← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§99.1-101.10

事物非出自理念的论证与解释

针对亚里士多德关于“其余事物依照通常所说的任何方式都不是出于理念”的论断,亚历山大梳理了两种解释:其一基于“出于某物”的多种哲学含义(质料、形式、动因、相反者等),其二基于理念论者所主张的分有方式(内在、部分、范型),由此引向对将理念视为范型之说的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.86

" Ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν ἰδεῶν ἔστι τὰ ἄλλα κατ’ οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι." Δείξας ὅτι οὔτε κινήσεως καὶ μεταβολῆς τοῖς ἐνταῦθα αἰτίαι αἱ ἰδέαι, οὔτε πρὸς τὴν γνῶσιν αὐτῶν καὶ ἐπιστήμην συντείνουσί τι, οὔτε εἰς τὴν οὐσίαν καὶ τὸ εἶναι αὐτά, ὡς τὰ μεμιγμένα καὶ ὄντα ἔν τισιν εἰς τὸ εἶναι συντελεῖ αὐτοῖς, οὔτε ὅλως αἴτια, ἐπήνεγκεν ὅτι ἀλλ’ οὐδὲ ἔστιν ἐκ τῶν εἰδῶν τὰ ἄλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι, ἤτοι δεικνὺς ὅτι κατὰ μηδένα τρόπον τῶν ἔκ τινος λεγομένων γίγνεσθαι δύναται δείκνυσθαι ἐκ τῶν ἰδεῶν γιγνόμενα τὰ πρὸς αὐτά. εἰσὶ δὲ οἱ εἰωθότες λέγεσθαι τοῦ ἔκ τινος τρόποι οἱ μὲν κυρίως ὅ τε ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους. ἐκ γὰρ τῆς ὕλης λέγομεν εἶναι τὰ ἔνυλα, ὁμοίως δὲ καὶ ἐκ τοῦ εἴδους τοῦ ἐν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀμφοῖν. ὧν τρόπων κατ’ οὐδένα ἐκ τῆς ἰδέας τὰ πρὸς αὐτάς, ὡς δέδεικται· ἐνυπῆρχε γὰρ ἂν αὐτοῖς. λέγεται δὲ ἔκ τινος καὶ ὡς ἐκ τοῦ ποιοῦντος καὶ ὡς ἐκ τοῦ ἀτελοῦς τὸ τέλειον, ὡς λέγομεν ἐκ παιδὸς ἄνδρα γίγνεσθαι, καὶ ὡς ἐκ τῶν μερῶν τὸ ὅλον, καὶ ὡς ἐκ τῶν ἐναντίων τὰ ἐναντία. λέγεται ἔκ τινος καὶ τὸ μεταγιγνόμενον, ὡς ἐξ Ὀλυμπίων Ἴσθμια. κατ’ οὐδένα δὴ τῶν τρόπων τοῦ ἔκ τινος ἐκ τῶν ἰδεῶν τὰ ἐνταῦθα. οὔτε γὰρ ὕλη αὐτῶν, ὡς ἐδείχθη, οὔτε εἶδος αἱ ἰδέαι· ἀλλ’ οὐδὲ μέρη. ἀλλ’ οὐδὲ ὡς ἐξ ἐναντίων ταῦτα ἐκείνων. τὸ γὰρ ἐξ ἐναντίου γιγνόμενον ὑπομένοντος τοῦ αὐτοῦ ὑποκειμένου καὶ μεταβάλλοντος ἐκ τοῦ ἐναντίου γίγνεται· εἰ δὲ οὕτως, εἴη ἂν ταὐτὸν ὑποκείμενον ταῖς τε ἰδέαις καὶ τοῖς πρὸς αὐτάς, ὥστε αἱ ἰδέαι ἐναντίαι ἂν εἶεν τοῖς πρὸς αὐτὰς γιγνομένοις, ἀλλ’ οὐχ ὅμοιαι. ἔτι φθειρόμεναι ἐν τῇ τούτων γενέσει,1 ὡς ἐξ ἐκείνων ταῦτα καὶ ἐκ τούτων ἐκεῖναι· τοιαύτη γὰρ ἡ ἐξ ἐναντίων γένεσις. ἀλλ’ οὐδὲ ὡς ὑπομενουσῶν καὶ τελειότητά τινα προσλαμβανουσῶν γίνεται τὰ πρὸς αὐτάς, ὡς ἐκ τοῦ παιδὸς ἀνὴρ ἐλέγετο γίγνεσθαι· οὔτε γὰρ ἐνυπάρχει τούτοις, οὔτε τελειοῦται ἐκεῖνα ὑπὸ τούτων. εἴη γὰρ ἂν ἀτελέστερά τε τούτων καὶ ἐν τούτοις καὶ φθαρτά· ἡ γὰρ τῶν τελείων φθορὰ κἀκείνων ἐστὶ φθορά. ἀλλ’ οὐδὲ ποιητικαὶ αἱ ἰδέαι τῶν ἐνταῦθα, ὡς ὁ πατὴρ τοῦ τέκνου· ἀκίνητοι γὰρ ἐκεῖναι· καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ ὁ καθ’ ἕκαστα τὸν καθ’ ἕκαστα, ἀλλ’ οὐχ ὁ αὐτοάνθρωπος. ἀλλ’ οὐδὲ οὕτως ὡς ἐξ Ὀλυμπίων Ἴσθμια. ἤτοι οὖν τὸ ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἐστι τἆλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι διὰ τοὺς ἔκ τινος τρόπους εἶπεν, ὡσεὶ πολλαχῶς τὸ ἔκ τινος· καὶ δέδεικται τοῦτο. ἢ λέγοι ἄν,2 ὡς τινες ἤκουσαν, τὸ κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι ὑπὸ τῶν τὰς ἰδέας τιθεμένων. ζητοῦντες γὰρ τίνα τρόπον ἡ μετοχὴ ἡ τῶν εἰδῶν, ἢ οὕτως φασὶν ὡς ἐν ἑκάστῳ τῶν κατὰ μέρος ἐνυπάρχειν τὴν ἰδέαν, οἷον ἐν ἑκάστῳ τῶν τινῶν ἀνθρώπων τὸν αὐτοάνθρωπον, ἢ ἐν ἑκάστῳ μέρος τῆς ἰδέας, ἢ παράδειγμα τὸ εἶδός ἐστι τοῖς μετέχουσιν. ὧν οἱ μὲν πρῶτοι δύο τρόποι τῆς μετοχῆς ἀδύνατοι, ὡς ἡμεῖς τε ἐδείξαμεν πρὸ ὀλίγου, καὶ αὐτὸς εἶπεν Εὐδόξου μνημονεύσας ὅτι “ῥᾴδιον συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν”, οἷς ἐπήνεγκε τὸ ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἔστι τὰ ἄλλα κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι, ὡς ἴσον λέγων τῷ οὐδὲ ἐκ τοῦ παρὰ τούτους τοὺς ἔτι καταλειπομένους τρόπους οἷόν τε εἶναι ἐκ τῶν εἰδῶν τὰ ἄλλα.3 τούτου γὰρ δειχθέντος εἴη ἂν δεδειγμένον καὶ τὸ μὴ κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι. ἔστι δὲ οὗτος ὃς καὶ πρὸς παράδειγμα λέγει γίγνεσθαι τὰ τῇδε πρὸς τὰς ἰδέας, οὗ καὶ ἐφεξῆς μνημονεύει λέγων “τὸ δὲ λέγειν παραδείγματα”. εἴτε δὲ διὰ τοῦτο ἐπήνεγκε τοῦτο, εἴτε καὶ ἐνδειξόμενος ὅτι κατὰ μηδένα τῶν τοῦ ἔκ τινος τρόπων λεγομένων οἷόν τε ἐκ τῶν εἰδῶν λέγειν τὰ ἄλλα γεγονέναι, ἑξῆς ἐπὶ τὸ δεῖξαι τὸ λεγόμενον ὑπ’ αὐτῶν μετελήλυθε, τὸ παραδείγματα λέγειν αὐτάς· καὶ τοῦτο, μετέχειν τὰ τῇδε ἐκείνων, κενολογεῖν ἐστι καὶ μεταφοραῖς χρῆσθαι ποιητικαῖς· τοῦτο δέ, ὅτι τοῖς ποιηταῖς οἰκεῖον τὸ χρῆσθαι μεταφοραῖς. μετενήνεκται δὲ ἀπὸ τῶν γραφέων τὸ παράδειγμα, οἳ γράφειν λέγονται πρὸς παράδειγμα. ὅτι δὲ κενολογοῦσιν οἱ τὰς ἰδέας παραδείγματα λέγοντες ἔδειξε διὰ τοῦ τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον; δεῖ γάρ, εἰ παραδείγματα ἐκεῖναι, εἶναί τι τὸ πρὸς αὐτὰ ποιοῦν, ὡς τοὺς γραφεῖς ὁρῶμεν πρὸς τὰ παραδείγματα γράφοντας.

“然而,依照通常所说的任何方式,其余事物也都不是出于诸理念。” 在表明了诸理念既非此处事物的运动与变化的原因,亦无助于对它们的认识和科学知识,亦无助于它们的实体与存在(并不像混合并存在于某些事物之中的东西有助于它们的存在那样),亦根本不是原因之后,他接着补充道,“然而,依照通常所说的任何方式,其余事物也都不是出于诸形式”,这要么是表明:依照被称为“出于某物”而生成的任何方式,关联于诸理念的事物都不可能被表明是出于诸理念而生成的。“出于某物”之通常所说的方式中,最本原的是出于质料和出于形式;因为我们说具质料之物出于质料,同样也出于其内部的形式,而且还出于两者。正如已经表明的那样,关联于诸理念的事物依照这些方式中的任何一种都不是出于理念;因为[若如此]理念本应内在存在于它们之中。而“出于某物”也被称为出于作因,以及完满者出于不完满者(正如我们说成人出于儿童而生成),以及整体出于部分,以及相反者出于相反者。相继生成者也被称为“出于某物”,正如地峡运动会出于奥林匹亚运动会。显然,此处的事物依照“出于某物”的任何方式都不是出于诸理念。因为正如已经指出的,诸理念既非它们的质料,亦非它们的形式,甚至不是它们的部分。但是,这些事物也不是像出于相反者那样出于那些事物。因为出于相反者而生成之物,是在同一底层承载者持续存在并从相反者发生变化时生成的;但若如此,诸理念与关联于它们的事物就将具有相同的底层承载者,从而诸理念对于关联于它们而生成之物而言将是相反的,而不是相似的。此外,诸理念在这些事物的生成中将归于消灭,正如这些事物出于那些事物,那些事物也出于这些事物一样;因为出于相反者的生成正是如此。然而,关联于它们的事物也不是像它们[诸理念]持续存在并获得某种完满性那样生成的(如曾说的成人出于儿童而生成);因为诸理念既不内在存在于这些事物之中,那些事物也不被这些事物所完满。因为[若如此]它们将比这些事物更不完满,存在于这些事物之中,并且是可灭的;因为完满者的消灭也是那些事物[不完满者]的消灭。但诸理念也不是此处事物的动力原因,正如父亲之于孩子;因为那些事物是不动的,并且是个别的人产生个别的人,而非“人自身”。但也绝不是像地峡运动会出于奥林匹亚运动会那样的方式。因此,要么他是因“出于某物”的诸种方式而说“然而,依照通常所说的任何方式,其余事物也都不是出于诸形式”,就仿佛“出于某物”具有多种含义;而这一点已经被证明了。要么他可能像某些人所理解的那样,指的是依照那些设定诸理念的人通常所说的任何方式。因为在探究分有诸形式究竟是何种方式时,他们要么说理念存在于每一个别事物之中(例如“人自身”存在于每一个个别的人之中),要么说理念的一部分存在于每一事物之中,要么说形式对于分有者而言是范型。在这些方式中,分有的前两种方式是不可能的,正如我们不久前所表明的,以及他自己在提到欧多克索斯时所说的:“针对这种观点很容易得出许多不可能的结论”,在这些之后他接着补充了“然而,依照通常所说的任何方式,其余事物也都不是出于诸形式”,这等同于说,依照这些〔前两种方式〕之外依然保留的诸方式,其余事物也是不可能出于诸形式的。因为一旦这一点被表明,也就表明了并非依照通常所说的任何方式。而这[保留下来的方式]正是主张此处的事物是参照诸理念作为范型而生成的,他在接下来说“至于说它们是范型”时也提到了这一点。但无论他是为此补充了这一点,还是为了表明依照被称为“出于某物”的任何方式都不可能说其余事物是出于诸形式生成的,他紧接着都转向表明他们所说的这一主张,即称它们为范型;而这一点,即此处事物分有那些事物,不过是说空话并使用诗意隐喻;这是因为使用隐喻乃是诗人们的特长。而“范型”这一说法是从画家那里借用来的,据说画家是依照范型作画的。至于那些将诸理念称为范型的人是在说空话,他是通过“因为那看着诸理念而劳作者究竟是什么呢?”来表明的;因为如果那些事物是范型,就必然存在某种参照它们而制作之物,正如我们看到画家参照范型作画一样。

语法注3 条
  1. 1.86ἔτι φθειρόμεναι ἐν τῇ τούτων γενέσει

    接续前文条件句的归结从句(“εἴη ἂν ταὐτὸν ὑποκείμενον ... ὥστε αἱ ἰδέαι ἐναντίαι ἂν εἶεν ...”),此主格分词充当以“诸理念”(αἱ ἰδέαι)为主语的表语性成分。在结构上,承前省略了相当于带有 ἄν 的希求法谓语结构(即“ἔτι [αἱ ἰδέαι ἂν εἶεν] φθειρόμεναι”,“此外[诸理念]将归于消灭”)。

  2. 1.86ἤτοι δεικνὺς ὅτι ... ἢ λέγοι ἄν

    关于亚里士多德引文中“通常所说的”(τῶν εἰωθότων λέγεσθαι)一语的理解,亚历山大运用 ἤτοι ... ἢ ...(“要么是表明……要么可能意指……”)的相关结构提出了两种解释方案:前者指“出于某物”(ἔκ τινος)在一般哲学上的多种含义,后者指理念论者所特有的诸种分有方式。

  3. 1.86ὡς ἴσον λέγων τῷ οὐδὲ ἐκ τοῦ παρὰ τούτους τοὺς ἔτι καταλειπομένους τρόπους οἷόν τε εἶναι ἐκ τῶν εἰδῶν τὰ ἄλλα

    由“οὐδὲ ... οἷόν τε εἶναι ...”引导的整个不定式短语被中性与格定冠词 τῷ 名词化,与 ἴσον λέγων 搭配构成“等同于说……”。短语“ἐκ τοῦ παρὰ τούτους τοὺς ἔτι καταλειπομένους τρόπους”(意为“出于/依照这些[前两种方式]之外依然保留的诸方式”,抄本中单数属格 ἐκ τοῦ 后的词组同化为了 παρὰ τούτους 的复数宾格)在语境中指在排除了前两种方式(全体内在、部分内在)之后所剩下的“范型”(παράδειγμα)方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:99.1-101.10