← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§9.17-11.2

基于共通概念的智者与智慧的六项特征

亚历山大阐释了亚里士多德依托人们共通的预概念来确立智慧定义的探究方法,并指出论及智者与智慧的六项特征最终都归结于认识第一本原和普遍原因之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἃς ἔχομεν περὶ τοῦ σοφοῦ." Ἐν πᾶσιν ἔθος ἀεὶ Ἀριστοτέλει ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώπων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι, βεβαιοῦντι τὸ εἶναι τὴν γνῶσιν καὶ τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώποις1 καὶ διὰ τοῦ ταύτας τὰς ἀρχὰς φύσει ἡμῖν δεδόσθαι· αὗται γάρ εἰσιν αἱ κοιναὶ ἔννοιαι. οὕτως καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκε περὶ τόπου ζητῶν, ὁμοίως δὲ καὶ περὶ χρόνου, σχεδὸν δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων προβλημάτων τῇ ὁδῷ ταύτῃ κέχρηται. τοῦτο οὖν καὶ νῦν ποιεῖ· ζητῶν γὰρ περὶ ποίας ἀρχάς ἐστιν ἡ σοφία, καὶ τί ἔργον τοῦ σοφοῦ, καὶ τίς ὅλως ὁ σοφός, τὰς κοινὰς καὶ φυσικὰς ἐννοίας ἃς ἔχομεν περὶ τῶν σοφῶν ἐκτίθεται, ἵνα ταύταις τὰ ἀκόλουθα ζητοῦντες συμφώνως λαμβάνωμέν τε καὶ τιθῶμεν. ἔστι δὲ ἃ ἡ κοινὴ πρόληψις τῷ σοφῷ καὶ τῇ σοφίᾳ ὑπάρχειν τίθησιν, ὡς φησι, τό τε πάντα ἐπίστασθαι κοινῇ καὶ καθόλου, καὶ περὶ πάντων δύνασθαι διαλαμβάνειν περιληπτικῶς καὶ μὴ ὡς ὁ καθ’ ἑκάστην ἐπιστήμην ἢ τέχνην σοφός· τοὺς γὰρ οὕτως εἰδότας οὐ σοφοὺς ἔτι ἀλλὰ τεχνίτας καὶ ἐπιστήμονας ἐκείνου περὶ οὗ λέγουσιν οὕτως ὑπολαμβάνουσιν. ἔτι δὲ οὐδὲ οἷόν τε πάντα τινὰ ἐπίστασθαι ἄλλως ἢ ὡς εἴρηται· διὸ προσέθηκε τὸ ὡς ἐνδέχεται. ἀλλὰ καὶ τὸν τὰ περιττὰ καὶ χαλεπὰ καὶ μὴ ῥᾴδια γνωσθῆναι εἰδότα, τοῦτον σοφόν φασιν· τοὺς γὰρ τὰ κοινὰ καὶ ῥᾴδια εἰδότας οὔ φασι σοφούς. διὸ οὐδὲ τὴν αἴσθησιν σοφίαν λέγουσιν, οὔτε σοφοὺς τοὺς αἰσθανομένους καθὸ αἰσθάνονται· κοινὴ γὰρ καὶ ῥᾳδία ἡ αἰσθητικὴ γνῶσις. ἔτι τε τὸν ἀκριβῆ καὶ περιττὸν περὶ ἕκαστον τῶν νοουμένων καὶ ἀναμάρτητον σοφὸν λέγουσιν. ἀλλὰ καὶ τὸν διδασκαλικώτερον τῶν αἰτίων, τουτέστι τὸν τὴν διδασκαλίαν διὰ τῆς τῶν αἰτίων παραδόσεως ποιούμενον, μᾶλλον σοφὸν λέγουσι τῶν μὴ οὕτως διδασκόντων. καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι τὴν αὐτῆς τῆς γνώσεως τῆς κατὰ τὴν ἐπιστήμην ἕνεκα μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην, ἀλλὰ μὴ διά τινα ἀποβαίνοντα, καὶ σοφοὺς αὖ δηλονότι τοὺς τὴν τοιαύτην ἐπιστήμην ἔχοντας· τοὺς γὰρ τὰ διὰ τὴν γνῶσιν αὐτὴν αἱρετὰ εἰδότας, ἀλλ’ οὐκ ἄλλων τινῶν ἀποβαινόντων χάριν. τὸ δὲ ἔτι τὸν ἀκριβέστερον καὶ διδασκαλικώτερον τῶν αἰτίων οὐχ ὡς ἑνὸς ἀκούειν δεῖ, ἀλλὰ δύο·2 διαφέρει γὰρ ταῦτά γε ἀλλήλων. καὶ οὕτως γίνεται τὰ τιθέμενα ἕξ. ἔτι τοὺς τὰ ἀρχικώτερα καὶ ἐπιστατικώτερα εἰδότας τῶν τὰ ὑποτεταγμένα εἰδότων μᾶλλον λέγουσι σοφούς, καὶ σοφίαν τῶν ἐπιστημῶν τὴν ἀρχικωτέραν τε καὶ ἀρχιτεκτονικωτέραν τῆς ὑπηρετούσης. ταῦτα δὴ λαβὼν ὡς κατὰ τὰς κοινὰς ὑπολήψεις δοξαζόμενα περὶ τοὺς σοφούς, κατὰ ταῦτα πειρᾶται ἕκαστον αὐτῶν προσάγειν τῷ τὰς πρώτας καὶ τὰς καθόλου αἰτίας εἰδότι, δεικνὺς διὰ τούτων ὃ φθάσας εἶπον, τὸ ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· καθόλου τε γὰρ μάλιστα καὶ κοινῶς περὶ πάντων οὗτος ἐπίσταται ὁ τὰς πρώτας ἀρχὰς εἰδώς· ὡς γὰρ ὁ τάς τινων ἀρχὰς εἰδὼς καθολικήν τινα γνῶσιν ἐκείνων ἔχει, οὕτως καὶ ὁ τὰς πάντων εἰδὼς ἀρχὰς καθολικὴν ἄν τινα γνῶσιν ἁπάντων ἔχοι.

“如果有人采纳我们关于智者所抱有的设想,”在一切问题中,亚里士多德总是有这样的习惯:利用人们共通而自然的预概念作为他所证明之事的本原,由此证实认识与对科学的欲求对人而言是合乎本性的,且[之所以如此]是由于这些本原是本性赋予我们的;因为这些就是共通概念。在《物理学》中探求位置时他也是如此做的,关于时间同样如此,并且他在几乎所有其他问题上也运用了这一路径。因此他现在所做的也是这同一件事;因为在探求智慧关涉何种本原、智者的功用为何、以及总体而言何为智者时,他陈述了我们关于智者所抱有的共通且自然的观念,以便我们在探求这些观念的推论时,能够协调一致地接受并确立它们。而正如他所说,共通的预概念认为智者和智慧所具备的特征如下:其一,是在共通和普遍的意义上知晓一切事物,并能够综合地而非像各门具体科学或技术中的智者那样去把握一切;因为人们认为以那种[具体]方式知晓事物的人不再是智者,而是技术工人和精通其如此谈论之领域的人。此外,任何人除了像所说的那样之外,也不可能知晓一切事物;因此他补充了“在可能范围内”这一句。而且,人们把知晓那些殊异、艰难且不易为人所知之事的人称为智者;因为知晓共通且容易之事的人,人们并不称其为智者。因此他们既不把感觉称为智慧,也不把感知者在其感知的限度内称为智者;因为感觉的认知是共通且容易的。此外,他们把在每一个被思及的对象上都精确、卓越且不犯错误的人称为智者。而且,关于原因更具传授能力的人——即通过传授原因来进行教学的人——人们也称其比不如此教学的人更有智慧。在各门科学中,人们把为了属于科学的认知本身而探求并选取它们〔即认识对象〕、而非因某些附带结果而选取的那门科学称为智慧;而所谓智者,显然就是拥有这种科学的人;因为他们知晓的是因认知本身而值得选取的事物,而非为了其他某些附带结果。至于“此外,在原因上更精确且更具传授能力的人”这句,不应当将其理解为一个特征,而应当理解为两个;因为这两者至少是彼此不同的。这样一来,所确立的特征就成了六个。此外,比起知晓从属事物的人,人们更把知晓支配性且更具指导性事物的人称为智者;在各门科学中,人们也把比从属服务的科学更具支配性且更具架构性的科学称为智慧。在把这些作为关于智者的共通设想所公认的特征接受下来之后,他试图根据这些特征把它们中的每一项都引向知晓第一且普遍原因的人,借此表明我前面说过的话:即所有人都认为所谓的智慧是关涉第一原因和本原的。因为知晓第一本原的人,最普遍且共通地知晓一切事物;正如知晓某些事物的本原的人具有对那些事物的某种普遍知识一样,知晓一切事物的本原的人也会具有对一切事物的某种普遍知识。

语法注2 条
  1. 1.9βεβαιοῦντι τὸ εἶναι τὴν γνῶσιν καὶ τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώποις

    与格分词 βεβαιοῦντι 与前文 ἔθος Ἀριστοτέλει 中的与格 Ἀριστοτέλει 一致,说明亚里士多德运用这些预概念时的伴随动作或意图(“证实……”)。随后的 διὰ τοῦ ταύτας τὰς ἀρχὰς φύσει ἡμῖν δεδόσθαι 是介词 διά 支配带冠词的不定词结构,解释了前述“认识与对科学的欲求合乎人的本性”之所以成立的理由或根据(即“凭借这些本原在自然上已赋予我们”)。

  2. 1.9τὸ δὲ ἔτι τὸν ἀκριβέστερον καὶ διδασκαλικώτερον τῶν αἰτίων οὐχ ὡς ἑνὸς ἀκούειν δεῖ, ἀλλὰ δύο

    短语 τὸ δὲ ἔτι τὸν ἀκριβέστερον καὶ διδασκαλικώτερον τῶν αἰτίων 是用冠词 τό 将亚里士多德的原句(982a13)名词化后的引用成分,作为非人称句 δεῖ... ἀκούειν 的受词。ἀκούειν 在此意为“理解”、“解读”,而 ὡς ἑνὸς / ἀλλὰ δύο 则指应当将其理解为两个特征(属格 ἑνός / δύο 承前省略了如 σημείου 等名词)而非单一特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:9.17-11.2