← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§101.11-103.22

批判将理念作为范型及谈论分有的观点

亚历山大解释了亚里士多德将称理念为范型并谈论分有视为空洞诗意隐喻的批判(991a20),以及缺乏制作主体且无摹拟亦能产生相似的论证(以苏格拉底和泰阿泰德为例,991a23)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.87

" Τὸ δὲ λέγειν παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν κενολογεῖν ἐστιν." Ζητήσας πῶς αἱ ἰδέαι αἰτίαι τῶν ἐνταῦθα καὶ τίνος, καὶ δείξας ὅτι οὔτε τῆς κινήσεως οἷόν τε αὐτὰς αἰτίας εἶναι οὔτε τῆς ἐπιστήμης καὶ γνώσεως τῶν ἐνταῦθα οὔτε τοῦ εἶναι, ἀλλ’ οὔτε κατά τινα τῶν ἔκ τινος λεγομένων τρόπων γίγνεσθαί [τι] τὰ ἐνταῦθα ἔστιν ἐξ ἐκείνων, εὐλόγως ἐπὶ τούτοις δεδειγμένοις1 τὸ τῆς μετοχῆς ὄνομα, ᾧ χρῶνται, ὡς κενὸν διαβάλλει. λέγουσι γὰρ αὐτὰς παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν τὰ ἐνταῦθα· τὸ δὴ οὕτως λέγειν, φησί, κενολογεῖν ἐστι καὶ μεταφορὰς λέγειν ὡς οἱ ποιηταί· οὐδὲν γὰρ τούτων ὧν μετέχει τὸ μετέχον σημαίνουσιν οἱ ἐπὶ τῶν ἰδεῶν τῷ μετέχειν χρώμενοι.2 ὅτι δὲ κενολογοῦσι βραχέως ἔδειξε διὰ τοῦ τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον; πάντως μὲν γὰρ τὸ πρός τι παράδειγμα γενόμενον ὑπό τινος ὁμοιοῦντος αὐτὸ ἐκείνῳ καὶ ποιοῦντος γίνεται· ἐπὶ δὲ τῶν ἰδεῶν τί ἐστι τὸ ποιοῦν τὰ ἐνταῦθα πρὸς τὰς ἰδέας ἀποβλέπον; ὁρῶμεν γὰρ ἄνθρωπον ὑπὸ ἀνθρώπου γινόμενον τὸν καθ’ ἕκαστα ὑπὸ τοῦ καθ’ ἕκαστα καὶ ἵππον ὑπὸ τοῦ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν οὐδὲν πρὸς τὴν ἰδέαν ἀποβλέπον ποιεῖ ὃ ποιεῖ, ἀλλὰ φυσική τις ἡ γένεσις καὶ ἡ τάξις ἑκάστου, τοῦ μὲν τὴν ἀρχὴν ἐνδιδόντος, τοῦ δὲ ὑποδεχομένου τε καὶ σώζ·οντος καὶ προάγοντος ταύτην κατά τινα ἀκολουθίαν. ἀλλ’ οὐδὲ οἱ ἐπιστήμονες ποιοῦσι τὰ κατὰ τὰς ἐπιστήμας πρὸς ἰδέαν τινὰ ἀποβλέποντες.

“至于说它们是范型且[事物]分有它们,则是说空话。” 在探究了诸理念如何是此处事物的原因以及为何者之原因,并表明了它们既不可能作为运动的原因,亦不可能作为此处事物的科学知识和认识的原因,亦不可能作为存在的原因,而且此处的事物也不可能依照被称为‘出于某物’的任何方式出于那些事物而生成之后,在这些已被证明的事实之上,他合乎情理地将他们所使用的‘分有’之名批判为空洞之物。因为他们说诸理念是范型,而此处的事物分有它们;他[亚里士多德]说,这样说乃是说空话并像诗人们那样使用隐喻;因为在诸理念的问题上使用‘分有’的人们,并未指明分有者所分有的这些事物中的任何一个。至于说他们是在说空话,他通过“因为那看着诸理念而劳作者究竟是什么呢?”这句问话简短地指明了;因为参照某种范型而生成之物,在任何情况下都是由某种将其制作得与那[范型]相似并进行制作的东西生成的;但对于诸理念而言,那看着诸理念而制作此处事物的东西究竟是什么呢?因为我们看到人是由人所生成的,个别的人由个别的人所生成,马由马所生成,在其余事物上也是如此,其中没有任何东西是看着理念而制作它所制作之物的,相反,各事物的生成与秩序乃是自然的,一者提供始基,另一者依照某种序列接受它、保存它并推进它。然而,通晓科学知识的人们也不是看着某种理念来制作符合这些知识之物的。

§1.88#1

"Ἐνδέχεται δὲ καὶ εἶναι καὶ γίγνεσθαι ὅμοιον καὶ μὴ εἰκαζόμενον." Τὸ λεγόμενον νῦν πρὸς τὸ εἶναι παράδειγμα τὰς ἰδέας λέγεται. καὶ γὰρ εἰ δοθείη εἴδη τε εἶναι καὶ τὰ ἐνταῦθα ὅμοια γενέσθαι ἐκείνοις ἃς ἰδέας λέγεσθαι,3 οὐκ ἤδη καὶ παραδείγματα ἐκεῖνα τούτων, εἴ γε μὴ εἴη τὸ ποιοῦν πρὸς αὐτάς. ἐνδέχεται γὰρ ὅμοιά τινά τισι γενέσθαι καὶ μηδενὸς εἰκάζοντος αὐτὰ καὶ πρὸς ἐκεῖνα ποιοῦντος. καὶ τοῦτο ἔδειξεν ἐναργῶς ἐπὶ Σωκράτους· οὐ γὰρ εἰ Θεαίτητος ἦν ὅμοιος Σωκράτει, ἤδη καὶ εἴκασται αὐτῷ· καὶ γὰρ ὄντος Σωκράτους ὅμοιός τις αὐτῷ δύναται γενέσθαι, καὶ μὴ εἰκαζόμενος, ὡς Θεαίτητος, καὶ μηκέτι ὄντος. δύναται γὰρ καὶ νῦν οἷος ἦν Σωκράτης εἶναί τε καὶ γίνεσθαι. εἰ δὲ καὶ μηκέτι ὄντι τινὶ ὅμοιον γίνεται, ἐναργές ἐστιν ὅτι μὴ πάντως εἰκάζοντός τινος καὶ πρὸς παράδειγμα ποιοῦντος ὅμοιά τισί τινα γίνεται. ὡς γὰρ ὁ τῷ μηκέτι ὄντι ὅμοιος ὢν οὐ πρὸς ἐκεῖνον γέγονεν, οὕτως οὐδὲ ἂν ἀίδιόν τι εἶδος ᾖ καὶ συγχωρηθῇ εἶναί τις τοιαύτη φύσις, ἡ πρὸς αὐτὸ ὁμοιότης ὡς πρὸς παράδειγμα ἔσται, μηδενός γε ὄντος τοῦ πρὸς ἐκεῖνο ποιοῦντος. τοῦτο δὲ ἂν λέγοιτο καὶ πρὸς τοὺς λόγους τινὰς λέγοντας εἶναι τὰς ἰδέας καὶ νοήματα. καὶ γὰρ εἰ ἔστιν, οὐ διὰ τοῦτο ἤδη καὶ γίγνεται ταῦτα πρὸς ἐκεῖνα, μηδενὸς τοῦ πρὸς αὐτὰ ποιοῦντος ὄντος. ὅτι γὰρ μὴ πρὸς παράδειγμά τι καὶ ἰδέαν γίνεταί τι ἢ γέγονε τῶν φύσει συνεστώτων, δείξαι τις ἂν καὶ διὰ τοιούτου λόγου. εἰ ἀίδιός ἐστιν ὁ κόσμος καὶ μηδὲν τῶν νῦν γινομένων κατὰ φύσιν ὡς πρὸς παράδειγμα ἰδέαν τινὰ γίνεται, οὐδ’ ἂν πρότερόν τι οὕτως εἴη γεγονός. ἀλλὰ μὴν ἀίδιός τε ὁ κόσμος, ὥς φασι, καὶ οὐδὲν τῶν νυν κατὰ φύσιν γιγνομένων πρὸς παράδειγμα ἰδέαν τινὰ γίγνεται, ὡς δείξω. οὐδὲ πρότερον ἄρα τι τῶν φύσει γεγονότων ὡς πρὸς παράδειγμα ἰδέαν γέγονε· πάντα γὰρ ὁμοίως ἀεὶ ἐν ἀιδίῳ ὄντι τῷ κόσμῳ γίγνεται. εἰ δὲ τοῦτο, οὐδ’ ἂν παραδείγματα εἶεν αἱ ἰδέαι. ὅτι δὲ μηδὲν τῶν φύσει νῦν γινομένων πρὸς παράδειγμα ἰδέαν τινὰ γίνεται, δῆλον ἐντεῦθεν. πάντα τὰ γιγνόμενα τῶν καθ’ ἕκαστά τινα ἔστιν ἅ ἐστι, καὶ ὑπὸ τῶν καθ’ ἕκαστά τινος γίνεται, ὥστε καὶ τὰ φύσει· οἷον φύσει ὅδε ὁ ἄνθρωπος ὑπὸ τοῦδε τοῦ ἀνθρώπου γίγνεται, καὶ ὅδε ὁ ἵππος ὑπὸ τοῦδε τοῦ ἵππου, καὶ ἥδε ἡ ἄμπελος ὑπὸ τῆσδε τῆς ἀμπέλου. ἀλλὰ μὴν καὶ ἕκαστον τῶν κατὰ φύσιν τι ποιούντων κατὰ τὴν ἐν αὑτῷ φύσιν,4 τοῦτ’ ἔστι κατὰ τὴν ἐν αὑτῷ αἰτίαν τε καὶ ἀρχὴν καὶ δύναμιν τοῦ πως κινεῖσθαι. ταῦτα γὰρ φύσει τε ἔστι καὶ ἔχει φύσιν, ὅσα ἀρχὴν κινήσεως ἐν αὑτοῖς ἔχει, καθὸ καὶ ἔστι τάδε τινά, ἀλλὰ μὴ κατὰ συμβεβηκός. καὶ ὁ ἵππος δὴ τὸν ἵππον ποιεῖ κατὰ τὴν ἐν αὐτῷ τοιαύτην ἀρχήν.

“而且,即使不被摹拟,是相似的以及生成为相似的也是可能的。” 现在所说的内容,是针对诸理念是范型这一说法而说的。因为即使承认形式存在,且此处的事物生成为与他们所称的诸理念相似之物,只要不存在参照它们而制作之物,那些事物也并不由此就直接是这些事物的范型。因为即使没有任何人摹拟它们并参照那些事物进行制作,某些事物生成为与某些事物相似也是可能的。而他以苏格拉底为例清楚地指明了这一点;因为并不是如果泰阿泰德与苏格拉底相似,他就直接也是被摹拟苏格拉底而造出的;因为无论是在苏格拉底活着的时候,某人有可能生成为与他相似而并未被摹拟,如泰阿泰德那样,还是在他不再活着的时候,这也是可能的。因为即使在现在,存在并生成为像苏格拉底过去那样的人也是可能的。但是,如果甚至有与不再活着的人相似的东西生成,这就清楚地表明,并不是在任何情况下都必须有人摹拟并参照范型制作,某些事物才生成为与某些事物相似。因为正如与不再活着的人相似者并不是参照那个人而生成的,同样地,即使存在某种永恒的形式,且承认存在某种这样的本性,在完全没有任何参照它而制作之物存在的情况下,对它的相似性也不会是作为对范型的相似性。而这话也可以针对那些主张诸理念是某种定义(逻各斯)和思想(诺埃玛)的人而说。因为即使它们存在,在没有任何参照它们而制作之物存在的情况下,这些事物也并不由此就直接是参照它们而生成的。因为本性上构成的事物中没有任何东西是参照某种范型和理念而生成的,或者曾生成的,这一点也可以通过这样的论证来表明:如果宇宙是永恒的,并且现在依自然而生成的任何事物都不是作为参照某种作为范型的理念而生成的,那么以往也不会有任何事物是如此生成的。然而正如他们所说,宇宙是永恒的,而且正如我将要表明的,现在依自然而生成的任何事物都不是参照某种作为范型的理念而生成的。因此,依自然而生成的事物中以往没有任何一件是参照作为范型的理念而生成的;因为宇宙既然是永恒的,一切事物便始终同样地生成。但若如此,诸理念也就不会是范型了。至于说依自然而生成的任何事物在现在都不是参照某种作为范型的理念而生成的,从以下事实即可明了。一切生成之物都是个别事物中的某种确定的东西,并且是由个别事物中的某种东西生成的,从而依自然之物也是如此;例如在自然中,这个人生于这个人,这匹马生于这匹马,这株葡萄藤生于这株葡萄藤。不仅如此,凡依自然制作某物的每一事物,都是依照其自身之中的本性,即依照其自身之中以某种方式被推动的原因、始基与潜能而[制作]的。因为凡自身之中具有运动之始基的那些事物,就其作为确定的某物而言,而非偶性地,乃是依自然存在的并具有本性。而马也确实是依照其自身之中的这种始基来制作马的。

语法注4 条
  1. 1.87ἐπὶ τούτοις δεδειγμένοις

    介词 ἐπί 与中性复数与格完成时被动分词(τούτοις δεδειγμένοις)连用,意为“在这些已被证明的事实之上/基于这些证明”。它概括了前述分词从句(Ζητήσας... καὶ δείξας ὅτι...)的内容,引向主句动词 διαβάλλει。

  2. 1.87οὐδὲν γὰρ τούτων ὧν μετέχει τὸ μετέχον σημαίνουσιν οἱ ἐπὶ τῶν ἰδεῶν τῷ μετέχειν χρώμενοι

    主语是带冠词分词短语 οἱ ἐπὶ τῶν ἰδεῶν τῷ μετέχειν χρώμενοι(在理念问题上使用‘分有’的人们),主句动词是 σημαίνουσιν,直接宾语是 οὐδὲν τούτων(这些事物中的任何一个)。关系代词 ὧν 以 τούτων 为先行词,在其从句中作 μετέχει 的属格宾语。

  3. 1.88ἐκείνοις ἃς ἰδέας λέγεσθαι

    关系代词 ἃς 为阴性宾格复数,受其从句内名词 ἰδέας 的性数吸引(逆吸引),先行词则为与格的 ἐκείνοις。与不定词 λέγεσθαι(替代直陈式或用于间接引语)连用,表示“彼等所称之为理念的那些事物”。

  4. 1.88ἕκαστον τῶν κατὰ φύσιν τι ποιούντων κατὰ τὴν ἐν αὑτῷ φύσιν

    句法上,主句动词(ποιεῖ)承前省略。需补充理解为:“依自然制作某物的每一事物,也是依照其自身之中的本性[制作的]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:101.11-103.22