← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§8.6-9.16

智慧定义的总结与原因探求的过渡

亚历山大注解了亚里士多德对前文论述意图的总结(即确立智慧是对第一原因的认知),以及随后转入探讨所探求的最高科学究竟关涉何种原因和本原的新任务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Ὧν οὖν ἕνεκα ποιούμεθα τὸν λόγον." Αὐτὸς διὰ τούτων σαφῶς τήν τε πρόθεσιν τῶν λεγομένων καὶ ὧν χάριν εἴρηται τὰ εἰρημένα λέγει· ὑπὲρ γὰρ τοῦ δεῖξαι ὅτι πᾶσι δοκεῖ τὰς θεωρητικὰς τέχνας τῶν πρακτικῶν τιμιωτέρας εἶναι καὶ τὴν σοφίαν τῶν πρώτων ἀρχῶν εἶναι γνωστικήν· ὃ ἐδείξαμεν δείξαντες αὐτοὺς ἀεὶ μᾶλλον τὸ τῆς σοφίας κατηγοροῦντας ὄνομα κατὰ τῶν εἰδότων μᾶλλον. σοφωτέρα γὰρ τῆς μὲν αἰσθήσεως ἡ ἐμπειρία διὰ τὸ ἤδη λογική τις εἶναι γνῶσις (λογικὴ γὰρ ἡ τοῦ καθόλου περίληψις), ἡ δὲ τέχνη τῆς ἐμπειρίας, ὅτι αὕτη ἤδη καὶ τῆς αἰτίας ἐστὶ γνωστική. ἡ γὰρ τοῦ ὁμοίου θεωρία κατὰ τὴν τῆς αἰτίας γνῶσιν γίγνεται. χειροτέχνου τε γὰρ ὁ ἀρχιτέκτων,1 ἀντὶ τοῦ τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων. αἱ δὲ θεωρητικαὶ τῶν ποιητικῶν, ὅτι οὐ πρὸς χρῆσιν ἀλλὰ πρὸς διαγωγὴν αὗται καὶ αὐτῆς χάριν τῆς γνώσεως.

“因此,我们进行这番论述的目的,[在于……]”他本人通过这些话清楚地指出了所说内容的意图,以及前述内容是为何而说的;因为这是为了表明,所有人都认为理论技术比实践技术更为尊贵,且智慧是认知第一本原的。这一点我们已经论证过,即通过指出他们总是更多地把智慧之名述归于知之更多的人。因为经验比感觉更有智慧,是因为它已经是一种理性的认知(因为对普遍者的涵括就是理性的),而技术比经验更有智慧,是因为技术本身已经具有对原因的认知能力;因为对相似者的观照是按照对原因的认知而发生的。因为建造大师[比]手工技工[更有智慧],这相当于说:建造大师[比]从事制作的技工[更有智慧]。而理论[科学比]创制[技术更有智慧],是因为它们不是为了实用,而是为了怡情退闲以及为了认知本身。

§1.8

"Ἐπεὶ δὲ ταύτην τὴν ἐπιστήμην ζητοῦμεν." Τουτέστιν ἐπειδὴ ἡ προκειμένη ἡμῖν πραγματεία ζήτησίς ἐστι ταύτης τῆς ἐπιστήμης, δεῖ ἰδεῖν περὶ ποῖά ἐστιν ἐπιστήμη ἡ ζητουμένη. ὅτι μὲν γὰρ περί τινας ἀρχάς ἐστι καὶ αἰτίας ἐπιστήμη, δῆλον ἐξ ὧν προείρηκε· πάντες γὰρ τὴν σοφίαν τῶν ἀρχῶν καὶ τῶν αἰτίων φασὶν εἶναι γνῶσιν, καὶ σοφὸς ὁ τούτων ἐπιστήμων. ἐπεὶ οὖν ἡ σοφία τῶν ἀρχῶν καὶ αἰτίων γνῶσίς ἐστι κατὰ τὴν κοινὴν περὶ αὐτῆς ἔννοιαν, τὰ δ’ αἴτια πολλαχῶς, εἰκότως πρῶτον ζητεῖ ποίων αἰτίων καὶ τίνων ἀρχῶν γνῶσίς ἐστιν ἡ σοφία περὶ ἧς πρόκειται λέγειν ἡμῖν. φθάνει μὲν οὖν εἰρηκέναι ὅτι τὴν ὀνομαζομένην σοφίαν περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχὰς ὑπολαμβάνουσι πάντες· ἐπεὶ δὲ τίνες αἱ πρῶται ἀρχαὶ καὶ τὰ πρῶτα αἴτια εὔδηλον,2 λαβὼν τὸ περὶ ἀρχὰς καὶ αἰτίας τὴν σοφίαν εἶναι ὡς ὁμολογούμενον, τὸ περὶ ποίας ζητήσει, καὶ ὅτι περὶ τὰς πρώτας δείξει. ἢ οὐδὲ ἐκεῖ ἔλαβεν αὐτὸ ὡς ἤδη ὁμολογούμενον, ἀλλ’ ὡς ὀφεῖλον δειχθῆναι· διὸ ἀναγκαίως καὶ τῆς τῶν αἰτίων διαιρέσεως μνημονεύει, ὅτι τετραχῶς τὰ αἴτια λέγεται. καὶ τὴν ἱστορίαν τῶν πρὸ αὐτοῦ τι περὶ αἰτιῶν εἰρηκότων παρατίθεται εὐλόγως, ἵν’ εἰ μὲν ὀρθῶς εὑρεθῇ τι τῶν εἰρημένων ὑπ’ ἐκείνων, ἀκολουθοίημεν αὐτῷ, εἰ δὲ μή, πλέον τι ζητοίημεν αὐτοί. χρὴ οὖν ἐκ τῆσδε τῆς πραγματείας ἀπαιτεῖν τὴν γνῶσιν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων· αὗται δ’ ἂν εἶεν τοῦ ὄντος οἷον ἀρχαί, δι’ ἃς τῶν ὄντων ἕκαστόν ἐστιν ὧν τὸ εἶναι κατηγοροῦμεν·3 τοιαῦται δὲ αἱ πρῶται καὶ κυριώταται οὐσίαι· αὗται μὲν γὰρ τῶν οὐσιῶν ἀρχαί, αἱ δὲ οὐσίαι τῶν ἄλλων ἁπάντων, ὡς δείξει. τήν τε οὖν τούτων γνῶσιν ἀπαιτεῖν χρὴ ἐκ τῆσδε τῆς πραγματείας, καὶ ἔτι ὅσα εἰς τὴν τούτων γνῶσιν συντελεῖ, εἰς ἃ καὶ ὁ πλεῖστος αὐτῷ λόγος ἀναλίσκεται· οὐ γὰρ οἷόν τε ἦν ἐκείνων γνῶσιν ἄλλως λαβεῖν, μὴ προκαταστήσαντα καὶ προεκκαθάραντα τὰ ἐμποδών.

“而既然我们正在探求这门科学,”这就是说,既然摆在我们面前的专论是对这门科学的探求,我们就必须考察所探求的科学是关涉何种事物的。因为从他前面所说的话中可以明显看出,它是关于某些本原和原因的科学;因为所有人都说智慧是本原与原因的知识,知晓这些的人就是智慧的。因此,既然根据关于智慧的共通观念,智慧是本原与原因的知识,而原因有多种涵义,那么他首先探求我们要论述的智慧是何种原因和何种本原的知识,就是合乎情理的了。固然,他已抢先说过,所有人都认为所谓的智慧是关于第一原因和本原的;但既然第一本原和第一原因究竟为何[并不明显],他在把智慧关涉本原和原因作为已公认的前提接受下来之后,就会探求它是关涉何种[原因]的,并将证明它是关涉第一原因的。或者说,即使在那里,他也并非将其作为已经公认的前提接受,而是作为应当被证明的;因此他也必然提及原因的划分,即原因以四种方式被表述。他合乎情理地罗列了在他之前曾谈论过原因的人的历史,以便如果在他们所说的内容中发现有正确之物,我们便可遵从之,若非如此,我们便可自己探求某种更进一步的东西。因此,应当要求从这部专论中获得第一本原和第一原因的知识;而这些将是存在的所谓本原,因它们之故,我们述归其存在的每一个存在者才得以存在。第一且最根本的实体就是如此性质的;因为正如他将证明的,这些是实体的本原,而实体是所有其他事物的本原。因此,不仅应当要求从这部专论中获得这些[第一实体]的知识,还应当要求获得有助于认识这些实体的一切,而他的大部分论述也正是耗费在这些事情上的;因为若不预先处置并扫清阻碍,便不可能以其他方式获得对那些事物的认知。

语法注3 条
  1. 1.7χειροτέχνου τε γὰρ ὁ ἀρχιτέκτων, ἀντὶ τοῦ τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων

    承接前文的比较结构(σοφωτέρα...),主语 ὁ ἀρχιτέκτων 处省略了谓语 σοφώτερός ἐστιν。短语 ἀντὶ τοῦ 依惯用法表示“代替……,即……之意”,注解者以此将 χειροτέχνης(手艺人)诠释为“从事创制的技工”。

  2. 1.8ἐπεὶ δὲ τίνες αἱ πρῶται ἀρχαὶ καὶ τὰ πρῶτα αἴτια εὔδηλον

    从上下文来看,由于第一本原和原因究竟为何“并不自明(οὐκ εὔδηλον)”,故而才需要探求,抄本中常被怀疑脱落了 οὐκ。若保留底本的 εὔδηλον,则应理解为让步(“即使是明显的……”)或作为作者自问自答的起点,紧接着由 ἢ οὐδὲ ἐκεῖ...(或者说,即使在那里……)来加以修正。

  3. 1.8δι’ ἃς τῶν ὄντων ἕκαστόν ἐστιν ὧν τὸ εἶναι κατηγοροῦμεν

    关系代词 ὧν 以 τῶν ὄντων 为先行词,其属格直接受 κατηγοροῦμεν(将[宾格]述归于[属格])支配,ἐστιν 表存在(“我们述归其存在的每一个存在者得以存在”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:8.6-9.16