- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:104.11-106.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《前分析篇》卷一第6章(28b22)关于第三格中大前提为全称肯定、小前提为特称否定的结合不能产生推论的注解。亚历山大区分了特称否定命题的两种真值情形(伴随下反对的肯定抑或伴随全称否定),以此阐明表示“属于无一”的反例词项的取法与困难。
" Ὅταν δ’ ὁ μείζων ᾖ κατηγορικός, οὐκ ἔσται συλλογισμός." Λέγει μὲν ἔτι περὶ συζυγιῶν τῶν ἐξ ἀνομοιοσχημόνων προτάσεων τῆς καταφατικῆς τὸ καθόλου ἐχούσης. δείξας δέ, ὅτι, ἐὰν ᾖ τὸ καταφατικὸν καθόλου ὂν πρὸς τῇ ἐλάττονι προτάσει, γίνεται συλλογισμός, καὶ τοῦτο πιστωσάμενος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, νῦν λαβὼν ἀνάπαλιν τὸ καταφατικὸν καθόλου πρὸς τῇ μείζονι προτάσει τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν πρὸς τῇ ἐλάττονι δείκνυσι τὴν συζυγίαν τὴν τοιαύτην ἀσυλλόγιστον τῇ τῶν ὅρων παραθέσει ἐλέγχων αὐτῆς τὸ ἀδόκιμον, ὡς ἔθος αὐτῷ τὰς ἀδοκίμους ἐλέγχειν· τὸν γὰρ μείζονα ἄκρον τῷ ἐλάττονι καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν δυνάμενον δείκνυσι. Τοῦ μὲν οὖν παντὶ τὸ Π τῷ Ρ ὑπάρχειν οὔσης τῆς συζυγίας τοιαύτης ὅρους δεικτικοὺς παρέθετο τὸ ἔμψυχον ἐπὶ τοῦ Π, ἄνθρωπον ἐπὶ τοῦ Ρ, ζῷον ἐπὶ τοῦ Σ· τὸ γὰρ ἔμψυχον παντὶ ζῴῳ, ὁ ἄνθρωπος τινὶ ζῴῳ οὐχ ὑπάρχει, καὶ τὸ ἔμψυχον παντὶ ἀνθρώπῳ. τοῦ δὲ μηδενὶ ὑπάρχειν τὸ Π τῷ Ρ οὔ φησιν οἷόν τε εἶναι ὅρους λαβεῖν, εἰ εἴη 〈ἡ〉 ἐπὶ μέρους ἀποφατικὴ ἡ λέγουσα τὸ Ρ τινὶ τῷ Σ μὴ ὑπάρχειν οὕτως εἰλημμένη ἀληθὴς ὡς καὶ τινὶ ὑπάρχοντος τοῦ Ρ τῷ Σ, ὥσπερ γε καὶ ἐφ’ ὧν ἐξέθετο ὅρων ἔχει· ὁ γὰρ ἄνθρωπος τινὶ ζῴῳ οὐχ ὑπάρχων καὶ τινὶ αὐτῷ ὑπάρχει. ὅταν δὴ οὕτως ἀληθὴς ἡ ἐπὶ μέρους ἀποφατικὴ ὡς ἔχειν συναληθευομένην αὐτῇ τὴν ἐπὶ μέρους καταφατικήν,1 οὐκ ἔσται λαβεῖν ὅρους τοῦ μηδενί. τὸ δ’ αἴτιον πάλιν, ὅτι κειμένης τῆς μείζονος καθόλου καταφατικῆς καὶ τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικῆς συλλογιστικῶς συνάγεται τὸ Π τινὶ τῷ Ρ ὑπάρχειν. γίνεται δὲ αὕτη ἡ συμπλοκὴ δυνάμει, ὅταν ἡ ἐπὶ μέρους ἀποφατικὴ καθ’ αὑτὴν καί, ὡς προειρήκαμεν, ἀληθὴς ληφθῇ. συλλογιστικῶς δὲ συναγομένου ἐν τῇ τοιαύτῃ θέσει τῶν προτάσεων τοῦ Π τινὶ τῷ Ρ ἀδύνατον ὅρων εὐπορῆσαι, δι’ ὧν δείξομεν, ὅτι μηδενὶ τὸ Π τῷ Ρ· ἀναιροῖτο γὰρ ἂν οὕτως ἡ συλλογιστικὴ συζυγία· ὃ καὶ αὐτὸς δείκνυσι λέγων εἰ γὰρ παντὶ τὸ Π τῷ Σ ὑπάρχει, τὸ δὲ Ρ τινὶ τῷ Σ, καὶ τὸ Π τινὶ τῷ Ρ ὑπάρξει. ὃ δείξας ἐπιφέρει τὸ ὑπέκειτο δὲ μηδενὶ ὑπάρχειν,2 οὐ τοῦτο λέγων, ὅτι ἔκειτό που ἐν ταῖς προτάσεσι τὸ Π τῷ Ρ μηδενὶ ὑπάρχειν· ὃ γὰρ ἐβούλετο δεῖξαι, τοῦτ’ ἦν, ὅτι μὴ δύνανται ὅροι ληφθῆναι τοῦ μηδενὶ τὸ Π τῷ Ρ· ἀλλ’ ἔστιν, ὃ λέγει, τοιοῦτον· εἴ τις ὑπόθοιτο τὸ Π τῷ Ρ μηδενὶ ὑπάρχειν κειμένου τοῦ τὸ μὲν Π παντὶ τῷ Σ τὸ δὲ Ρ τινὶ τῷ Σ μὴ ὑπάρχειν ὡς καὶ τινὶ ὑπάρχειν, ἀδύνατον ὑπόθεσιν ὑποθήσεται· συλλογιστικῶς γὰρ τὸ Π τινὶ τῷ Ρ ὑπάρξει· οὕτως δ’ ἔχοντος ἀδύνατον μηδενὶ ὑπάρχειν. ἔνεστι δὲ λαβόντας ὑπόθεσιν τὸ μηδενὶ τῷ Ρ τὸ Π ὑπάρχειν δεῖξαι αὐτὴν ἀδύνατον, ᾗ καὶ αὐτὸς εἴωθε δείξει χρῆσθαι. εἰ γὰρ εἴη τὸ Π τῷ Ρ μηδενί, τὸ Ρ τινὶ τῷ Σ ὑπάρχον διὰ τὸ οὕτως κεῖσθαι τὸ Ρ τινὶ τῷ Σ μὴ ὑπάρχειν ὡς καὶ τινὶ ὑπάρχειν, γίνεται τὸ Π τῷ Σ τινὶ μὴ ὑπάρχον συλλογιστικῶς, ὅπερ ἀδύνατον· ἔκειτο γὰρ ἐν τῇ συζυγίᾳ τὸ Π παντὶ τῷ Σ ὑπάρχον. οὕτως μὲν οὖν ληφθείσης τῆς ἐπὶ μέρους ἀποφατικῆς ἀληθοῦς οὔτε ὅρων ἔστιν εὐπορῆσαι τοῦ μηδενὶ τὸ Π τῷ Ρ ὑπάρχειν οὔτε ἐλέγξαι τὴν συζυγίαν ἀσυλλόγιστον οὖσαν. ἐπεὶ δὲ ἡ ἐπὶ μέρους ἀποφατικὴ οὐκ ἔστι τότε μόνον ἀληθής, ὅτε ἐστὶν ἡ ὑπεναντία αὐτῇ ἀληθής, ἀλλ’ ἔστιν ἀληθής, καὶ ὅτε ἡ καθόλου ἀποφατικὴ ἀληθής ἐστιν (ἀδιόριστον γὰρ τῶν ἐπὶ μέρους προτάσεων τὸ ἀληθές, ὡς εἰρήκαμεν ἐν τοῖς ἔμπροσθεν), ὅταν οὕτως ᾖ ἀληθὴς ὡς οὔσης καὶ τῆς ὑπὲρ αὐτὴν τῆς καθόλου ἀληθοῦς, ἀσυλλόγιστος ἡ συζυγία γίνεται· γίνεται γὰρ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ δυνάμει καθόλου ἀποφατικῆς τῆς ἐλάττονος, ἣν συζυγίαν ἔδειξεν οὖσαν ἀσυλλόγιστον τῇ τῶν ὅρων παραθέσει. δῆλον οὖν, ὡς καὶ αὕτη ἔσται ἀσυλλόγιστος τῷ ποτὲ συναληθεύεσθαι τὴν ἐπὶ μέρους ἀποφατικὴν τῇ καθόλου ἀποφατικῇ. ἂν γὰρ ὦσιν οἱ ὅροι ζῷον, ἄψυχον, ἄνθρωπος, ζῷον μὲν παντὶ ἀνθρώπῳ, ἄψυχον δὲ τινὶ ἀνθρώπῳ οὐχ ὑπάρξει, ἐπεὶ καὶ μηδενί, καὶ τὸ ζῷον οὐδενὶ ἀψύχῳ· ὥστε οὕτως ἔστιν εὐπορήσαντας ὅρων καὶ τοῦ μηδενί, ὡς εὐπορήσαμεν καὶ τοῦ παντί, τὴν συζυγίαν ἀσυλλόγιστον δεικνύναι.
“但当大〔词项〕为肯定时,则不会有推论。” 他仍在讨论由质不同前提所构成的结合,其中肯定前提具有全称。他在指明如果作为全称的肯定命题在小前提处,就会产生推论,并通过归谬法确证了这一点之后,现在反过来将全称肯定命题置于大前提,而将特称否定命题置于小前提,通过并置词项来揭示该结合的不成立,正如他揭示无效结合的惯常做法那样,指明这样一种结合是不能产生推论的;因为他指明大极端可能既属于小极端的一切,也属于它的无一。 因此,在结合具有这种性质时,对于Π属于一切Ρ,他并置了作为例示的词项:对Π取有灵魂的,对Ρ取人,对Σ取动物;因为有灵魂的属于一切动物,人不属于某个动物,而有灵魂的属于一切人。但对于Π不属于任何Ρ,他说不可能取到词项,如果陈述Ρ不属于某个Σ的特称否定命题被取为真,是以Ρ也属于某个Σ的方式成立的话,正如他所展出的词项中的情形一样;因为人虽不属于某个动物,却也属于某个动物。因此,当特称否定命题如此为真,以至于伴随着特称肯定命题一同为真时,就将不可能取到表示“属于无一”的词项。其原因又在于:当大前提设为全称肯定,小前提设为特称肯定时,在推论上能推导出Π属于某个Ρ。而当特称否定就其自身并且如我们先前所说的那样被取为真时,这种组合就在潜能上产生。既然在前提的这样一种位置配置下,在推论上能推导出Π属于某个Ρ,那么就不可能获得充足的词项,借以表明Π属于Ρ的无一;因为这样一来推论性的结合就会被推翻;这也是他自己所指明的,他说“因为如果Π属于一切Σ,而Ρ属于某个Σ,那么Π也将属于某个Ρ”。指明了这一点后,他接着补充说“但曾假定它属于无一”,这并不是说在前提中的某处曾设定Π属于Ρ的无一;因为他想要证明的乃是这一点:无法取到表示Π属于Ρ之无一的词项;相反,他所说的是这样的意思:如果有人在设定Π属于一切Σ而Ρ不属于某个Σ(其方式是同时也属于某个)时,假设Π属于Ρ的无一,他所做出的将是一个不可能的假设;因为在推论上Π将属于某个Ρ;而在这种情况下,属于无一乃是不可能的。并且,也可以把Π属于Ρ之无一作为一个假设,借由他自己也习惯使用的证明,指明它是不可行的。因为如果Π属于Ρ的无一,而Ρ属于某个Σ(因为设定Ρ不属于某个Σ的方式是使得它也属于某个Σ),那么在推论上Π就成为不属于某个Σ,这是不可能的;因为在这一结合中曾设定Π属于一切Σ。 因此,当特称否定命题以这种方式被取为真时,既不能获得表示Π属于Ρ之无一的词项,也不能揭示这一结合是不能产生推论的。然而,既然特称否定命题不仅在与其下反对命题同真时为真,而且在全称否定命题为真时也是真的(因为正如我们在前文中所说,特称命题的真理性是不确定的),那么当它以其之上的全称命题也为真的方式为真时,这一结合就成为不能产生推论的;因为它是由全称肯定的大前提和潜能上为全称否定的小前提所构成的,而他已经通过并置词项证明了这一结合是不能产生推论的。由此可见,这一结合也由于特称否定命题有时与全称否定命题一同为真,而将是不能产生推论的。因为如果词项是动物、无灵魂的、人,那么动物属于一切人,而无灵魂的不属于某个人(因为也不属于任何人),并且动物不属于任何无灵魂的;因此,正如我们获得了表示“属于一切”的词项那样,这样获得了表示“属于无一”的词项,便能够证明这一结合是不能产生推论的。
- 2.32ὡς ἔχειν συναληθευομένην αὐτῇ τὴν ἐπὶ μέρους καταφατικήν
由表示结果或方式的 ὡς 引导不定词 ἔχειν 的结构。ἔχειν 的直接宾语是 τὴν ἐπὶ μέρους καταφατικήν,而 συναληθευομένην 作为述语分词(“以使其伴随着特称肯定命题一同为真的方式”)。
- 2.32τὸ ὑπέκειτο δὲ μηδενὶ ὑπάρχειν
中性单数定冠词 τό 将引自亚里士多德原文(28b26)的整句话“ὑπέκειτο δὲ μηδενὶ ὑπάρχειν”名词化,作为动词 ἐπιφέρει 的直接宾语(宾格)。
