- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:102.1-103.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在总结了第三格中由全称前提构成的结合之后(28a36),亚里士多德转入讨论一全称一特称的两个肯定结合(Disamis与Datisi),并通过归约至第一格(换位法)、归谬法和展出法证明了它们皆能产生推论。
" Φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι." Ὑπομιμνήσκει ἡμᾶς τῶν εἰρημένων, ὅτι δύο μὲν ἔσονται συλλογιστικαὶ συζυγίαι ἐκ καθόλου προτάσεων ἐν τούτῳ τῷ σχήματι, καὶ τίνες, δύο δὲ ἀσυλλόγιστοι.
“因此,在这一格中也是清楚的。” 他使我们忆起已说过的内容:在这一格中,由全称前提构成的产生推论的结合将有两个,且是哪两个,而不能产生推论的也有两个。
"Ἐὰν δ’ ὁ μὲν ᾖ καθόλου πρὸς τὸ μέσον ὁ δ’ ἐν μέρει." Εἰπὼν περὶ τῶν συζυγιῶν τῶν ἐκ καθόλου προτάσεων ἐν τῷ τρίτῳ σχήματι μετελήλυθεν ἐπὶ τὰς τὴν ἑτέραν ἐχούσας καθόλου μόνην, καὶ δείκνυσι πάλιν καὶ ἐν ταῖς οὕτως ἐχούσαις συζυγίαις, τίνες μὲν αὐτῶν εἰσι συλλογιστικαί, τίνες δ’ ἀσυλλόγιστοι. καὶ λέγει πρῶτον μέν, ὅτι, ἂν ἀμφότεραι ὦσι καταφατικαί, συλλογισμὸς ἔσται, ἂν ὁποτεραοῦν ᾖ καθόλου, ἄν τε ἡ μείζων ἄν τε ἡ ἐλάττων· ὥστε δύο συζυγίαι πάλιν αὗται συλλογιστικαὶ οὐσῶν ἀμφοτέρων μὲν καταφατικῶν τῆς ἑτέρας δὲ καθόλου. καὶ πρώτην μὲν ἐκτίθεται τὴν ἔχουσαν τὴν μὲν ἐλάττονα τὴν Ρ Σ καθόλου καταφατικὴν τὴν δὲ μείζονα τὴν Π Σ ἐπὶ μέρους καταφατικήν, ἣν ἡμεῖς συζυγίαν ἐτάξαμεν τετάρτην τῷ δεῖσθαι δύο ἀντιστροφῶν.1 ἀντιστραφείσης γὰρ τῆς ἐπὶ μέρους καταφατικῆς τῆς Π Σ, ἥτις ἦν ἡ μείζων, γίνεται τὸ Σ τῷ Π τινὶ ὑπάρχον· κεῖται δὲ καὶ τὸ Ρ παντὶ τῷ Σ· συνάγεται τὸ Ρ τινὶ τῷ Π κατὰ τὸν τρίτον τὸν ἐν πρώτῳ σχήματι. ἀλλ’ ἐπεὶ κεῖται μείζων ὁ Π καὶ δεῖ αὐτὸν ἐν τῷ συμπεράσματι κατηγορεῖσθαι, ἀντιστραφήσεται καὶ τὸ συμπέρασμα· ἦν δὲ τὸ Ρ τινὶ τῷ Π συνηγμένον· καὶ τὸ Π ἄρα τινὶ τῷ Ρ ὑπάρξει. ἐδέησε δὴ καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς, οὐ μόνον τῆς Π Σ προτάσεως, ὃ ἐδήλωσε καὶ αὐτὸς ἐπενεγκὼν μετὰ τὸ δεῖξαι συμπέρασμα γινόμενον διὰ τοῦ συλλογισμοῦ, ὅτι τὸ Ρ2 τινὶ τῷ Π, τὸ ὥστε καὶ τὸ Π τινὶ τῷ Ρ.
“但若其中一个相对于中项是全称的,而另一个是特称的。” 在论述了第三格中由全称前提构成的结合之后,他转入仅有一个前提为全称的结合,并再次在如此构成的结合中指明,其中哪些是产生推论的,哪些是不能产生推论的。他首先说明,如果两前提都是肯定的,那么无论两者中的哪一个是全称的(不论是大前提还是小前提),都将构成推论;所以在两前提皆为肯定而其中一个是全称时,这两个结合又是产生推论的。他首先展出了小前提Ρ-Σ为全称肯定、大前提Π-Σ为特称肯定的结合,而我们曾因为这一结合需要两次换位而将其排在第四位。因为在大前提即特称肯定的Π-Σ被换位之后,Σ就变成属于某个Π;而Ρ也曾被设定属于一切Σ;于是按照第一格中的第三个推论,推导出Ρ属于某个Π。但既然Π被设定为大项且必须在结论中作为述词,那么结论也必须被换位;而原先推导出的结论是Ρ属于某个Π;因此Π也将属于某个Ρ。可见不仅需要Π-Σ前提的换位,而且确实也需要结论的换位,这一点他自己在指明通过推论得出的结论是“Ρ属于某个Π”之后,紧接着追加了“因此Π也[属于]某个Ρ”,从而予以了说明。
"Πάλιν εἰ τὸ μὲν Ρ τινὶ τῷ Σ, τὸ δὲ Π παντὶ ὑπάρχει τῷ Σ." Ἀνάπαλιν νῦν ἔλαβε τὰς προτάσεις· ἀμφοτέρας μὲν γὰρ καταφατικὰς ἐτήρησεν, ἀλλὰ τὴν μείζονα καθόλου ἐποίησε· καὶ δείκνυσι καὶ ταύτην τὴν συζυγίαν συλλογιστικὴν οὖσαν ἀντιστρέψας τὴν ἐλάττονα πρότασιν οὖσαν ἐπὶ μέρους καταφατικὴν καὶ ἀναγαγὼν τὴν συζυγίαν εἰς τὸν τρίτον ἀναπόδεικτὸν ἐν πρώτῳ σχήματι τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος. ταύτην ἡμεῖς τρίτην ἐτάξαμεν τὴν συζυγίαν, ὅτι διὰ μιᾶς ἀντιστροφῆς τὸ προκείμενον φανερὸν γίνεται τε καὶ δείκνυται, οὐ διὰ δύο ὡς ἐπὶ τῆς πρὸ αὐτῆς προκειμένης. ἐπεσημήνατο δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας, ὅτι ἔνεστιν αὐτὴν δεῖξαι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ καὶ διὰ τῆς ἐκθέσεως. προσθεὶς δὲ τὸ καθάπερ ἐπὶ τῶν πρότερον3 ἐδήλωσεν, ὅτι οὐ μόνον ἡ δι’ ἀδυνάτου δεῖξις κοινὴ πᾶσι τοῖς ἐν τούτῳ τῷ σχήματι συλλογισμοῖς ἀλλὰ καὶ ἡ διὰ τῆς ἐκθέσεως.
“反之,若Ρ属于某个Σ,而Π属于一切Σ。” 现在他反过来设定前提:因为他虽保持两者皆为肯定,却把大前提设为全称;他通过换位作为特称肯定的小前提,并将该结合归约为第一格中由全称肯定的大前提和特称肯定的小前提构成的第三个不可证推论,指明这一结合也是产生推论的。我们曾将这一结合排在第三位,是因为论题是通过一次换位而变得昭然并得到证明的,而不是像在它之前展出的结合那样通过两次换位。他在这一结合上也指出,既可以通过归谬法证明它,也可以通过展出法来证明。并且,通过补上“正如在先前的结合中那样”这一语句,他表明不仅归谬证明对这一格中的所有推论是共通的,而且展出证明亦是共通的。
- 2.29τῷ δεῖσθαι δύο ἀντιστροφῶν
带有中性单数与格定冠词的不定词短语(τῷ δεῖσθαι...),用作表示原因的与格,解释了亚历山大为何不同于亚里士多德而将该结合排在第四位(即因为它需要两次换位:大前提的换位与结论的换位)。
- 2.29ἐπενεγκὼν μετὰ τὸ δεῖξαι συμπέρασμα γινόμενον διὰ τοῦ συλλογισμοῦ, ὅτι τὸ Ρ τινὶ τῷ Π, τὸ ὥστε καὶ τὸ Π τινὶ τῷ Ρ
分词 ἐπενεγκών 的直接宾语是被介词短语 μετὰ τὸ δεῖξαι...(及其所带的 ὅτι 宾语从句)所大幅隔开的带中性定冠词的引语 τὸ ὥστε καὶ τὸ Π τινὶ τῷ Ρ。整体骨架为:“在指明通过推论得出的结论是‘Ρ属于某个Π’之后,通过追加[短语]‘因此Π也属于某个Ρ’”。
- 2.30προσθεὶς δὲ τὸ καθάπερ ἐπὶ τῶν πρότερον
中性单数定冠词 τὸ 将紧随其后的短语 καθάπερ ἐπὶ τῶν πρότερον 名词化,作为分词 προσθείς 的直接宾语(“通过补上‘正如在先前的结合中那样’这一语句”)。
