← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§91.21-92.28

理念单纯性的破灭与思想对象说的驳斥

亚历山大论证道,如果事物的分有是依据实体的,那么在诸理念之间也必然产生种的差异(如有理性与无理性)及对立关系,从而损害理念的单纯性。进而,他反驳了将理念视为思想对象的观点,指出这将导致相反者无法被同时思想以及诸本原丧失其实体性等困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.83#2

οὐ γὰρ ἔσται τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῶν πρὸς αὐτὸ γεγονότων λεγόμενον κατὰ συμβεβηκός (οὕτω γὰρ πάντα πάντων μετέχειν δύναται)· καὶ οὐκ ἔστι τὸ κατὰ συμβεβηκὸς μετέχον τινὸς οὔτε κυρίως ἐκείνου μετέχον, οὔτε τὸ εἶναι ἔχον ἀπ’ ἐκείνου καθὸ ἐκεῖνό ἐστιν, οὔτε ὡμοιωμένον αὐτῷ. ἢ δύναται τὸ ἢ τί ἔσται τὸ εἶναι φάναι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν εἰρῆσθαι ὡς ἑπόμενον τῷ ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ·1 εἰ γὰρ μὴ τοῦτο, τί ἐστι τὸ λεγόμενον ὑπ’ αὐτῶν τὸ εἶναί τι παρὰ αὐτὰ τὰ αἰσθητὰ τὸ ἓν ἐπὶ πολλῶν κατηγορούμενον; ὡς γὰρ τῆς αὐτῆς φύσεως δηλουμένης ὑπό τε τοῦ ἑνὸς ἐπὶ πολλῶν καὶ τῶν πολλῶν, καθ’ ὧν τὸ ἕν, οὕτω λέγεται. δεδειγμένου δὲ τούτου προσθείη ἄν τις τούτῳ τὸ εἰ κατὰ τὴν οὐσίαν τὰ ἐνθάδε τῶν ἰδεῶν μετέχει, διαφέρει δὲ τὰ ἐνθάδε, ἤτοι καὶ ἐν ταῖς ἰδέαις, πρὸς ἃς τὰ διαφέροντά ἐστιν, αἱ αὐταί εἰσι διαφοραί, ἢ ἀνάλογον ταύταις. παρὰ γὰρ ἐκείνων τὰ ἐνταῦθα τὸ εἶναι ἔχοντα, παρ’ ἐκείνων ἕξει τὸ διαφέρειν, ἐπεὶ κατ’ οὐσίαν αὐτοῖς ἡ διαφορά, ἣν παρ’ ἐκείνων ἔχουσι. διὰ τοῦτο γὰρ ἄλλη ἰδέα ἄλλου εἴδους ἐστὶ παρεκτική, ἐπεὶ οὐδὲν ἐκώλυεν ἂν μίαν αὐτῶν πάντων. ὥστε ἑκάστη ἰδέα ἤτοι κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ἡ αὐτὴ ἔσται τοῖς πρὸς αὐτὴν γιγνομένοις, ἢ πάντως γε δύναμίν τινα ἕξει τοῦ ἡ μὲν τοῦδε ἡ δὲ τοῦδε τινος ποιητικὴ εἶναι καὶ παρεκτική, καθ’ ὃ καὶ αἱ διαφοραὶ τοῖς πρὸς αὐτὰς τὸ εἶναι ἔχουσιν. ἔσται δὲ ἡ τοιαύτη καὶ ἐν ἐκείναις διαφορά, ἥτις καὶ τοῖς ἐνθάδε τοῖς διαφέρουσιν ἀλλήλων, ἢ ἀνάλογόν γε. ἔστι δὲ τῶν ἐνταῦθα τὸ μὲν ζῷον λογικὸν τὸ δὲ ζῷον ἄλογον, καὶ ἔστιν ἑκατέρου τῶν ἰδίων τούτων ἰδέα παρεκτική· καὶ ἐν ἐκείναις ἄρα ἔστι τὸ λογικόν τε καὶ ἄλογον ἢ ἀνάλογόν τι τούτοις, καθ’ ἃ ἡ μὲν τοῦ λογικοῦ ἡ δὲ τοῦ ἀλόγου ἐστὶ παρεκτική. καὶ ὃν λόγον ἔχει πρὸς ἄλληλα τὰ πρὸς ἐκείνας καὶ ἀπ’ ἐκείνων τὸ εἶναι ἔχοντα, τοῦτον κἀκεῖνα πρὸς ἃ ταῦτα γέγονε, τὸ λογικὸν καὶ ἄλογον, ἤτοι ἐναντία, ἢ τὸ μὲν ἕξις τὸ δὲ στέρησις. ἔστιν ἄρα καὶ ἐν ταῖς ἰδέαις θάτερον τούτων. εἰ δὲ τοῦτο, πῶς ἁπλαῖ ἔτι; ἔτι δέ, εἰ ἔστι νοήματα, ὥσπερ φασί τινες, καὶ ἐν τῷ νοεῖσθαι ἰδέαις ἡ ὑπόστασις, πῶς ἅμα ὁ νοῶν αὐτὰς νοήσει; ἀδύνατον γὰρ ἅμα τὰ ἐναντία νοεῖν ἢ τὰ ἀντικείμενα, ὅπου γε οὐδὲ ἁπλῶς πλείω.2 εἰ δὲ παρὰ μέρος νοοῦνται, ὠκύμοροι, οὐκ ἀΐδιοι· ὅτε γὰρ μὴ νοοῦνται, οὐκ ἔσονται, εἴ γε τὸ εἶναι αὐτῶν ἐν τῷ νοεῖσθαι. τὰ γὰρ τῇ αὐτῇ φύσει ἀδύνατα πᾶσίν ἐστιν ἀδύνατα, ὥσπερ ἀδύνατον ἦν τὸ τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ, ὁμοίως πανταχοῦ καὶ παρὰ πᾶσίν ἐστι τοιοῦτον· καὶ γὰρ καὶ παρὰ τοῖς θεοῖς. ἔτι εἰ νοήματα, οὐκ οὐσίαι, καὶ ἔσονται αἱ ἀρχαὶ οὐκ οὐσίαι. ἔτι πῶς πρὸς μὴ οὐσίαν οὐσία γίνεται; ὡς γὰρ ἄτοπον τὸ πρὸς οὐσίαν γινόμενον μὴ εἶναι οὐσίαν, οὕτως ἄτοπον καὶ τὸ πρὸς μὴ οὐσίαν οὐσίαν γίνεσθαι.

因为“多之上的一”绝不会就与其相关联而生成的事物偶性地被述说(因为若如此,一切事物就都能够分有一切事物了);并且,偶性地分有某物者,既非本义地分有它,亦非就它是那个事物而言从它获得存在,亦非变得与它相似。或者,“否则,声称在这些事物之外有某种东西,即多之上的一,又有什么意义呢?”这句话也可以解释为是紧随“而这些语词在此处和在彼处都表示实体”而说的;因为若非如此,他们所说的在感觉事物自身之外存在着某种被述谓于多之上的单一之物,究竟是什么意思呢?因为这是由于同一个本性既被多之上的一所显明,也被这一者〔被述谓〕于其上的多数事物所显明,才这样说的。既然这一点已被指明,人们还可以在此之上补充说:如果此处的事物依据实体分有诸理念,而此处的事物彼此相异,那么要么在与这些相异之物相关联的诸理念中也存在同样的差异,要么存在与这些差异相类比的差异。因为此处的事物既然从那些[理念]获得存在,它们也将从那些[理念]获得相异,因为它们的差异乃是依据它们从那些[理念]所具有的实体的。正因为这个缘故,不同的理念才产生不同的种,否则就没有什么能妨碍所有这些[种只有]一个[理念]了。因此,每一个理念要么在实体和种上与关联于它而生成的事物相同,要么无论如何都必定具有某种能力,使其一是产生并赋予这一个的,另一是产生并赋予那一个的,依此,差异也属于那些关联于它们而具有存在的事物。而在那些[理念]中也同样将存在这样的差异,即此处彼此相异的事物所具有的差异,或者至少是类比的差异。而在本处的事物中,一种动物是有理性的,另一种动物是无理性的,并且有分别产生这些特有属性中每一个的理念;因此在那些[理念]中也存在理性和无理性,或者与这些相类比的某种东西,依据它们,一者产生有理性的事物,另一者产生无理性的事物。并且,关联于那些[理念]并从那些[理念]获得存在的事物彼此具有怎样的关系,这些事物据以生成的那些东西,即理性和无理性,彼此也具有怎样的关系,它们要么是相反者,要么一者是状态而另一者是匮乏。因此,在诸理念中也必定存在这两者之一。但若如此,它们又怎能还是单纯的呢?再者,如果如同某些人所说,它们是思想对象,且诸理念的实存就在于被思想,那么思想者又如何能同时思想它们呢?因为同时思想相反者或对立者是不可能的,既然连单纯地同时思想多数事物都是不可能的。但如果它们是轮流被思想的,它们就是短命的,而非永恒的;因为当它们不被思想时,它们就将不存在,只要它们的存在就在于被思想。因为就同一本性而言不可能的事物对一切而言都是不可能的,正如对角线与边可通约是不可能的,并且在任何地方、在一切〔存在者〕那里都是同样如此的;因为即使在神明那里也是如此。再者,如果是思想对象,它们就不是实体,而本原就将不是实体。再者,实体如何能关联于非实体而生成呢?因为正如关联于实体生成者不是实体是荒谬的,关联于非实体生成实体同样也是荒谬的。

语法注2 条
  1. 1.83ὡς ἑπόμενον τῷ ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ

    ὡς 标明解释的视角,中性单数分词 ἑπόμενον 作名词化的引文 τὸ ἢ τί ἔσται ... ἐπὶ πολλῶν 的谓词性修饰语(“作为紧随……而来的”)。与格短语 τῷ ταῦτα δὲ... 是 ἑπόμενον 所要求的补足语,借由中性冠词 τῷ 将前文亚里士多德的原句(“ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ”)名词化。

  2. 1.83ὅπου γε οὐδὲ ἁπλῶς πλείω

    连词 ὅπου(γε)引导一个表对照或让步/理屈的反问从句(“既然……”,“何况在……的情况下”),承前省略了不定式短语 νοεῖν(或 ἀδύνατόν ἐστι νοεῖν)。它表达了更进一层的论证关系:“既然连单纯地[思想]多数事物都是不可能的,那么同时思想相反者就更不可能了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:91.21-92.28