- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:97.5-98.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提及的欧多克索斯和阿那克萨戈拉等人的“混合”说,亚历山大列举了物体性、相反性、全体与部分、同质部分、多重混合、丧失范型性、共灭以及丧失不动性等诸多不可能的推论,对此展开了反驳。
ὥστε καὶ αἱ ἰδέαι, εἰ ἦσαν μεμιγμέναι τοῖς φύσει οὖσιν, αἰτίαι ἂν αὐτοῖς ἠδύναντο εἶναι τοῦ εἶναι ὁποῖά ἐστιν, ὡς εἶναι τὸν ἄνθρωπον ἄνθρωπον διὰ τὴν τῆς ἰδέας τοῦ αὐτοανθρώπου μῖξιν. εἰπὼν δὲ πῶς ἠδύναντο αἰτίαι τοῖς φύσει συνεστῶσι λέγεσθαι εἶναι αἱ ἰδέαι τοῦ εἶναι τοιούτοις ὁποῖά ἐστι (τῷ γὰρ μεμῖχθαι), ἑξῆς ὅτι μὴ οἷόν τε λέγειν τὰ εἴδη τοῖς πρὸς ταῦτα λεγομένοις τὸ εἶναι ἔχειν μεμῖχθαι δείκνυσι,1 λέγων λίαν τὸν τοῦτο λέγοντα λόγον εὐκίνητον εἶναι καὶ σαθρόν. καὶ παρατίθεταί γε τίνων ἦν δόξα ἡ λέγουσα ἕκαστον τῶν ὄντων εἶναι τοῦτο ὃ ἔστι τῷ μεμῖχθαί τι αὐτῷ δι’ ὃ ἔστι τοῦτο ὃ ἔστιν. Ἀναξαγόρας τε γὰρ ἕκαστον τῶν ὄντων ἔλεγε μὲν ἐκ πάντων μεμῖχθαι τῶν ὁμοιομερῶν· οὗ δὲ πλεῖστον ἐν αὐτῷ μέμικται, ἐξ αὐτοῦ τούτου δοκεῖν εἶναι τὴν οὐσίαν τοῦ πράγματος· ὥστε ἕκαστον αὐτῶν ἦν τοῦτο ὃ ἦν τῷ μεμῖχθαι αὐτῷ τινα ἄλλα. καὶ Εὔδοξος τῶν Πλάτωνος γνωρίμων μίξει τῶν ἰδεῶν ἐν τοῖς πρὸς αὐτὰς τὸ εἶναι ἔχουσιν ἡγεῖτο ἕκαστον εἶναι, καὶ ἄλλοι δέ τινες, ὡς ἔλεγε. τοῦτον δὲ τὸν λόγον λίαν φησὶν εὐέλεγκτον εἶναι τὸν μεθέξει τινὸς ἕκαστον τῶν ὄντων τὸ εἶναι τόδε τι ἔχειν λέγοντα. καὶ ὅτι μὲν οὐχ οὕτως ἔχει καθόλου ἡ τῶν ὄντων φύσις, ἔδειξεν ἐν οἷς πρὸς Ἀναξαγόραν εἶπεν. οὔτε γὰρ πᾶν παντὶ μεμῖχθαι πέφυκε· τῶν γὰρ κεχωρισμένων καὶ καθ’ αὑτὸ ὑφίστασθαι δυναμένων ἡ μῖξις, οὐ τοιαῦτα δὲ τὰ συμβεβηκότα. εἰ δὲ τὸ μεμιγμένον οἷόν τε χωρισθῆναι, χωριστὰ ἂν εἴη τὰ πάθη τῶν οὐσιῶν. ἀναιρεῖταί τε καὶ γένεσις καὶ φθορὰ κατὰ τοὺς οὕτω λέγοντας, καὶ ὅσα ἄλλα εἶπεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως πρὸς τήνδε τὴν δόξαν. ὅτι δὲ μὴ ὡς Εὔδοξος ἡγεῖτο καὶ ἄλλοι τινὲς μίξει τῶν ἰδεῶν τὰ ἄλλα, ῥᾴδιόν φησιν εἶναι συναγαγεῖν πολλὰ καὶ ἀδύνατα ἑπόμενα τῇ δόξῃ τῇδε. εἴη δ’ ἂν τοιαῦτα. εἰ μίγνυνται αἱ ἰδέαι τοῖς ἄλλοις, πρῶτον μὲν σώματα ἂν εἶεν· σωμάτων γὰρ ἡ μῖξις. ἔτι ἕξουσιν ἐναντίωσιν πρὸς ἀλλήλας· ἡ γὰρ μῖξις κατ’ ἐναντίωσίν ἐστιν. ἔτι οὕτως μιχθήσεται ὡς ἢ ὅλην ἐν ἑκάστῳ τῶν οἷς μίγνυται εἶναι ἢ μέρος. ἀλλ’ εἰ μὲν ὅλη, ἔσται ἐν πλείοσι τὸ ἓν κατὰ τὸν ἀριθμόν· ἓν γὰρ κατὰ τὸν ἀριθμὸν ἡ ἰδέα· εἰ δὲ πρὸς μέρος, τὸ μέρος τοῦ αὐτοανθρώπου μετέχον, οὐ τὸ ὅλου τοῦ αὐτοανθρώπου ἔσται ἄνθρωπος.2 ἔτι διαιρεταὶ ἂν εἶεν αἱ ἰδέαι καὶ μερισταί, οὖσαι ἀπαθεῖς. ἔπειτα ἔσται μὲν ὁμοιομερῆ, εἴ γε πάντα τὰ ἔχοντά τι μέρος ἐξ αὐτοῦ ὅμοιά ἐστιν ἀλλήλοις· πῶς δὲ οἷόν τε τὰ εἴδη ὁμοιομερῆ εἶναι; οὐ γὰρ οἷόν τε τὸ μέρος τοῦ ἀνθρώπου ἄνθρωπον εἶναι, ὡς τὸ τοῦ χρυσοῦ μέρος χρυσόν. ἔτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν λέγει, ἐν ἑκάστῳ οὐ μία ἔσται ἰδέα μεμιγμένη ἀλλὰ πολλαί· εἰ γὰρ ἄλλη μὲν ζῴου ἰδέα ἄλλη δὲ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ ἄνθρωπος, ἀμφοτέρων ἂν μετέχοι τῶν ἰδεῶν. καὶ ὁ αὐτοάνθρωπος δὲ ἰδέα, ᾗ μὲν καὶ ζῷόν ἐστι, μετέχοι ἂν καὶ αὐτὸ τοῦ ζῴου· οὕτως δὲ οὐκέτι ἂν ἁπλαῖ αἱ ἰδέαι εἶεν, ἀλλ’ ἐκ πολλῶν συγκείμεναι, καὶ αἱ μὲν αὐτῶν πρῶται αἱ δὲ δεύτεραι. εἰ δὲ μή ἐστι ζῷον, πῶς οὐκ ἄτοπον ἄνθρωπον λέγειν μὴ εἶναι ζῷον; ἔτι δέ, εἰ μίγνυται τοῖς πρὸς αὐτὰ οὖσι, πῶς ἂν ἔτι εἶεν παραδείγματα, ὡς λέγουσιν; οὐδὲ γὰρ οὕτως τὰ παραδείγματα ταῖς εἰκόσι τῆς ὁμοιότητος τῆς πρὸς αὐτὰ αἴτια τῷ μεμῖχθαι.3 ἔτι τε καὶ συμφθείροιντο ἂν τοῖς ἐν οἷς εἰσι φθειρομένοις. ἀλλ’ οὐδὲ χωρισταὶ ἂν εἶεν αὐταὶ καθ’ αὑτάς, ἀλλ’ ἐν τοῖς μετέχουσιν αὐτῶν. πρὸς δὲ τούτοις οὐδὲ ἀκίνητοι ἔτι ἔσονται, καὶ ὅσα ἄλλα ἐν τῷ δευτέρῳ Περὶ ἰδεῶν τὴν δόξαν ταύτην ἐξετάζων ἔδειξεν ἄτοπα ἔχουσαν. διὰ τοῦτο γὰρ εἶπε τὸ ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν δόξαν ταύτην. ἐκεῖ γὰρ συνῆκται.
因此诸理念也是如此,如果它们被混合在按本性存在的事物之中,本可以成为它们之所以具有它们所是之性质的原因,正如人是由于“人自身”理念的混合而是人一样。但是在说明了诸理念如何能够被称为按本性构成的事物之所以具有它们所是之性质的原因之后(即通过被混合),他紧接着表明,不能说诸形式与那些关联于它们而具有存在的事物相混合,并指出主张这一点的论述极其容易动摇且漏洞百出。并且他列举了究竟是谁的观点主张:存在的每一事物之所以是它所是的那个事物,乃是由于某种东西与它相混合,通过该东西它才是它所是的那个事物。因为阿那克萨戈拉曾说,存在的每一事物是由所有同质部分之物混合而成的,而在其中混合得最多的东西,该事物的实体似乎正是由这同一种东西构成的;因此它们中的每一事物之所以是它所是的东西,乃是由于某些其他事物与它相混合。而柏拉图的相识之一欧多克索斯也认为,每一事物的存在乃是由于诸理念在那些关联于它们而具有存在的事物中的混合,正如他所说的,某些其他人也是如此认为的。他说,这种主张存在的每一事物通过对某物的分有而具有作为“某一特定之物”之存在的论述,是极其容易被驳倒的。至于存在的事物的本性绝非如此,他在对阿那克萨戈拉的反驳中已经表明了。因为并非一切事物生来就能与一切事物相混合;因为混合属于那些分离且能够自存的事物,而偶性并非此类事物。如果被混合之物能够被分离出来,那么各种性状就将能够与实体相分离。依照如此主张的人,生成与消灭也被取消了,此外还有他在《自然学》第一卷中针对这一观点所说的所有其他反驳。而至于其他事物并不像欧多克索斯及某些其他人所认为的那样因诸理念的混合[而存在],他说很容易得出伴随这一观点的许多不可能的结论。这些结论将如下所示。如果诸理念与其余事物相混合,首先它们就将是物体;因为混合属于物体。其次,它们彼此之间将具有相反性;因为混合是依照相反性进行的。再者,它的混合方式要么是整个存在于被其混合的每一事物之中,要么是部分。但如果是整个存在,数目上为一的东西就将存在于多数事物之中(因为理念在数目上是一);而如果是依部分,那么分有“人自身”之一部分的将是人,而不是分有“人自身”之全体的是人。此外,诸理念虽然是没有受动性的,却将是可分的和具有部分的。其次,如果拥有来自它的某个部分的一切事物都彼此相似,它们就将是同质部分的;但诸形式怎么可能是同质部分的呢?因为人的部分不可能像金子的部分是金子那样是人。再者,正如他自己稍作推进后所说的那样,在每一事物之中被混合的将不是一个理念而是多个;因为如果动物的理念是一回事,人的理念是另一回事,而人既是动物又是人,那么他就将分有这两个理念。并且作为理念的“人自身”,就其本身也是动物而言,它自身也当分有“动物”;但这样一来,诸理念就将不再是单纯的,而是由许多东西构成的,且它们之中有些是第一位的,有些是第二位的。但如果它不是动物,说人不是动物岂非极度荒谬?此外,如果它们与关联于它们而存在的事物相混合,它们又怎能如他们所说的那样仍然是范型呢?因为范型绝不是以这种方式——即通过被混合——成为造像与它们相似的原因的。再者,当它们所存在于其中的事物消灭时,它们也将一同消灭。不仅如此,它们也不会是自身分离的,而将存在于分有它们的事物之中。除这些之外,它们也将不再是不动的,此外还有他在《论理念》第二卷中审视这一观点时所指明具有荒谬性的所有其他后果。正是为此,他才说了“因为针对这一观点很容易得出许多不可能的结论”;因为在那里它们已经被推导出来了。
- 1.85ἑξῆς ὅτι μὴ οἷόν τε λέγειν τὰ εἴδη τοῖς πρὸς ταῦτα λεγομένοις τὸ εἶναι ἔχειν μεμῖχθαι δείκνυσι
ὅτι 从句内的结构:不定词 λέγειν 支配一个宾格加不定词结构 τὰ εἴδη ... μεμῖχθαι(“诸形式被混合”),其中嵌有与格短语 τοῖς πρὸς ταῦτα λεγομένοις τὸ εἶναι ἔχειν 作为 μεμῖχθαι 的与格补足语(“与那些关联于它们而具有存在的事物”)。
- 1.85τὸ μέρος τοῦ αὐτοανθρώπου μετέχον, οὐ τὸ ὅλου τοῦ αὐτοανθρώπου ἔσται ἄνθρωπος
主语为带定冠词的分词短语 τὸ ... μετέχον,在并列的否定短语 οὐ τὸ ὅλου ... 中省略了分词 μετέχον。谓语名词为 ἄνθρωπος,整句结构为:“分有‘人自身’之一部分的将是人,而不是分有‘人自身’之全体的是人”。
- 1.85οὐδὲ γὰρ οὕτως τὰ παραδείγματα ταῖς εἰκόσι τῆς ὁμοιότητος τῆς πρὸς αὐτὰ αἴτια τῷ μεμῖχθαι
省略了系动词(ἐστι 或 ἂν εἴη)。αἴτια 为表语形容词,支配与格 ταῖς εἰκόσι(“对于造像而言”)以及宾格性属格 τῆς ὁμοιότητος τῆς πρὸς αὐτά(“与它们相似的”)。句末带定冠词的与格不定词 τῷ μεμῖχθαι 表示手段或方式:“通过被混合”。
