← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§88.3-90.2

非实体理念与仅由实体分有的矛盾

亚历山大注解《形而上学》990b22,指出虽然确立理念的各项论证(如来自知识和多上一者的论证)必然导致非实体及偶性也有理念,但他们关于分有的学说却必然要求理念仅能属于实体,从而陷入自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.82

" Ἔτι κατὰ μὲν τὴν ὑπόληψιν, καθ’ ἣν εἶναί φαμεν τὰς ἰδέας." Ἐκ μὲν τῶν κατασκευαζόντων, φησί, λόγων τὰς ἰδέας ἕπεται αὐτοῖς τὸ μὴ μόνον τῶν οὐσιῶν λέγειν ἰδέας εἶναι ἀλλὰ καὶ ἄλλων πολλῶν, ὡς δέδεικται διὰ τῶν προειρημένων. ὅ τε γὰρ ἀπὸ τοῦ νοεῖσθαί τι κοινὸν ἐπὶ πλείοσι, νοεῖσθαι δὲ καὶ μηκέτι ὄντων τῶν καθ’ ἕκαστα, τῶν φθαρτῶν * * * μόνων οὔσας ἰδέας δείκνυσιν. ἀλλὰ καὶ οἱ ἀπὸ τῶν ἐπιστημῶν ὁμοίως οὐκ οὐσιῶν μόνον ἰδέας δεικνύουσιν ἀλλὰ καὶ ἑτέρων πολλῶν· οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν μόνων τὸ νοεῖσθαι ἔτι, φθειρομένων τούτων ὧν κατηγορεῖται, ἀλλὰ καὶ ἐπὶ ποιῶν καὶ ἐπὶ ποσῶν καὶ ἐφ’ ἑκάστου τούτων τῶν ὄντων, οὔτε ἐπιστῆμαι οὐσιῶν εἰσι μόνων. ἀλλὰ καὶ εἰ τῶν ἀρετῶν εἰσιν ἰδέαι, οὐ μόνον τῶν οὐσιῶν εἶεν ἄν· αἱ γὰρ ἀρεταὶ οὐκ οὐσίαι. τὸ δὲ καὶ ἄλλα μυρία συμβαίνει εἰπεῖν, ἐπεὶ1 καὶ ἄλλοι τινές εἰσι λόγοι δεικνύναι βουλόμενοι τὰς ἰδέας, ἐξ ὧν συμβαίνει μὴ μόνων τῶν οὐσιῶν τὰ εἴδη λέγειν. ὅ τε γὰρ ἀπὸ τοῦ κατηγορεῖσθαι ἓν ἐπὶ πολλῶν, ὃ ταὐτὸν πᾶσι διαφέρουσιν ἀλλήλων ὑπάρχει καὶ ἄλλο ὂν ἑκάστου αὐτῶν,2 οὐκ οὐσιῶν μόνον τὰς ἰδέας λέγει· τὸ γὰρ ἓν ἐπὶ πολλῶν κατηγορεῖσθαι οὐκ ἐν οὐσίᾳ μόνον ἀλλὰ καὶ ἐπὶ τῶν συμβεβηκότων. καὶ ὁ τῶν τεταγμένως γινομένων αἰτίαν λέγων τὸ πρὸς ἑστὼς γίνεσθαί τι παράδειγμα, τοῦτο δὲ τὴν ἰδέαν εἶναι, οὐκ ἐπὶ οὐσιῶν μόνον. ἀλλὰ καὶ ὁ ἀπὸ τοῦ ὅ τι ἂν ἀληθεύωμεν λέγοντες, τοῦτο ὑπάρχειν λέγων (συμφωνίας δὲ λέγοντες εἶναι πέντε ἢ τρεῖς καὶ ἁρμονίας τρεῖς ἀληθεύομεν, εἰσὶν ἄρα καὶ τοσαῦται· ἀλλὰ μὴν τῶν ἐνταῦθα ὁ ἀριθμὸς ἄπειρος, ἕτερα ἄττα ἄρα ἔστιν ἀΐδια καθ’ ἃ ἀληθεύομεν), καὶ οὗτος δὴ οὐκ οὐσιῶν μόνων. εἰσὶ δὲ καὶ ἄλλοι πλείους τοιοῦτοι λόγοι. κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον ταῖς δόξαις ταῖς περὶ αὐτῶν, καθ’ ἃς μεθεκτὰ λέγουσι τὰ εἴδη, μόνων τῶν οὐσιῶν αὐτοῖς ἰδέαι ἔσονται. εἰ γὰρ κατ’ αὐτοὺς αἴτιαι τοῖς πρὸς αὐτὰς οὖσι τοῦ εἶναι, καὶ τῷ μετέχειν αὐτῶν τὰ πρὸς αὐτὰς ὄντα τὸ εἶναι ἔχει, δῆλον ὡς οὐ κατὰ συμβεβηκὸς μετέχοιντο καὶ εἶεν αἴτια τοῖς πρὸς αὐτὰς καὶ δι’ αὐτὰς οὖσιν, ἀλλὰ καθ’ αὑτὸ καθό εἰσιν αὗται. κατὰ συμβεβηκὸς δὲ λέγοιτ’ ἂν μετέχειν τινῶν τὰ μὴ καθὸ τοῖς μετεχομένοις τὸ εἶναί ἐστι, κατὰ τοῦτο μετέχοντα αὐτῶν. οὐδὲ αἱ κατὰ συμβεβηκὸς μετεχόμεναι τὸ εἶναι ἂν τοῖς πρὸς αὐτὰς οὖσι παρέχοιεν· οὐ γὰρ τὸ συμβεβηκότος τινὸς τῷ ἀνθρώπῳ μετασχὸν ἄνθρωπος, ἀλλὰ τὸ ἀνθρώπου καθὸ ἄνθρωπος. εἰσὶ δὲ οὐσίαι (οὐ γὰρ δὴ τὰς ἀρχὰς οὐκ οὐσίας ἐροῦσιν· ἔσται γὰρ οὕτως μὴ οὐσία οὐσίας πρώτη)· καὶ οἷς ἄρα τῇ αὐτῶν μετασχέσει αἰτίαι αὗται τοῦ εἶναι καὶ ταῦτα ἀνάγκη οὐσίας εἶναι.3 τῶν οὐσιῶν ἄρα μόνον ἔσονται ἰδέαι αὐτοῖς. εἰ γὰρ καὶ τῶν οὐκ οὐσιῶν ἰδέαι, οἷον τῶν συμβεβηκότων, πρῶτον μὲν διὰ τί οὐ πάντων τῶν συμβεβηκότων ἀλλὰ τῶν μὲν τῶν δὲ οὔ; ἔτι ἤτοι οὐσίαι ἔσονται αὖ αἱ τῶν συμβεβηκότων ἰδέαι, ἢ οὔ. εἰ μὲν μὴ οὐσίαι, ἔσονται αἱ ἰδέαι οὐκ οὐσίαι ἀρχαὶ οὖσαι· λέγουσι δὲ αὐτὰς οὐσίας. ἔτι ἄτοπον μὴ πάσας τὰς ἰδέας τῆς αὐτῆς εἶναι φύσεως μάλιστα. καὶ εἴ τις λέγοι νοήματα αὐτὰς εἶναι ἢ οὐσίας, πῶς τῶν μετεχόντων οὐσιῶν καθ’ αὑτὸ τὰ μὲν οὐσίαι γίνονται καὶ εἰσί, τὰ δὲ οὐκ οὐσίαι;

“再者,根据我们赖以主张理念存在的假定。” 他说,从确立理念的诸论证中得出的结论是,他们不得不主张不仅有实体的理念,而且还有许多其他事物的理念,正如通过前述各点所表明的那样。因为基于把某种共同之物思考于多数事物之上、且在各个个别事物不再存在时仍然能够被思考的论证,表明了理念不仅属于消灭之物[……不仅属于实体]。而且基于诸知识的论证同样表明不仅有实体的理念,也有许多其他事物的理念;因为在它述谓于其上的那些事物消灭之后仍然能够被思考,这不仅适用于实体,而且也适用于性质、数量以及这些存在者中的每一类,诸知识也同样不仅关乎实体。此外,如果存在诸美德的理念,它们也不会仅属于实体;因为诸美德并不是实体。而[亚里士多德]之所以说“还有无数类似的结果产生”,是因为还有其他一些旨在表明理念的论证,从这些论证中也同样得出形相不仅属于实体的结论。因为基于一者述谓于多者(这同一者属于所有彼此相异之物,并且不同于它们之中的每一者)的论证,并不主张理念仅属于实体;因为一者述谓于多者不仅发生在实体中,也发生在偶性中。而主张依序生成之物的原因在于参照一个既定范型而生成、且该范型就是理念的论证,也同样不仅适用于实体。再者,基于凡我们说出而为真者皆存在这一主张的论证(当我们说协和音有五种或三种、音阶有三种时是在说真话,因此它们确实有这么多;然而此处的数量是无限的,因此必存在着另一些我们赖以说真话的永恒之物),这个论证显然也不仅关乎实体。并且还有更多这样的论证。但是,按照必然性以及顺从关于它们[理念]的见解(依据这些见解,他们主张形相是可分有的),对他们而言将只能有实体的理念。因为依他们之见,如果它们[形相]是与它们相关联的存在者之所以存在的原因,且与它们相关联的存在者是通过分有它们而具有存在,那么显而易见,它们绝不会是偶性地被分有,也不会对与它们相关联并因它们而存在的事物作为[偶性的]原因,而是就其自身而言、就这些[形相]自身所是而言[作为原因和被分有]。而如果某些事物并非就所分有之物之所是在何种方面而言分有它们,这些事物就会被说成是偶性地分有它们。偶性地被分有之物也不会向与它们相关联的存在者提供存在;因为分有了属于人的某种偶性之物并不是人,只有就人作为人而言[分有]人自身之物才是人。而且[形相]是实体(因为他们决不会说诸原理不是实体;否则非实体就会先于实体了);因此,这些[形相]通过被分有而作为其存在之原因的那些事物,也必然是实体。因此,对他们而言,理念将仅仅是实体的理念。因为如果也有非实体的理念,例如偶性的理念,首先,为什么不是所有偶性都有,而是某些有而某些没有?再者,偶性的理念反过来要么是实体,要么不是。如果不是实体,理念作为原理就将不是实体;然而他们却主张它们是实体。再者,并非所有的理念都尤其同属同一种本性,这是荒谬的。如果有人说它们是思想对象或者是实体,那么在就其自身而言分有实体的事物中,何以有些生成为实体且是实体,而另一些却不是实体呢?

语法注3 条
  1. 1.82τὸ δὲ καὶ ἄλλα μυρία συμβαίνει εἰπεῖν, ἐπεὶ

    带有定冠词的不定式短语 τὸ ... εἰπεῖν(指亚里士多德在 990b26–27 中所说“还有无数类似的结果产生”)作全句的主语,后接由 ἐπεί 引导的从句以解释其做出该论述的原因,构成说明性句式。

  2. 1.82τὰ μὴ καθὸ τοῖς μετεχομένοις τὸ εἶναί ἐστι, κατὰ τοῦτο μετέχοντα αὐτῶν

    此句包含超语序(hyperbaton)结构。主语是 τὰ ... μετέχοντα αὐτῶν(分有它们的事物),否定副词短语 μὴ κατὰ τοῦτο καθὸ τοῖς μετεχομένοις τὸ εἶναί ἐστι(并非就所分有之物的存在本质而言)修饰分词 μετέχοντα。

  3. 1.82καὶ οἷς ἄρα τῇ αὐτῶν μετασχέσει αἰτίαι αὗται τοῦ εἶναι καὶ ταῦτα ἀνάγκη οὐσίας εἶναι

    关系代词与格 οἷς(对它们而言)置于句首,随后被不定式从句的主语 καὶ ταῦτα(这些事物也)所复指(resumption)。其基本句式骨架为:这些[形相]因其被分有而作为其存在之原因的那些事物(οἷς ... αἰτίαι),它们本身也必然是实体(καὶ ταῦτα ἀνάγκη οὐσίας εἶναι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:88.3-90.2