← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§92.29-95.2

关于理念与分有者之种的二难反驳

亚历山大注解了《形而上学》991a2中基于二难推理的论驳(理念与分有者的种相同或不相同),论述了若相同则会导致“第三人”的无穷后退,若不相同则分有关系沦为单纯的同名异义而失去原因的效力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Καὶ εἰ μὲν τὸ αὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων." Ἐκ διαιρέσεως ἡ ἐπιχείρησις, καὶ ἐκ διαιρέσεως ἀντιφατικῶς διῃρημένης.1 ἤτοι γὰρ ταὐτὸν εἶδος καὶ ὁ λόγος τῶν τε ἰδεῶν καὶ τῶν μετεχόντων αὐτῶν, ἢ οὐ τὸ αὐτό. εἰ μὲν οὖν τὸ αὐτό, ὥσπερ ἐπὶ τοῖς μετέχουσιν, οὖσιν ὁμοειδέσιν, ἔστι τι κοινόν, οὕτω καὶ ἐπὶ τούτοις καὶ τῇ ἰδέᾳ ἀφ’ ἧς ταῦτα, κοινόν τι ἔσται κατηγορούμενον· ὁμοειδὴς γὰρ κἀκείνη τούτοις. εἰ δὲ τοῦτο, ἔσται αὐτῶν τὸ κοινῶς κατηγορούμενον ἰδέα, καὶ οὕτως ἰδέα ἂν ἰδέας εἴη, καὶ τοῦτο εἰς ἄπειρον ἂν προΐοι. ἔστι δὲ τὸ νῦν λεγόμενον ὑπ’ αὐτοῦ, ὃ ἐξηγούμενοι τὸν τρίτον ἄνθρωπον δεύτερον ἐθήκαμεν. δείξας ὅτι τὰ μὲν τῶν ἰδεῶν μετέχοντα οὐ κατὰ συμβεβηκὸς αὐτῶν μεθέξει, εἴ γε τὸ εἶναί τε αὐτοῖς ὅλως καὶ τοῖσδέ τισι διὰ τὸ μετέχειν ἐκείνων, ἐπήνεγκε τοῦτο ὡς ἴσον ὂν τῷ εἰ μὲν οὖν, ὡς δέδεικται, τὸ αὐτὸ εἶδος τῶν τε ἰδεῶν καὶ τῶν μετεχόντων, ἔσται τι κοινὸν ἐπί τε τῇ ἰδέᾳ ἑκάστῃ καὶ τοῖς πρὸς ἑκάστην αὐτῶν οὖσιν· οὕτως δὲ ὁμοειδῆ ὄντα τὰ τῇδε ἐκείνοις, ἐπεὶ οὐσίαι ἐκεῖναι, οὐσίαι καὶ τὰ πρὸς αὐτὰ ἔσται· οὕτω δὲ μόνων ἂν εἶεν τῶν οὐσιῶν ἰδέαι. εἰ δὲ μή, καὶ οὕτως ἐρεῖ τὸ ἑπόμενον ἄτοπον. τὸ δὲ τί γὰρ μᾶλλον ἐπὶ τῶν φθαρτῶν δυάδων, καὶ τῶν δυάδων τῶν πολλῶν μὲν ἀϊδίων δέ, τὸ δυὰς εἶναι ἓν καὶ ταὐτόν, ἢ ἐπὶ ταύτης καὶ τῆς τινός; τοῦτο κατασκευαστικὸν τοῦ ἔσεσθαί τι κοινὸν τῶν τε ἰδεῶν καὶ τῶν πρὸς αὐτάς. εἰ γὰρ τῷ ὁμοειδεῖς εἶναι τὰς ἐν τοῖς αἰσθητοῖς καὶ φθαρτοῖς δυάδας ταῖς δυάσι ταῖς ἀφθάρτοις, καθ’ ἃς τὰ αἰσθητὰ ἀριθμοῦμεν (αὗται δ’ ἂν εἶεν αἱ μαθηματικαί, ἔλεγον γὰρ μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν τὰ μαθηματικὰ ἀΐδια μὲν ὄντα, πλείω δὲ ὅμοια ἀλλήλοις), εἰ δὲ τούτων ἓν καὶ ταὐτὸν ἡ δυὰς κατηγορεῖται, οὐδὲν φυλασσομένων ἡμῶν περὶ τὸ τὴν μὲν ἀΐδιον εἶναι τὴν δὲ μὴ ἀΐδιον, ἀλλ’ ἐπεὶ ὁμοειδεῖς εἰσι καθὸ δυάδες, τὸ κατὰ μετουσίαν τῆς αὐτοδυάδος ἑκατέρᾳ δυάδι τὸ εἶναι κατηγορούντων ἡμῶν κοινῶς κατὰ πάντων αὐτῶν ὁμοίως τὴν δυάδα, οὐδὲν ἔλαττον καὶ ἐπὶ τῆς αὐτῆς ἰδέας τῆς αὐτοδυάδος καὶ τῶν τινῶν δυάδων τῶν ἀπ’ ἐκείνης τὸ εἶναι ἐχόντων κοινῶς τὸ δυὰς κατηγορηθήσεται,2 διότι εἰσὶν ὁμοειδεῖς. εἰ δὲ μὴ εἶεν τὰ πρὸς τὰς ἰδέας μηδὲ κατὰ τὴν οὐσίαν αὐταῖς ὡμοιωμένα καὶ τὸ εἶδος, ὁμώνυμα ἂν εἴη ταῦτα ταῖς ἰδέαις. εἰ δὲ τοῦτο, τί μᾶλλον ἰδέα τις εἴη [ἰδέα] τῶν ὁμωνύμων αὐτῇ αἰτία τοῦ εἶναι ἢ ἄλλων τινῶν, εἴ γε μὴ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ὁμοιοῦται ταῦτα αὐτῇ τὰ ὁμωνύμως αὐτῇ λεγόμενα; ὁμοίως γὰρ ἕξει ὡς εἴ τις καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον μηδὲν ὅμοιον ἔχοντα ἀλλήλοις καθὸ ἄνθρωποι. καὶ καθόλου πῶς ἂν λέγοιτο μετέχειν αὐτὰ ἐκείνων μὴ ἔχοντα μηδεμίαν κοινωνίαν κατὰ τὴν οὐσίαν πρὸς αὐτά; καὶ εἴη ἂν τοῦτο ἴσον τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν;” εἰ γὰρ λέγοιμεν ὡς τὰς εἰκόνας ὁμωνύμως τοῖς ἀφ’ ὧν γεγόνασιν εἶναι, οὕτως καὶ τὰ τῇδε ταῖς ἰδέαις, κατὰ τί ἐροῦσιν ὡμοιῶσθαι ταῦτα ἐκείνοις, εἰ μὴ κατὰ τὴν οὐσίαν; πότερον κατὰ σχῆμα καὶ χρῶμα εἰκόνες; ἀλλ’ οὐδὲν ἐκείνοις τοιοῦτον. ἀλλὰ κατὰ τὸ ἀίδιον ἢ τὸ ἀσώματον ἢ τὸ ἀκίνητον ταύταις ὡμοίωνται; ἀλλ’ ἀδύνατον. οὕτως τ’ ἐξετάζοντες εὑρήσομεν κατ’ οὐδὲν ἢ κατὰ τὴν οὐσίαν. καὶ γὰρ εἰ μὲν κατά τι τῶν ἄλλων τῶν συμβεβηκότων αὐταῖς μετεῖχεν αὐτῶν τὰ μετέχοντα, κατά τι τούτων ἂν μετεῖχεν ἃ κοινὰ ταῖς ἰδέαις ἐστὶ [δὴ] πρὸς ἄλληλα, οἷον τὸ ἀίδιον, τὸ ἀσώματον, τὸ ἀκίνητον. ἀλλὰ κατά τι τῶν κοινῶν εἰ μετεῖχε, τί δήποτε τῶν μετεχόντων τὸ μὲν ἄνθρωπός ἐστι τὸ δὲ ἵππος τὸ δὲ δυάς; μὴ καθὸ ταῦτά ἐστιν ἢ καὶ ἐκεῖνα μετέχοντα αὐτῶν, ἀλλὰ διὰ τί τῶν κοινῶς αὐτοῖς ὑπαρχόντων;3

“而如果一方面,诸理念与分有者们的种是相同的……” 这一论驳是从划分出发的,并且是从矛盾对立的划分出发的。因为诸理念与分有它们的事物的种及定义,要么是相同的,要么是不相同的。因此,如果一方面是相同的,正如在同种的分有者们那里存在着某种共同之物一样,在这些[分有者]与它们据以产生的理念那里,也将有某种共同之物被述谓;因为那个[理念]与这些也是同种的。而若如此,在它们之上被共同述谓之物就将是一个理念,这样就会有理念的理念,而这将走向无穷。而他现在所说的,正是我们在解释“第三人”论证时列为第二条的那条论据。在指明了分有诸理念的事物绝不会偶性地分有它们(既然它们根本上的存在以及作为这些特定事物的存在都是由于分有那些[理念])之后,他[亚里士多德]补充了这一条,其等同于说:如果正如所表明的那样,诸理念与分有者们的种是相同的,那么在每个理念与关联于它们每一个而存在的事物之上,就都将存在某种共同之物;而既然此处的事物与那些事物以这种方式同种,且那些事物是实体,那么关联于它们的事物也将是实体;而以这种方式,就将只有实体的理念了。但如果不是相同的,他也同样会说明随之而来的荒谬。“因为凭什么说‘作为二’在消灭的二者以及多数但永恒的二者那里是一且相同的,而在这个[理念的]二与特定的二那里却不然呢?”这一句是用来确立在诸理念与关联于它们的事物之上将存在某种共同之物的。因为,如果由于感觉和消灭事物中的二者与我们据以数算感觉事物的不可消灭的二者(这些当是数学的二者,因为他们曾说数学对象介于感觉事物与诸理念之间,是永恒的,但彼此相似且多数的)同种,如果对这些事物,“二”被作为一且相同之物来述谓——我们在它们一个是永恒的而另一个不是永恒的这一点上不做任何保留,而是既然它们作为二者是同种的,我们就因每一二者通过分有“二自身”而获得存在,而在它们所有事物之上同样且共同地述谓“二”——那么同样地,在“二自身”这个理念本身与从它获得存在的各个个别的二者之上,“二”也绝不少地将被共同述谓,因为它们是同种的。但另一方面,如果关联于诸理念的事物甚至在实体和种上都不与它们相似,这些事物就将与诸理念同名异义。而若如此,假使这些与它同名而被称呼的事物在实体和种上并不与它相似,凭什么某个理念对与它同名异义的事物来说比对任何其他事物更有理由是存在的因呢?因为这就像有人把卡利亚斯和木头都称为“人”,而它们就作为人而言彼此毫无相似之处一样。并且一般而言,当它们与那些[理念]在实体上没有任何共同性时,又怎能说它们分有那些[理念]呢?而这也等同于不久前所说的那句:“否则,声称在这些事物之外有某种东西,即多之上的一,又有什么意义呢?”因为,如果我们说如同画像对于产生它们的事物是同名异义的,此处的事物对于诸理念也是如此,那么如果不依据实体,他们将说这些事物是依据什么而与那些事物相似呢?难道是依据形状和颜色而作为肖像吗?但那些事物并没有任何这类性质。抑或是依据永恒、无形体或不动而与它们相似呢?但这绝不可能。而这样考察下去,我们将发现除了依据实体之外并不依据任何东西。因为,如果分有者们是依据属于它们[诸理念]的其他偶性中的某一个而分有它们,它们就将依据诸理念彼此之间共同具有的那些属性中的某一个而分有,例如永恒、无形体、不动。但如果分有是依据某种共同属性,分有者中又凭什么一个是人,另一个是马,另一个是二呢?如果不是依据它们是这些事物,或者那些[理念]也分有它们,那么是由于共同属于它们的属性中的哪一个呢?

语法注3 条
  1. 1.84Ἐκ διαιρέσεως ἡ ἐπιχείρησις, καὶ ἐκ διαιρέσεως ἀντιφατικῶς διῃρημένης.

    省略系词 ἐστί 的无动词句。指出该论证基于穷尽性的矛盾划分(ἤτοι... ἤ...)。

  2. 1.84εἰ γὰρ τῷ ὁμοειδεῖς εἶναι ... εἰ δὲ τούτων ... οὐδὲν ἔλαττον καὶ ἐπὶ τῆς αὐτῆς ἰδέας ... κατηγορηθήσεται

    长篇破格句(anacoluthon)。在句首的条件句 εἰ γὰρ τῷ ὁμοειδεῖς εἶναι 以及关于数学对象的插入说明之后,条件结构实质上由 εἰ δὲ τούτων 重新接续,而主节则由后面的 οὐδὲν ἔλαττον ... κατηγορηθήσεται 充当。εἰ δὲ 中的 δέ 在此起复述、接续作用,而非转折。

  3. 1.84μὴ καθὸ ταῦτά ἐστιν ἢ καὶ ἐκεῖνα μετέχοντα αὐτῶν, ἀλλὰ διὰ τί τῶν κοινῶς αὐτοῖς ὑπαρχόντων;

    承接前文疑问句(τί δήποτε... ἐστι)而省略主要动词的省略句。μὴ καθὸ ... 意为“如果不是就……而言”,与后文的 ἀλλὰ διὰ τί τῶν κοινῶς αὐτοῖς ὑπαρχόντων;(“那么是由于共同属性中的哪一个[导致它们是人、马等]?”)构成对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:92.29-95.2