- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:87.1-88.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》990b21,系统阐明了若坚持理念论的设定,就会通过共同项作为原理、理念间的优先性与赋形、以及“二”的过度繁复等难题,反过来摧毁柏拉图主义者自身视若基石的诸原理(一与不定之二)。
" Καὶ πάνθ’ ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν δόξαις ἠναντιώθησαν ταῖς ἀρχαῖς." Τοιοῦτοί τινές εἰσιν οἱ λόγοι οἱ διὰ τῆς τῶν ἰδεῶν θέσεως τὰς ἀρχὰς αὐτῶν ἀναιροῦντες πρὸς τοῖς προειρημένοις. εἰ τὸ κοινῶς τινων κατηγορούμενον ἀρχή τε καὶ ἰδέα ἐκείνων, κατὰ δὲ τῶν ἀρχῶν κοινῶς ἡ ἀρχὴ κατηγορεῖται καὶ κατὰ τῶν στοιχείων τὸ στοιχεῖον, εἴη ἂν τῶν ἀρχῶν πρῶτόν τι καὶ ἀρχὴ καὶ τῶν στοιχείων οὕτως δὲ οὔτε ἀρχὴ οὔτε στοιχεῖον εἴη. ἔτι ἰδέα ἰδέας οὐκ ἔστι πρότερον ὁμοίως γὰρ αἱ ἰδέαι ἅπασαι ἀρχαί. ἔστι δὲ τὸ αὐτοὲν καὶ ἡ αὐτοδυὰς ὁμοίως ἰδέα καὶ αὐτοάνθρωπος καὶ αὐτοΐππος καὶ ἑκάστη τῶν ἄλλων ἰδεῶν οὐκ ἔσται ἄρα αὐτῶν ἄλλη ἄλλης πρώτη, ὥστε οὐδὲ ἀρχή οὐκ ἄρα ἀρχὴ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς. ἔτι ἰδέαν ὑπὸ ἰδέας εἰδοποιεῖσθαι ἄτοπον πᾶσαι γὰρ εἴδη εἰ δέ εἰσιν ἀρχαὶ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς, ἔσται ἰδέα ὑπὸ ἰδέας εἰδοποιουμένη ἡ γὰρ αὐτοδυὰς ὑπὸ τοῦ αὐτοενός οὕτως γὰρ ἀρχὰς λέγουσιν εἶναι, ὡς τοῦ μὲν ἑνὸς εἴδους ὄντος, ὕλης δὲ τῆς δυάδος οὐκ ἄρα ἀρχὴ ταῦτα. εἰ δὲ μὴ φήσουσι τὴν ἀόριστον δυάδα ἰδέαν εἶναι, πρῶτον μὲν ἔσται πρῶτόν τι αὐτῆς οὔσης ἀρχῆς1 ἡ γὰρ αὐτοδυάς, ἧς κατὰ μετουσίαν καὶ αὐτὴ δυάς, ἐπεὶ μή ἐστιν αὕτη ἡ αὐτοδυάς κατὰ μετουσίαν γὰρ κατηγορηθήσεται αὐτῆς ἡ δυάς, ἐπεὶ καὶ τῶν δυάδων.2 ἔτι εἰ ἁπλαῖ αἱ ἰδέαι, οὐκ ἂν ἐξ ἀρχῶν διαφόρων εἶεν, διάφορα δὲ τὸ ἓν καὶ ἡ ἀόριστος δυάς ἔτι τὸ πλῆθος τῶν δυάδων θαυμαστὸν ἔσται, εἰ ἔστιν ἄλλη μὲν ἡ αὐτοδυάς, ἄλλη δὲ ἡ ἀόριστος δυάς, ἄλλη δὲ ἡ μαθηματική, ᾗ ἀριθμοῦντες χρώμεθα, οὐδεμιᾷ ἐκείνων ἡ αὐτὴ οὖσα, καὶ ἔτι παρὰ ταύτας ἡ ἐν τοῖς ἀριθμητοῖς καὶ αἰσθητοῖς. ἄτοπα δὲ ταῦτα, ὥστε δηλονότι αὐτοῖς τοῖς τιθεμένοις ὑπ’ αὐτῶν περὶ τῶν ἰδεῶν ἔνεστιν ἀκολουθοῦντας ἀναιρεῖν τὰς ἀρχάς, αἵ εἰσιν αὐτοῖς προτιμότεραι τῶν ἰδεῶν.
“以及某些人由于顺从关于理念的见解而在一切方面与诸原理相抵触的情况。” 除了前述论证之外,通过设定理念而摧毁其原理的论证大致如下。如果对某些事物共同述谓者是它们的原理和理念,而“原理”被共同述谓于诸原理,“元素”被共同述谓于诸元素,那么就将存在先于诸原理和诸元素的某种东西以及[它们的]原理;这样一来,就既不存在原理也不存在元素了。再者,理念并不先于理念;因为所有的理念同样都是原理。然而,“一本身”与“二本身”同样是理念,正如“人本身”、“马本身”以及其他各个理念一样;因此它们之中绝不会一个先于另一个,从而也就不会是原理;因此一与不定之二不是原理。再者,理念被理念所赋形是荒谬的;因为所有的理念都是形式。但如果一与不定之二作为原理,那么就将存在被理念赋形的理念;因为“二本身”被“一本身”[所赋形];因为他们就是以一者作为形式、二者作为质料的方式主张它们是原理的;因此这些不是原理。另一方面,如果他们主张不定之二并不是理念,首先,尽管它是原理,却将存在先于它的某种东西;因为存在着“二本身”,不定之二也是由于分有它而是“二”,既然不定之二自身并不是“二本身”;因为“二”将通过分有而被述谓于它,既然“二”也是如此被述谓于诸[具体之]二的。再者,如果理念是单纯的,它们就不会由各异的原理所构成,但一与不定之二则是各异的。此外,如果“二本身”是一种东西,不定之二是另一种东西,而我们在计算时所使用的、与前两者皆不相同的数学之二又是另一种东西,并且在这些之外还有存在于可数事物和可感觉事物中的[二],那么二的数量就将是惊人的。但这些都是荒谬的,所以显而易见,顺从他们关于理念所设定的那些前提本身,就完全可以摧毁诸原理,而这些原理对他们而言本来是比理念更优先的。
- 1.81οὔσης ἀρχῆς
作为与前词属格 αὐτῆς 一致的表让步或对比的分词短语,意为“尽管它是原理”或“在其作为原理的前提下”。此处强调了本应作为原理的不定之二却有更在先者(二本身)存在这一荒谬后果。
- 1.81ἐπεὶ καὶ τῶν δυάδων
接在连词 ἐπεί 之后的省略句,承接前文谓语 κατηγορηθήσεται αὐτῆς ἡ δυάς(“二”将被述谓于它),需补充理解为“既然[“二”]也是如此[通过分有被述谓于具体的]诸二”。
