者属于某个而另一者不属于某个,而且还可以不定地取,但无论前提如何被取,动物都属于一切人。另一方面,对于属于无一,词项是动物、无生物、白;因为再次,动物和无生物两者既可以被取为属于某个白色的东西,也可以被取为不属于某个,并且可以交替地取,也可以不定地取,尽管所有这些组合都为真,动物却不属于任何无生物。

§2.38

"Φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι, πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός." Πόσαι καὶ τίνες αἱ συλλογιστικαὶ συζυγίαι καὶ διὰ τί, ἔδειξε καὶ ἐν τούτῳ τῷ σχήματι, ὥσπεροῦν καὶ ἐν τοῖς πρὸ τούτου· ἀλλὰ καὶ τίνες αἱ ἀσυλλόγιστοι συμπλοκαί, καὶ τοῦτο δέδειχεν.

“因此,在这一格中,何时会有推论、何时不会有推论,也是显而易见的。” 能产生推论的结合有多少、是哪些以及由于何种原因,正如在它之前的诸格中一样,他在此格中也已表明;不仅如此,哪些组合是不能产生推论的,他也已经表明了。

§2.39

"Ἄν τε ᾖ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν." Δεῖ καὶ ἐνταῦθα προσυπακούειν τὸ ‘ἐν τούτῳ τῷ σχήματι’. τὸ μὲν γὰρ πρῶτον εἰρημένον ἁπλῶς ἀληθὲς τὸ ὅτι ἐχόντων τῶν ὅρων, ὡς ἐλέχθη, γίνεται συλλογισμός.2 τὸ δὲ ἐάν τε ᾖ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν οὐκέθ’ ἁπλῶς ἀληθές, ἀλλὰ ἂν ἐν τούτῳ τῷ σχήματι συλλογισμὸς ᾖ, ἐπεὶ τό γε ἐπὶ μέρους καταφατικὸν καὶ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἔστι συλλογίσασθαι καὶ μὴ οὕτως ληφθέντων τῶν ὅρων. τὸ μὲν γὰρ ἐπὶ μέρους καταφατικὸν καὶ διὰ πρώτου σχήματος ἔνεστι δεῖξαι, ἐν ᾧ ἄλλως ἔχουσιν οἱ ὅροι, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ. φανερὰ δὲ καί, ἃ προστίθησι, τό τε ὅτι ἀτελεῖς πάντες καὶ οἱ ἐν τούτῳ τῷ σχήματι συλλογισμοί, ὥσπερ καὶ οἱ ἐν τῷ δευτέρῳ, καὶ ὅτι οὐδὲν καθόλου συνάγεται ἐν τῷ τρίτῳ σχήματι.

“并且如果能产生推论,词项必然具有这种关系。” 在此处也必须补充领会“在这一格中”。因为起初所说的事情是绝对为真的,即:当词项如所说的那样具有某种关系时,就会产生推论。但是,“如果能产生推论,词项必然具有这种关系”则不再是绝对为真的,而是在“如果推论是在这一格中产生”时才为真,因为即使词项不按这种方式被取,也可能推论出特称肯定和特称否定。因为特称肯定也可以通过第一格来证明,在第一格中词项具有不同的关系;而特称否定则在第一格和第二格中均可证明。他所补充的内容也是显而易见的:即在这一格中的所有推论也同第二格中的推论一样都是不完全的,以及在第三格中得不出任何全称结论。

语法注2 条
  1. 2.36ὡς καὶ τινὶ ὑπάρχειν

    连词 ὡς 后接不定式 ὑπάρχειν,表示方式或结果(“以同时也属于某些的方式”)。该结构规定了此处所指的是与特称肯定相容的固有特称否定,而非仅仅由全称否定蕴涵的特称否定。

  2. 2.39τὸ μὲν γὰρ πρῶτον εἰρημένον ἁπλῶς ἀληθὲς τὸ ὅτι ἐχόντων τῶν ὅρων, ὡς ἐλέχθη, γίνεται συλλογισμός

    名词化从句 τὸ ὅτι... 作为同位语补充说明主语短语 τὸ μὲν πρῶτον εἰρημένον(“起初所说的事情”)的具体内容。从属从句内部的 ἐχόντων τῶν ὅρων 为表示时间或条件的属格独立结构(属格绝对构式)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:107.9-108.32