- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:90.3-91.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》990b30,论述对形相的分有必须就其自身而言而非作为底层(偶性)来分有,并借由“二”与“永恒”的例子,阐明何以必然得出唯有实体的形相存在的结论。
" Ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν, ᾗ μὴ καθ’ ὑποκειμένου λέγεται.1" Τουτέστιν ἀλλὰ δεῖ ταύτῃ ἑκάστου τῶν εἰδῶν τὰ πρὸς αὐτὰ τὸ εἶναι ἔχοντα μετέχειν, ἢ μὴ ἐν ὑποκειμένῳ τι καὶ αὐτὸ ἔχει, τουτέστιν ἢ μὴ κατὰ συμβεβηκὸς καὶ ἀπὸ συμβεβηκότος τινὸς αὐτῷ λέγεται. τῷ γὰρ καθ’ ὑποκειμένου νῦν ἀντὶ συμβεβηκότος κέχρηται. καθ’ αὑτὸ οὖν, φησί, τὰ πρὸς τὰς ἰδέας ὄντα τε καὶ γινόμενα καὶ δι’ αὐτὰς ὄντα μεθέξει αὐτῶν, οὐκέτ’ ἂν συμβεβηκότος τινὸς αὐτοῖς. οὕτως δὲ οὐσίαι τὰ πρὸς τὰς ἰδέας ὄντα εἶεν, τῶν οὐσιῶν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς μετέχοντα. παρέθετο δὲ τοῦ κατὰ συμβεβηκὸς παράδειγμα· ἡ γὰρ δυὰς ἡ κατὰ μετουσίαν τῆς δυάδος οὖσα δυάς, εἰ ἀϊδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκὸς ἀϊδίου, ἐπεὶ ἀϊδίου ἡ δυὰς μετέχουσα δυάς ἐστιν· οὐκέτι δὲ κατὰ συμβεβηκὸς δυάδος, ἐπεὶ ὁμοίως ἂν ἦν δυὰς ὡς καὶ ἀΐδιος· οὐκ ἐκείνῃ δὲ τῇ δυάδι τὸ εἶναι δυάδι ἐν τῷ ἀϊδίῳ αὐτῇ εἶναι, ἀλλ’ ἦν τοῦτο συμβεβηκὸς αὐτῇ. διὸ εἰ καὶ ἀϊδίου τι μετέχον δυάδος λέγοιτο μετέχειν, κατὰ συμβεβηκὸς ἂν μετέχοι δυάδος. ἐπεὶ τοίνυν δυάδος μὲν καθ’ αὑτὸ μετέχει, ἀϊδίου δὲ κατὰ συμβεβηκός, δυὰς μέν ἐστι καὶ κατὰ τοῦτο ὁμοία ἐκείνῃ, ἀΐδιος δὲ οὔ· οὐ γὰρ ὅμοια τὰ κατὰ συμβεβηκὸς μετέχοντά τινων ἐκείνοις ὧν οὕτω μετέχει. εἰ τοίνυν τὰ ἐνταῦθα ὅμοια ταῖς ἰδέαις, οὐ κατὰ συμβεβηκὸς αὐτῶν ἀλλὰ καθ’ αὑτὸ μετέχει· τὸ δὲ οὐσίας καθ’ αὑτὸ μετέχον οὐσία.2 τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι κατὰ τὸ ἀκόλουθον αὐτοῖς καὶ τὸ ἀναγκαῖον, εἴ γε οὐσίαι μὲν ἐκεῖναι, τὰ δὲ τῶν οὐσιῶν μετέχοντα καθ’ αὑτὸ οὐσίαι· τὰ γὰρ αὐτὰ ἐνθάδε οὐσίαν σημαίνει καὶ ἐπὶ τῶν ἀιδίων, οἷον ἄνθρωπος ἐνταῦθα οὐσία κἀκεῖ, τὸ θερμὸν ποιὸν καὶ ἐνταῦθα κἀκεῖ. οὗ ὄντος ὑγιοῦς, τῶν παρ’ ἡμῖν οὐσιῶν μόνων ἀκολουθήσει λέγειν αὐτοῖς ἰδέας εἶναι, εἰ αἱ ἰδέαι οὐσίαι. γράφεται ἔν τισιν “ἀλλὰ δεῖ ταύτῃ ἑκάστου μετέχειν, ᾗ καθ’ ὑποκειμένου λέγεται”. καὶ εἴη ἂν λέγων διὰ ταύτης τῆς γραφῆς τὸ δεῖν τὰ μετέχοντα τῆς ἰδέας καθ’ αὑτὸ μετέχειν αὐτῆς, καὶ κατὰ τοῦτο καθ’ ὑποκειμένων αὐτῶν κατηγορηθήσεται. ὥστε εἰ μὲν τῆς δυάδος ὁ λόγος ἐφαρμόζει τῷ μετέχειν δυάδος λεγομένῳ, δυάδος μετέχειν, εἰ δὲ μὴ δυάδος ἀλλ’ ἀιδίου ὁ λόγος ἐφαρμόζει τῷ μετασχόντι, ἐκείνου μετέχειν. τὸ δὲ ὥστε ἔσται οὐσία τὰ εἴδη εἶπεν ἀντὶ τοῦ ὥστε εἰ ἔσται τὰ εἴδη, οὐσία· ἢ ὥστε ἔσται μόνη οὐσίᾳ τὰ εἴδη· τοῦτο γὰρ κεῖται. ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ. οὐ γὰρ δὴ εἰ ἡ παρ’ ἡμῖν ποιότης ἐν ἐκείνοις ἐστὶν οὐσία, δεήσει τῶν οὐσιῶν τῶν ἐνταῦθα μόνων ἰδέας εἶναι λέγειν· οὐ γὰρ δὴ οἷόν τε ἐκείνων οὐσιῶν οὐσῶν, τῶν πρὸς αὐτὰς γιγνομένων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ ἄλλο τι. ταῦτα γὰρ ἐνταῦθά τε οὐσίαν σημαίνει κἀκεῖ. ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα, τὸ ἓν ἐπὶ πολλῶν; εἰ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς μετέχει τὰ ἐνταῦθα τῶν ἰδεῶν, τί, φησί, σημαίνει αὐτοῖς τὸ λέγειν εἶναί τι παρὰ ταῦτα, τουτέστι τὰ αἰσθητά, τοῦτο ὃ ἓν ὂν ἐπὶ πολλῶν λέγεται καὶ ἔστιν ἓν πολλῶν τῶν ἐνταῦθα παράδειγμα;
“然而必须就每一形相并非就底层而言被述说这一方面,来分有每一形相。” 也就是说,与诸形相相关联而具有存在的事物,必须就各形相并非自身也在底层中具有某物这一方面来分有它们,换言之,即既非依据偶性、亦非根据属于它的某种偶性而被述说的那一方面[来分有]。因为他现在把“就底层而言[被述说]”用作“偶性”的替代。因此他说,与诸理念相关联而存在、生成并因它们而存在的事物,将就其自身而言分有它们,而不再[分有]属于它们的某种偶性。这样,与诸理念相关联的事物就将是实体,因为它们是就自身而言而非偶性地分有诸实体。他并举出了一个偶性的例子:通过分有二重性而成为二的那个二,即使它分有了永恒者,也是偶性地分有了永恒者,因为分有永恒者的那个二是二;但它绝不再是偶性地[分有]二重性,否则它作为二就将正如它是永恒的那样了;然而对那个二而言,作为二的存在并不在于其永恒存在,而是这属于它的偶性。因此,即使分有永恒者的某种事物被说成分有二重性,它也是偶性地分有二重性。既然它就自身而言分有二重性,而偶性地分有永恒者,所以它是二,并在此方面与那个[理念之二]相似,但它不是永恒的;因为偶性地分有某些事物者,并不相似于它们以此种方式所分有的那些事物。因此,如果此地的事物相似于诸理念,它们就不是偶性地、而是就自身而言分有它们;而就自身而言分有实体者乃是实体。因此,顺从他们的见解并依据必然性,将只能有实体的理念,只要那些[形相]是实体,而就自身而言分有实体的事物亦是实体;因为同样的语词在此处和在永恒者上都表示实体,例如“人”在此处和在彼处都是实体,“热”在此处和在彼处都是性质。若这一前提健全,如果诸理念是实体,那么从他们的主张中将必然得出唯有我们身边的实体才有理念。在某些手抄本中写着:“然而必须就每一形相就底层而言被述说这一方面,来分有每一形相。”通过这种异文,他[亚里士多德]所说的可能是:分有理念的事物必须就其自身而言分有它,并且依据这一点它将被述谓于作为底层的它们。因此,如果二重性的定义适用于被说成分有二重性之物,它就分有二重性;但如果适于分有者的不是二重性的定义而是永恒者的定义,它就分有那个[永恒者]。而[亚里士多德]说“因此形相将是实体”,是用来替代“因此如果形相存在,它们就是实体”,或者替代“因此形相将唯独是实体”;因为这正是预设的前提。而这些语词在此处和在彼处都表示实体。因为如果我们这里的性质在那些[形相]中是实体,就决不必主张唯有此处的实体才有理念;因为决不可能在那些[形相]是实体的情况下,与它们相关联而生成的事物中有些是实体,而另一些则是别的某种东西。因为这些语词在此处和彼处都表示实体。“否则,声称在这些事物之外有某种东西,即多之上的一,又有什么意义呢?”他说,如果此处的事物不是就自身而言、而是偶性地分有诸理念,那么对他们而言,说在这些事物、即感觉事物之外存在着某种东西,即那作为多之上的一被述说、并且是此处多数事物的单一范型的这同一个东西,究竟意味着什么呢?
- 1.83ᾗ μὴ καθ’ ὑποκειμένου λέγεται
针对亚里士多德正文中“并非就底层而言被述说”这一表述,亚历山大将 καθ’ ὑποκειμένου 理解为 συμβεβηκός(偶性/在底层中之物)的代用词,而非如《范畴篇》中那样指称第二实体(属和种)。后文提及的无 μὴ 的异文(“ᾗ καθ’ ὑποκειμένου λέγεται”),则被理解为形相作为本质述谓于底层。
- 1.83τὸ δὲ ὥστε ἔσται οὐσία τὰ εἴδη εἶπεν ἀντὶ τοῦ ὥστε εἰ ἔσται τὰ εἴδη, οὐσία
关于亚里士多德正文“因此形相将是实体(ὥστε ἔσται οὐσία τὰ εἴδη)”的句法,亚历山大提出了两种补充省略含义的读法:(1) 补出条件从句,“因此如果形相存在,它们就是实体(ὥστε εἰ ἔσται τὰ εἴδη, [ἔσται] οὐσία)”;(2) 补出限制修饰词,“因此形相将唯独是实体(ὥστε ἔσται μόνη οὐσία τὰ εἴδη)”。所有译文均统一反映了这一替换结构的并列逻辑。
