- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:95.3-97.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》991a8中提出理念对永恒或生灭的感觉事物在运动、认识和存在上皆无所助益的反驳,亚历山大梳理了该反驳的论证结构,并阐释了理念绝不可能作为内在元素或混合物而构成事物存在之因。
" Πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις, τί ποτε συμβάλλεται τὰ εἴδη ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν." Διὰ τῶν νῦν λεγομένων δεικνύοιτο ἂν τὸ ἀρχόμενον αὐτὸν τῆς πρὸς τὰς ἰδέας ἀντιλογίας καλῶς εἰπεῖν τὸ “πρῶτον μὲν ζητοῦντες τῶνδε τῶν ὄντων λαβεῖν τὰς αἰτίας ἕτερα τούτοις ἴσα τὸν ἀριθμὸν ἐκόμισαν.” εἰ γὰρ μηδὲν τὰ τιθέμενα ὑπ’ αὐτῶν τούτοις περὶ ὧν ἐζήτουν συμβάλλεται, ὡς νῦν δείκνυται, οὐδὲν ἄλλο ἐποίησαν ἢ ἰσάριθμα ἕτερα τοῖς ζητουμένοις προσέθεσαν ὡς μᾶλλον ἐπιστήμην ἕξοντες τῶν ὄντων, εἰ πλείω καὶ διπλάσια εἶναι ὑποτεθείη. ἔστι δὲ τὸ διαπορούμενον ὑπ’ αὐτοῦ νῦν, τίνος αἴτια αἱ ἰδέαι τούτοις ὧν εἶναι ἰδέαι λέγονται. τὸ δὲ ἢ τοῖς ἀϊδίοις τῶν αἰσθητῶν ἢ τοῖς γινομένοις καὶ φθειρομένοις εἴρηκεν, ἐπεὶ καὶ τῶν θείων σωμάτων ἦσαν ἰδέαι αὐτοῖς, οἷον ἡλίου σελήνης καὶ τῶν ἄστρων· ἐποίουν γὰρ καὶ τούτων ἰδέας καὶ τοῦ οὐρανοῦ παντός. διὰ τοῦτο γὰρ εἶπε καὶ πρὸ ὀλίγου “τῶν τε ἄλλων ἐστὶν ἓν ἐπὶ πολλῶν καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις”. ταῦτα οὖν λέγει ἀΐδια μὲν αἰσθητὰ δέ, γινόμενα δὲ καὶ φθειρόμενα τὰ ἐνταῦθα. τί οὖν αἱ ἰδέαι συμβάλλονται τῶν φύσει ὄντων ἢ τοῖς θείοις ἢ τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἀπορεῖ. καὶ πρῶτον μὲν, ὃ ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις (τὰ μὲν γὰρ θεῖα τὴν ἐγκύκλιον κίνησιν ἀεὶ καὶ συνεχῶς κινεῖται, τὰ δὲ ἐν γενέσει καὶ κατὰ πάσας μεταβάλλει τὰς μεταβολὰς κατὰ τὴν αὑτῶν φύσιν), ὅτι δὴ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι, οὔτε εἰς γένεσιν οὔτε εἰς κίνησίν τινα ὅλως, δείκνυσι·1 στάσεως γὰρ μᾶλλον ἂν αἱ ἰδέαι αἴτιαι εἶεν τοῖς οὖσιν ἢ κινήσεως, οὖσαί γε ἀκίνητοι κατ’ αὐτούς· ὥστε οὐδ’ ἂν ποιητικὸν αἴτιον αἱ ἰδέαι εἶεν. δεύτερον δὲ ὅτι οὐδ’ εἰς ἐπιστήμην τῶν ἐνταῦθα καὶ γνῶσιν τῶν παρὰ τὰς ἰδέας αἱ ἰδέαι συντελοῦσί τι λέγει. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γίνεται γνῶσιν· κατὰ τοῦτο γὰρ καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· αἱ ἰδέαι δὲ οὔτε εἴδη εἰσὶ τῶν ἐνταῦθα, οὔτε τὴν γνῶσιν αὐτῶν κατὰ τὴν τῶν εἰδῶν γνῶσιν εἶναι τῷ τὸ εἶδος τῶν ἐνταῦθα, καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτοῖς τοῖσδέ τισι, φέρε εἰπεῖν ἀνθρώποις ἢ ἵπποις ἢ κυσί, τὴν ἰδέαν εἶναι.2 εἰ γὰρ ἦν εἴδη τῶν ἐνταῦθα ἐκεῖνα καὶ οὐσία (οὐσία γὰρ κυρίως ἑκάστου τὸ εἶδος καθ’ ὃ ἔστιν αὐτῷ τὸ εἶναι, κατὰ τοῦτο δὲ καὶ γνωστὸν ἕκαστον), ἦν ἂν ἐν τούτοις· ἑκάστου γὰρ ἡ οὐσία καὶ τὸ εἶδος ἐν τούτῳ ἐστὶν οὗ ἐστιν οὐσία· οὐκ εἰσὶ δὲ ἐν τοῖς ἐνταῦθα, εἴ γε εἰσὶ καθ’ αὑτὰς κεχωρισμέναι. ἀλλ’ οὐδὲ εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ τι. δείξας ὅτι μήτε κινήσεως μήτε μεταβολῆς ὅλως τὰ εἴδη αἴτια τοῖς πρὸς αὐτὰ λεγομένοις οἷόν τε εἶναι, μήτε ἐπιστήμης τε καὶ γνώσεως, διὰ τὸ μὴ ἐνυπάρχειν αὐτοῖς, τούτῳ προσχρώμενος ἐφεξῆς τοῖς προειρημένοις δι’ ὧν λέγει δείκνυσιν ὅτι μηδὲ εἰς τὸ εἶναι τὰ εἴδη αὐτοῖς συντελεῖ τι. τὰ μὲν γὰρ εἰς τὸ εἶναι συντελοῦντα ἐνυπάρχει τοῖς βοηθουμένοις εἰς τοῦτο ὑπ’ αὐτῶν ἢ ὕλη ὄντα ἢ εἴδη αὐτῶν, τὰ δὲ εἴδη οὐκ ἐνυπάρχει τούτοις ἀλλ’ ἐστὶν αὐτῶν κεχωρισμένα. εἰπὼν δὲ μὴ δύνασθαι εἰς τὸ εἶναι συντελεῖν τὰ εἴδη τοῖς συνεστῶσι φύσει διὰ τὸ μὴ ἐνυπάρχειν αὐτοῖς (λέγοι δ’ ἂν νῦν συντέλειαν εἰς τὸ εἶναι, ἣν ὡς τὰ στοιχεῖα ἑκάστοις, ὧν ἐστι στοιχεῖα, συντελεῖν λέγεται· ὡς γὰρ ἐνυπάρχοντα ταῦτα συντελεῖ, οὕτω καὶ ἡ ὕλη καὶ τὸ εἶδος· ὅτι γὰρ μὴ ὡς ποιητικά, ἔδειξε διὰ τοῦ μὴ δύνασθαι ἐκεῖνα τούτοις αἴτια κινήσεώς τινος ἢ μεταβολῆς εἶναι), ἐφεξῆς λέγει πῶς τὰ μεμιγμένα ἔν τισιν αἴτια ἐκείνοις ἐστὶ τοῦ τοιούτοις αὐτοῖς εἶναι, δεικνὺς ὅτι εὐλόγως κεῖται τὸ κεχωρίσθαι αὐτὰ τῶν τῇδε. εἰ γὰρ ἦν τῷ μεμῖχθαι τούτοις αἴτια αὐτοῖς τοῦ εἶναι, οὕτως ἂν ἦν ὡς εἰ τὸ λευκὸν λέγοιτο αἴτιον εἶναι τῷ λευκῷ σώματι τοῦ λευκῷ εἶναι διὰ τὸ μεμῖχθαι αὐτῷ ὥς τις φύσις καθ’ αὑτὴν εἶναι δυναμένη· οὕτω γὰρ ἂν ἦν τὸ λευκὸν τῷ μεμῖχθαι αἴτιον τοῦ λευκοῖς εἶναι οἷς μέμικται.
“然而在所有疑难中,人们最当感到困惑的是:诸形式究竟对感觉事物中的永恒者贡献了什么……” 通过现在所说的这些话可以表明,他[亚里士多德]在开始对诸理念提出反驳时说得很好:“首先,他们寻求把握此处存在的这些事物的诸原因,却引进了与这些事物在数目上相等的另一些事物。”因为,如果正如现在所表明的那样,他们所设定的事物对他们所探求的这些事物毫无助益,那么他们除了给所探求的事物添加了数目相等的另一些事物之外什么也没做,就好像假定存在着更多甚至两倍的事物,他们就会对存在的事物拥有更多知识似的。而现在由他所探讨的疑难是:对于那些它们被称为其理念的事物而言,诸理念究竟是什么的原因?他说“抑或是对感觉事物中的永恒者,抑或是对生成与消灭者”,是因为在他们看来神圣物体(如太阳、月亮和群星)也有诸理念;因为他们确实也为这些[天体]以及整个天空设立了诸理念。正因如此,他不久前也曾说过:“对于其他事物,无论对于这些事物还是对于永恒事物,都存在着多之上的一。”因此,他称这些[天体]为永恒而可感的事物,而将此处的[地上]事物称为生成与消灭的事物。于是他探讨:诸理念对按本性存在的事物,无论是对神圣事物还是对处于生成与消灭之中的事物,究竟贡献了什么?首先,关于对自然物体而言最为固有的运动(因为神圣事物总是且连续地作圆周运动,而处于生成之中的事物则依其自身本性发生各种变化),他指明诸理念对于物体在这一点上毫无贡献,既不贡献于生成,也根本不贡献于任何运动;因为在他们看来诸理念既然是不动的,它们对存在的事物而言宁可说是静止的原因而非运动的原因;因此诸理念甚至不可能是动力因。其次,他说诸理念对于此处事物的科学知识以及对于诸理念之外事物的认识也毫无贡献。因为每一事物的认识是依照其形式的认识而产生的(因为每一事物的本质也是依此而定的);但诸理念既不是此处事物的形式,关于它们的认识也不是由于此处事物的形式(即它们赖以作为这些特定事物如人、马或狗而存在者)就是理念而依照诸形式的认识。因为,如果那些[理念]是此处事物的形式与实体(因为严格而言每一事物的实体就是它赖以存在的形式,且每一事物也是依此而是可知的),它们就应当在这些事物之中;因为每一事物的实体与形式都在它作为其实体的那一事物之中;但既然它们是自存分离的,它们就不在这些事物之中。但是,它们对于它们的存在也毫无贡献。在指明了诸形式对于关联于它们而被称谓的事物既不可能构成运动的原因,也不可能构成一般变化的原因,又由于不内在存在于它们之中而不可能构成科学知识与认识的原因之后,他接着将这一点[不内在性]附加上述论据,通过他所说的表明:诸形式对于它们的存在也同样毫无贡献。因为,贡献于存在的事物,乃是作为质料或作为它们的形式而内在存在于由它们在这方面所资助的事物之中的,而诸形式并不内在存在于这些事物之中,反而与它们相分离。在他指明诸形式由于不内在存在于按本性构成的事物之中而不能对其存在有所贡献之后(他现在所说的对存在的贡献,当是指如元素之于由其构成的每一事物所被说的贡献;因为这些作为内在之物而贡献,质料与形式亦是如此;因为他已通过那些[理念]不可能成为这些事物的任何运动或变化的原因,证明了它们不是作为动力因起作用的),他紧接着说明了混合在某些事物之中的东西如何构成它们具有如此性质的原因,表明将它们与此处事物分离开来是合乎道理的假定。因为,如果它们是由于与这些事物相混合而成为它们存在的原因,那就如同说白作为某种能够自存的本性,通过与白色物体相混合而成为该物体之所以为白的原因一样;因为这样一来,白就会通过被混合而成为被其混合的事物之为白的原因。
- 1.85καὶ πρῶτον μὲν, ὃ ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις ... ὅτι δὴ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι ... δείκνυσι
该句的主干结构为 δείκνυσι ὅτι...(“他指明……”)。开头的名词短语 ἡ κίνησις 与关系从句 ὃ ἐστιν οἰκειότατον... 同格,起到悬空主格(nominativus pendens)的作用,先行提出议题,随后在 ὅτι 从句中由代词短语 εἰς τοῦτο(“在此点上 / 对此”)所承接。
- 1.85τῷ τὸ εἶδος τῶν ἐνταῦθα, καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτοῖς τοῖσδέ τισι, φέρε εἰπεῖν ἀνθρώποις ἢ ἵπποις ἢ κυσί, τὴν ἰδέαν εἶναι
与格冠词 τῷ 使不定式从句 τὸ εἶδος ... τὴν ἰδέαν εἶναι 名词化,表示理由或根据。它接续前文的否定表达 οὔτε ... εἶναι(“也不是……”),阐明被否定的理由,即“并非由于此处事物的形式(……)就是理念”。
