← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§103.8-104.10

第三格全称肯定与特称否定的结合证明

注疏亚里士多德《前分析篇》28b15,探讨第三格中小前提为全称肯定、大前提为特称否定的结合(Bocardo),阐明无法通过换位证明的原因,并解释通过归谬法以及通过展出法(ekthesis)进行证明的过程与有效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31

" Ἐὰν δ’ ὁ μὲν ᾖ κατηγορικὸς ὁ δὲ στερητικός." Ἀπὸ τῶν ὁμοιοσχημόνων προτάσεων μεταβαίνει ἐπὶ τὰς ἀνομοιοσχήμονας προτάσεις καὶ τὰς ἐκ τούτων συζυγίας φυλάσσων πρῶτον τὸ τὴν ἑτέραν αὐτῶν τὴν καταφατικὴν εἶναι καθόλου, καὶ δείκνυσι, τίνες ἐν ταῖς τοιαύταις συμπλοκαῖς γίνονται συζυγίαι συλλογιστικαί. τῆς δὴ ἐλάττονος οὔσης καθόλου τε καὶ καταφατικῆς ἔσται μὲν ἡ μείζων δῆλον ὅτι ἐπὶ μέρους τε καὶ ἀποφατική, ἡ δὲ συζυγία συλλογιστική· εἰ γὰρ εἴη τὸ μὲν Ρ παντὶ τῷ Σ ὑπάρχον τὸ δὲ Π τινὶ τῷ Σ μὴ ὑπάρχον, συνάγεται τὸ Π τινὶ τῷ Ρ μὴ ὑπάρχειν. ἡ δὲ δεῖξις οὐκέτι δύναται γενέσθαι δι’ ἀντιστροφῆς· οὔτε γὰρ ἡ ἐπὶ μέρους ἀποφατικὴ ἀντιστρέφει, ἄν τε τὴν καθόλου καταφατικὴν ἀντιστρέψωμεν, τὰς δύο ἐπὶ μέρους ποιήσομεν· ἐκ δὲ δύο ἐπὶ μέρους οὐδὲν ἀναγκαῖον ἐν οὐδενὶ σχήματι συνάγεται. διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσι γινόμενον ἐπὶ τῆς συζυγίας ταύτης τὸ συμπέρασμα ἐπὶ μέρους ἀποφατικόν. εἰ γὰρ τὸ Π τινὶ μὴ ὑπάρχειν τῷ Ρ μὴ συγχωροῖ τις κειμένων τῶν προτάσεων, ὡς εἰρήκαμεν, ὑποκείσθω τὸ ἀντικείμενον, καὶ παντὶ ὑπαρχέτω· ἀλλὰ κεῖται καὶ τὸ Ρ παντὶ ὑπάρχειν τῷ Σ· συναχθήσεται δὴ τὸ Π παντὶ τῷ Σ ὑπάρχειν, ὃ ἀδύνατον· ἔκειτο γὰρ τινὶ μὴ ὑπάρχειν αὐτῷ. λέγει δέ, ὅτι δείκνυται τὸ αὐτὸ τοῦτο συναγόμενον καὶ ἄνευ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἐάν, φησί, ληφθῇ τι τῶν Σ, ᾧ τὸ Π μὴ ὑπάρχει. λέγοι δ’ ἂν πάλιν τὸν δι’ ἐκθέσεως τρόπον. εἰκότως δὲ οὔχ, ᾧτινι ὑπάρχει τῶν Σ τὸ Ρ, ἔλαβεν, ἀλλ’ ᾧτινι μὴ ὑπάρχει τὸ Π.1 ἐπεὶ γὰρ τὸ μὲν Ρ παντὶ τῷ Σ, τὸ δὲ Π τινὶ οὐχ ὑπάρχει, ᾧ μὲν μὴ ὑπάρχει τὸ Π τοῦ Σ, πάντως τούτῳ τὸ Ρ ὑπάρχει, ᾧ μέντοι τὸ Ρ ὑπάρχει τῶν Σ, οὐκέτι τούτῳ ἀνάγκη τὸ Π μὴ ὑπάρχειν· ἐνδέχεται γὰρ τοιοῦτον ληφθῆναι τοῦ Σ τι, ᾧ καὶ τὸ Π ὑπάρξει· οὐ γὰρ ἔκειτο αὐτῷ μηδενὶ ὑπάρχειν ἀλλὰ τινὶ μὴ ὑπάρχειν· τὸ δὲ τινὶ μὴ ὑπάρχον ἐνδέχεται καὶ ὑπάρχειν τινί. εἰ δὲ ληφθείη τοῦτο τῶν Σ, ᾧ τὸ Π οὐχ ὑπάρχει, ὂν καὶ καθ’ ἕκαστά τι, ἐπεὶ πάντως τοῦτο ἐν τῷ Ρ ἐστί (κατὰ παντὸς γὰρ ἦν τὸ Ρ τοῦ Σ), τὸ Π τινὶ τῷ Ρ οὐχ ὑπάρξει. δύναται δ’ ἐπὶ τῆς συζυγίας ταύτης δεικνύναι,2 καὶ εἰ μὴ αἰσθητόν τι τοῦ Σ λαμβάνοιτο καὶ καθ’ ἕκαστα ἀλλὰ τοιοῦτον, οὗ κατὰ μηδενὸς κατηγορηθήσεται τὸ Π· ἔσται γὰρ τὸ μὲν Π κατ’ οὐδενὸς αὐτοῦ, τὸ δὲ Ρ κατὰ παντός· ἡ δ’ οὕτως ἔχουσα συζυγία συλλογιστικῶς δέδεικται συνάγουσα τὸ τινὶ τῷ Ρ τὸ Π μὴ ὑπάρχειν. σημειωτέον δέ, ὅτι χρῆται τῷ δι’ ἐκθέσεως τρόπῳ καὶ ἐπὶ τῶν ἀποφατικῶν. ταύτην ἡμεῖς τὴν συζυγίαν τελευταίαν τῶν συλλογιστικῶν ἐθήκαμεν, ἐπεὶ μὴ δι’ ἀντιστροφῆς οἷόν τε δεῖξαι τὸ συναγόμενον δι’ αὐτῆς.

“但若其中一个为肯定,另一个为否定。” 他从形式相同(质相同)的前提转入形式不同(质不同)的前提以及由它们构成的结合,首先维持其中一个即肯定前提为全称这一条件,并指明在这样的组合中哪些结合能够产生推论。当小前提是全称肯定时,大前提显然将是特称否定,而这一结合是产生推论的;因为如果Ρ属于一切Σ,而Π不属于某个Σ,那么就推导出Π不属于某个Ρ。但这一证明已不再可能通过换位来进行;因为特称否定既不能换位,而如果我们换位全称肯定前提,就会使两前提都成为特称前提;而从两个特称前提在任何格中都不能推导出任何必然的结论。但他通过归谬法指明,在这一结合中结论成为特称否定。因为如果在前提如我们所说被设定的情况下,有人不承认Π不属于某个Ρ,那么就假设其对立命题,且让它属于一切[Ρ];但Ρ也被设定属于一切Σ;于是将推导出Π属于一切Σ,这是不可能的;因为原先设定它不属于某些Σ。他又说,即便不用归谬法,这也能够同样被证明得出,如果——他说——取出了Π所不属于的Σ中的某个东西。他说的应该又是通过展出法的方式。他合乎情理地没有取Ρ所属于的Σ中的某物,而是取了Π所不属于的某物。因为既然Ρ属于一切Σ,而Π不属于某些Σ,那么对于Σ中Π所不属于的那个东西,Ρ无论如何都属于它;然而,对于Σ中Ρ所属于的那个东西,Π却不再必然不属于它;因为可能取出的Σ中的某物恰恰是Π也属于它的;因为原先并未设定Π不属于任何Σ,而是不属于某个Σ;而不属于某物的东西也有可能属于某物。但如果取出了Π所不属于的Σ中的这一个东西(它也是一个个体事物),既然这无论如何都在Ρ之中(因为Ρ是就全部Σ而被陈述的),那么Π将不属于某个Ρ。而在这个结合中,即使不是取出Σ中某个可感的个体事物,而是取出使得Π不能对其任何一部分作述词的某种东西,也是能够证明的;因为Π将不对它的任何一部分作述词,而Ρ将对全部作述词;而如此成立的结合已被证明能推论性地推导出Π不属于某个Ρ。值得注意的是,他在否定结合上也使用了展出法。我们曾把这一结合置于产生推论的结合中的最后一位,因为无法通过换位来证明经由它所推导出的结论。

语法注2 条
  1. 2.31οὔχ, ᾧτινι ὑπάρχει τῶν Σ τὸ Ρ, ἔλαβεν, ἀλλ’ ᾧτινι μὴ ὑπάρχει τὸ Π

    由 ᾧτινι 引导的两个关系从句省略了先行词(即“Σ中……的某物”),直接作为动词 ἔλαβεν 的宾语并列对置。句法上对比这两种选取对象,说明若选取Ρ所属于的Σ,无法排除Π也属于它的可能性,因而必须选取Π所不属于的Σ以保证推论的成立。

  2. 2.31δύναται δ’ ἐπὶ τῆς συζυγίας ταύτης δεικνύναι

    此处既可作非人称构文理解(“能够证明……”),亦可将亚里士多德视为省略的主语(“他能够证明……”)。鉴于后接不定词 δεικνύναι 以及后文探讨展出法是否必须借助可感个体还是亦可借助普遍项的语境,此处取非人称(表达普遍可能性的)构文解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:103.8-104.10