- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:11.3-12.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德将智者的各项特征(全知、难知之事的把握、对第一原因的精确认识)归结于第一本原之学的论证,借助算术与几何学的对比进行说明,并通过辨析“第一之物”与《物理学》卷首作为整体的“普遍”之间的差异,论证了两处说法的融贯无歧。
" Τούτων δὲ τὸ μὲν ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν κατὰ πάντων ἐπιστήμην." Ἐλλείπει τῷ ἐπίστασθαι τὸ τὰ πάντα· τὸ γὰρ πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ὑπάρχει· τοῦτο γὰρ ἦν τὸ κείμενον. μάλιστα δὲ καθόλου ἐστὶν ἐπιστήμη ἡ περὶ τῶν ὄντων ᾗ ὄντα· κοινὸν γὰρ τὸ ὂν πᾶσι τοῖς ἐν ὑπάρξει. ἀλλὰ καὶ χαλεπώτατα μάλιστα τὰ καθόλου τῶν τῷ ἀνθρώπῳ γνωστῶν, τῷ πάμπολυ τῶν αἰσθήσεων ἀφεστάναι· ὃ ἦν δεύτερον τῶν τεθέντων δοξάζεσθαι περὶ τοῦ σοφοῦ· τὰ γὰρ τῶν ὄντων ἁπλούστατά τε καὶ πρῶτα πορρωτάτω τῶν αἰσθήσεων. τὸ δὲ τοῖς ἀνθρώποις προσέθηκε πρὸς ἀντιδιαστολὴν τῆς φύσεως· τῇ φύσει γὰρ ἐκεῖνα τῶν αἰσθητῶν γνωριμώτερα. ἀλλὰ καὶ ἀκριβεστάτη τῶν ἐπιστημῶν ἡ τῶν μάλιστα πρώτων γνῶσις· καὶ γὰρ τῶν ἄλλων ἐπιστημῶν ἀκριβέστεραι αἱ ἐκ τῶν πρώτων εἰσίν, εἴγε αἱ ἐξ ἐλαττόνων ἀκριβέστεραι· ἐξ ἐλαττόνων δὲ αἱ ἐγγυτέρω τῶν ἀρχῶν, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς εἴρηται· διὰ τοῦτο γὰρ καὶ κυριωτάτας καὶ μάλιστα ἀποδείξεις εἶπεν εἶναι τὰς ἐξ ἀμέσων τε καὶ πρώτων τῶν προτάσεων, δευτέρας δὲ τὰς διὰ τούτων δεικνυμένας. εἰ δ’ αἱ ἐγγυτέρω τῶν ἀρχῶν διὰ τὴν τῶν ἀρχῶν γνῶσιν ἀκριβέστεραι, δῆλον ὡς ἀκριβέσταται ἂν εἶεν αἱ τῶν ἀρχῶν αὐτῶν ἐπιστῆμαι, δι’ ἃς καὶ αἱ ἐγγὺς αὐτῶν ἀκριβέστεραι τῶν ἄλλων. ὅτι δὲ αἱ ἐξ ἐλαττόνων καὶ ἐγγυτέρω τῶν ἀρχῶν τῶν διὰ πλειόνων καὶ πορρωτέρω ἀκριβέστεραι,1 δέδεικται μέν, ὡς ἔφην, καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς (αἱ γὰρ δι’ ἐλαττόνων προτάσεων καὶ ἀμέσων ἀκριβέστεραι), καὶ νῦν δὲ ἐνεδείξατο παραθέμενος τὴν ἀριθμητικὴν καὶ τὴν γεωμετρίαν, ἧς διαφορά, ὅτι2 ἡ γεωμετρία μὲν περὶ τὰ θέσιν ἔχοντα (τὸ γὰρ σημεῖον καὶ ἡ γραμμὴ καὶ τὰ ἄλλα περὶ ἃ ὁ γεωμέτρης, θέσιν ἔχει), ἡ δὲ μονὰς καὶ ὁ ἀριθμὸς ἄθετα· διὸ οἱ μὲν γεωμέτραι προσχρῶνται δείξεσιν ἀριθμητικαῖς ὡς προσδεόμενοι αὐτῶν εἰς τὴν τῶν οἰκείων σύστασιν, οἱ δὲ ἀριθμητικοὶ γεωμετρικαῖς οὐκέτι.
“在这些之中,知晓属于在最高程度上拥有关涉一切之科学的人。” 在“知晓”处缺少了“一切事物”这一短语;因为知晓一切事物,属于在最高程度上拥有普遍科学的人;因为这正是此前所确立的论点。而在最高程度上普遍的科学,乃是关于作为存在的存在的科学;因为存在对处于实存中的一切事物都是共通的。然而在人可知的事物中,普遍的事物也是最艰难的,这是因为它们极大地远离诸感觉;这乃是所确立的关于智者的公认特征中的第二项;因为存在物中最单纯且居于第一的事物,离感觉最远。而他加上“对人而言”,是为了与本性相对照;因为对本性而言,那些事物比起可感事物是更为可知的。此外,在各门科学中,最精确的乃是对在最高程度上居于第一之物的认识;因为在其他各门科学中,源于第一之物的科学也更为精确,假若源于更少[本原]的科学更为精确的话;而更切近本原的科学乃是源于更少[本原]的,正如在《后分析篇》中所说的那样;正是因此,他也称源于直接且第一的前提的证明才是最根本、最完备的证明,而通过这些前提所示明的证明则是第二位的。而如果更切近本原的科学因对本原的认知而更为精确,那么显而易见,关于本原本身的科学将是最为精确的,正是由于这些科学,切近它们的科学才比其余科学更为精确。至于源于更少[本原]且更切近本原的科学,比起那些通过更多[前提]且距离更远的科学更为精确,这正如我所说,在《后分析篇》中已经得到了证明(因为通过更少且直接的命题进行的科学更为精确),而现在他也通过并置算术与几何学表明了这一点;两者的差别在于,几何学关涉具有位置的事物(因为点、线以及几何学家所处理的其他事物都具有位置),而单子和数则是无位置的;因此几何学家额外利用算术证明,将其作为建构自身领域所需之物,而算术家则不再利用几何证明。
"Ἀκριβέσταταί τε τῶν ἐπιστημῶν αἳ μάλιστα τῶν πρώτων εἰσίν." Οὐχ ὑποληπτέον τοῦτο μάχεσθαι τῷ ἐν τῷ προοιμίῳ τῆς Φυσικῆς εἰρημένῳ, ἔνθα λέγων ὅθεν δεῖ ἄρχεσθαι, ἀπὸ τῶν ἡμῖν γνωρίμων, λέγει “τὸ γὰρ ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστιν”. οὔτε γὰρ τὸ πρῶτον καὶ τὸ καθόλου ταὐτόν· τὸ γοῦν πρῶτον αἴτιον τὸ κινητικόν, περὶ οὗ νῦν αὐτῷ λέγειν πρόκειται, πρὸ ἁπάντων μέν ἐστιν, οὐ μὴν οὕτως καθόλου ὡς τὰ γένη. ἀλλ’ οὐδὲ τὸ ὡς γένος λεγόμενον καθόλου ἐκεῖ πρὸς τὴν αἴσθησιν πρῶτον εἶπεν,3 ἀλλὰ τὸ κοινότερον καὶ πλείοσι συμβεβηκός, ὡς ἐδήλωσε διὰ τῶν παραδειγμάτων.
“在各门科学中最精确的,是那些在最高程度上关涉第一之物的科学。” 不应当认为这一点与《物理学》开篇中所说的话相冲突;他在那里讨论应当从何处出发——即从对我们而言可知的事物出发——时说:“因为整体依照感觉是更为可知的,而普遍则是某种整体。”因为第一之物与普遍并非同一回事;至少,他现在正打算论及的第一推动原因虽然先于一切事物,但决不像类那样是普遍的。不仅如此,他在那里也并未说作为类而被言说的普遍就感觉而言居于第一,而是指更为共通且附随于更多事物的东西,正如他通过实例所表明的那样。
- 1.10ὅτι δὲ αἱ ἐξ ἐλαττόνων καὶ ἐγγυτέρω τῶν ἀρχῶν τῶν διὰ πλειόνων καὶ πορρωτέρω ἀκριβέστεραι
在比较级谓语 ἀκριβέστεραι 之后,比较对象由属格短语 τῶν διὰ πλειόνων καὶ πορρωτέρω(比起那些通过更多且距离更远的科学)充当。主语短语 αἱ ἐξ ἐλαττόνων καὶ ἐγγυτέρω τῶν ἀρχῶν 与该比较级结构在介词短语与副词的对照中形成了紧密的对立呼应。
- 1.10ἧς διαφορά, ὅτι
关系代名词 ἧς 在语法性数上被紧邻的阴性单数名词 γεωμετρίαν 所吸引,但在意义上指涉前文并置的算术与几何学二者(或二者的相对关系)。此处省略了系动词 ἐστίν,构成名词性谓语结构,意为“二者的区别在于……”。
- 1.11ἀλλ’ οὐδὲ τὸ ὡς γένος λεγόμενον καθόλου ἐκεῖ πρὸς τὴν αἴσθησιν πρῶτον εἶπεν
动词 εἶπεν 的直接宾语为 τὸ ... καθόλου,πρῶτον 则作为谓述宾格发挥作用(“称……是第一的”)。介词短语 πρὸς τὴν αἴσθησιν 则限定其视域(“就感觉而言/相对于感觉”)。
