← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§106.3-107.8

第三格全称否定大前提推论与小前提否定无效性

本节注解亚里士多德《前分析篇》第1卷第6章(28b31–28b38),讨论了第三格中否定命题为全称时(Ferison)推论的成立,并通过并置词项证明了小前提为全称否定以及两前提均为否定时的结合是不能产生推论的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33

" Ἐὰν δ’ ὁ στερητικὸς ᾖ καθόλου τῶν ὅρων." Λέγει μὲν ἔτι περὶ τῶν ἀνομοιοσχημόνων προτάσεων καὶ συζυγιῶν τῶν τὴν ἑτέραν ἐχουσῶν καθόλου μόνην· εἰρηκὼς δὲ περὶ τῶν, ἐν αἷς ἦν καταφατικὸν τὸ καθόλου, νῦν λέγει περὶ τῶν τὸ ἀποφατικὸν ἐχουσῶν καθόλου καὶ δῆλον ὅτι τὸ ἐπὶ μέρους καταφατικόν. ἐν δὴ ταῖς τοιαύτας ἐχούσαις προτάσεις συζυγίαις λέγει, ὅτι, ἂν μὲν ἡ μείζων ᾖ καθόλου ἀποφατική, συλλογισμὸς ἔσται, οὐκέτι δὲ ἀνάπαλιν. ὅτι δὲ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐπὶ μέρους καταφατικῆς γίνεται συλλογισμός, δείκνυσιν ἐκθέμενος ἐπὶ τῶν στοιχείων τὴν συζυγίαν. εἰ γὰρ εἴη τὸ Π μηδενὶ τῷ Σ, τὸ δὲ Ρ τινὶ τῷ Σ, τὸ Π τινὶ τῷ Ρ οὐχ ὑπάρξει· διὰ γὰρ τῆς ἐλάττονος προτάσεως ἀντιστραφείσης τῆς Ρ Σ γίνεται τὸ πρῶτον σχῆμα καὶ ὁ τέταρτος ἐν αὐτῷ συλλογισμὸς ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων. τοῦτον τὸν συλλογισμὸν ἔφαμεν ἡμεῖς πέμπτον εἶναι τῷ τοῦτον μὲν δείκνυσθαι δι’ ἀντιστροφῆς,1 ὃν δ’ αὐτὸς πέμπτον τέθεικε, μὴ δύνασθαι δειχθῆναι δι’ ἀντιστροφῆς· κυριωτέρα γὰρ καὶ οἰκειοτέρα ἡ δι’ ἀντιστροφῆς δεῖξις τῆς δι’ ἀδυνάτου, ὡς αὐτὸς ἐρεῖ. ὅτι δὲ ἔνεστι καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ καὶ τῷ τρόπῳ τῆς ἐκθέσεως καὶ ἐπὶ τούτου χρήσασθαι ὡς γνώριμον καὶ προειρημένον παρέλιπεν.2

“然而,如果词项中否定的那一个是全称的。” 他仍在讨论质不同的前提以及仅有其一为全称的结合。在讨论了其中全称为肯定的那些结合之后,他现在讨论将否定命题作为全称、因而显然将特称作为肯定的那些结合。在具有此类前提的结合中他说,如果大前提是全称否定,就会有推论,但反过来则不再有。他通过在字母上展出这一结合,证明了大前提为全称否定而小前提为特称肯定时会产生推论。因为如果Π不属于任何Σ,而Ρ属于某个Σ,那么Π将不属于某个Ρ;因为通过小前提Ρ-Σ的换位,就产生了第一格以及其中的第四个推论,它由全称否定的大前提和特称肯定的小前提得出特称否定的结论。我们曾说这个推论是第五个,乃是因为它是通过换位来证明的,而他自己列为第五的那个推论则不能通过换位来证明;因为正如他自己将要说的那样,通过换位的证明比通过归谬的证明更具主导性且更为固有。但他将在此情形下也可以使用归谬法和展示法这一点,作为已知且先前说过的而略去了。

§2.34

"Ὅταν δὲ ὁ ἐλάττων ᾖ στερητικός." Μετέβη ἐπὶ τὴν συζυγίαν, ἐν ᾗ ἡ ἐλάττων πρότασίς ἐστι καθόλου ἀποφατικὴ ἡ δὲ μείζων ἐπὶ μέρους καταφατική, καὶ δείκνυσιν ἀσυλλόγιστον αὐτὴν τῇ τῶν ὅρων παραθέσει. τοῦ μὲν γὰρ παντὶ ὑπάρχειν ὅρους παρατίθεται ζῷον, ἄνθρωπον, ἄγριον· τὸ μὲν γὰρ ζῷον, ὅ ἐστι τὸ Π, τινὶ ἀγρίῳ ὑπάρχει, ὅ ἐστι τὸ Σ, ὁ δὲ ἄνθρωπος, ὅ ἐστι τὸ Ρ, οὐδενὶ ἀγρίῳ, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενὶ ζῷον, ἐπιστήμην, ἄγριον· πάλιν γὰρ τὸ μὲν ζῷον τινὶ ἀγρίῳ, ἡ δ’ ἐπιστήμη κειμένη ἐπὶ τοῦ Ρ οὐδενὶ ἀγρίῳ, καὶ τὸ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ. αἰτία δὲ ἡ ἐλάττων οὖσα ἀποφατική.3

“然而,当小[前提]为否定时。” 他转向了小前提为全称否定而大前提为特称肯定的结合,并通过并置词项证明它是不能产生推论的。因为对于属于一切,他并置了词项动物、人、野生的;因为作为Π的动物属于某个野生的(即Σ),而作为Ρ的人不属于任何野生的,并且动物属于一切人;对于属于无一,则并置了动物、知识、野生的;因为再次,动物属于某个野生的,而置于Ρ处的知识不属于任何野生的,并且动物不属于任何知识。其原因在于小前提是否定的。

§2.35

"Οὐδ’ ὅταν ἀμφότεροι στερητικοὶ τεθῶσιν." Λαμβάνει ἀμφοτέρας ἀποφατικὰς οὔσης τῆς ἑτέρας καθόλου, καὶ δείκνυσιν ἀσυλλογίστους τὰς ἐκ τοιούτων προτάσεων συζυγίας, πρὸς ὁποτέραν ἂν ᾖ τὸ καθόλου. ἐὰν μὲν οὖν ᾖ ἡ ἐλάττων καθόλου ἀποφατική, ὅρους παρατίθεται τοῦ μὲν παντὶ ζῷον, ἄνθρωπον, ἄγριον· ζῷον γὰρ τινὶ ἀγρίῳ οὐχ ὑπάρχει, ἄνθρωπος οὐδενὶ ἀγρίῳ, ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενὶ ζῷον, ἐπιστήμην, ἄγριον· τὸ μὲν γὰρ ζῷον τινὶ οὐχ ὑπάρχει ἀγρίῳ, ἡ δ’ ἐπιστήμη οὐδενὶ ἀγρίῳ, καὶ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ.

“当两者都被设为否定时,也不[能产生推论]。” 他设定两前提均为否定,且其中之一为全称,并证明无论全称在哪一前提处,由此类前提构成的结合都是不能产生推论的。因此,如果小前提是全称否定,对于属于一切,他并置了词项动物、人、野生的;因为动物不属于某个野生的,人不属于任何野生的,动物属于一切人;而对于属于无一,则并置了动物、知识、野生的;因为动物不属于某个野生的,知识不属于任何野生的,并且动物不属于任何知识。

语法注3 条
  1. 2.33τῷ τοῦτον μὲν δείκνυσθαι δι’ ἀντιστροφῆς, ὃν δ’ αὐτὸς πέμπτον τέθεικε, μὴ δύνασθαι δειχθῆναι δι’ ἀντιστροφῆς

    由 τῷ 引导的整个定冠词不定式短语充当表示原因的与格。在其内部,τοῦτον μὲν δείκνυσθαι 与 [τοῦτον] μὴ δύνασθαι 构成对比,后者的主格性宾格是被省略的指示代词(τοῦτον),作为关系从句 ὃν δ’ αὐτὸς πέμπτον τέθεικε 的先行词。

  2. 2.33ὅτι δὲ ἔνεστι καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ καὶ τῷ τρόπῳ τῆς ἐκθέσεως καὶ ἐπὶ τούτου χρήσασθαι ὡς γνώριμον καὶ προειρημένον παρέλιπεν

    ὅτι 从句(“……也是可能的”)作为主动词 παρέλιπεν 的直接宾语前置。ὡς γνώριμον καὶ προειρημένον 作为说明理由的表语性副词短语插入其间,修饰被省略的指代该事的宾语。

  3. 2.34αἰτία δὲ ἡ ἐλάττων οὖσα ἀποφατική

    这是省略了系动词 ἐστί 的名词句:αἰτία 为表语名词,而包含分词的短语 ἡ ἐλάττων οὖσα ἀποφατική(“小前提为否定”)充当主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:106.3-107.8