- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:85.13-86.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》990b17提出理念论的论据摧毁了比理念更根本的事物;亚历山大对此进行阐释,指出这些论据反常地否定了一与不定之二等第一原理,并将相关事物与数量置于自存的实体之先。
" Ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν ἰδεῶν λόγοι ἃ μᾶλλον εἶναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι.1" Μᾶλλον μὲν καὶ μάλιστα βούλονται τὰς ἀρχὰς εἶναι· αἱ γὰρ ἀρχαὶ αὐτοῖς καὶ αὐτῶν τῶν ἰδεῶν εἰσιν ἀρχαί. ἀρχαὶ δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηκε καὶ ἱστόρηκεν αὐτὸς ἐν τοῖς Περὶ τἀγαθοῦ· ἀλλὰ καὶ τοῦ ἀριθμοῦ ἀρχαὶ αὗται κατ’ αὐτούς. ταύτας δή φησι τὰς ἀρχὰς τοὺς λόγους τούτους τοὺς κατασκευάζοντας τὰς ἰδέας ἀναιρεῖν· ἀναιρουμένων δὲ τούτων ἀναιρεθήσεται καὶ τὰ μετὰ τὰς ἀρχάς, εἴ γε ταῦτα ἐκ τῶν ἀρχῶν, ὥστε καὶ αἱ ἰδέαι. εἰ γὰρ ἐπὶ πάντων ὧν τὸ κοινὸν κατηγορεῖται χωριστόν τε καὶ ἰδέα, κατηγορεῖται δὲ καὶ κατὰ τῆς ἀορίστου δυάδος ἡ δυάς, εἴη ἂν αὐτῆς πρῶτόν τι καὶ ἰδέα· οὕτως δὲ ἂν οὐκέτι ἀρχὴ εἴη ἡ ἀόριστος δυάς. ἀλλ’ οὐδὲ ἡ δυὰς πάλιν εἴη ἂν πρώτη τε καὶ ἀρχή· πάλιν γὰρ κἀκείνης ὁ ἀριθμὸς κατηγορεῖται ὡς ἰδέας· αἱ γὰρ ἰδέαι ἀριθμοὶ αὐτοῖς κεῖνται· ὥστε εἴη ἂν αὐτοῖς πρῶτον ὁ ἀριθμός, ἰδέα τις ὤν. εἰ δὲ ταῦτα, ἔσται τῆς ἀορίστου δυάδος, ἥτις ἐστὶν αὐτοῖς ἀρχή, ὁ ἀριθμὸς πρῶτος, ἀλλ’ οὐ τοῦ ἀριθμοῦ ἡ δυάς· εἰ δὲ τοῦτο, οὐκέτι ἂν ἀρχὴ ἐκείνη, εἴ γε μετασχέσει τινός ἐστι τοιαύτη. ἔτι δὲ ὑπόκειται μὲν εἶναι ἀρχὴ τοῦ ἀριθμοῦ, γίγνεται δὲ ὁ ἀριθμὸς κατὰ τὸν προειρημένον λόγον πρῶτος αὐτῆς· ἀλλ’ εἰ ὁ ἀριθμὸς πρός τι (πᾶς γὰρ ἀριθμός τινός ἐστι), καὶ ἔστι πρῶτος ὁ ἀριθμὸς τῶν ὄντων, εἴ γε καὶ τῆς δυάδος ἦν ἀρχὴν ὑπέθεντο,2 εἴη ἂν κατ’ αὐτοὺς τὸ πρός τι πρῶτον τοῦ καθ’ αὑτὸ ὄντος. τοῦτο δὲ ἄτοπον· πᾶν γὰρ τὸ πρός τι δεύτερον. σχέσιν γὰρ προυποκειμένης φύσεως τὸ πρός τι σημαίνει, ἥτις πρώτη τῆς συμβεβηκυίας σχέσεως αὐτῇ· παραφυάδι γὰρ ἔοικε τὸ πρός τι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς. ἀλλ’ εἰ καὶ λέγοι τις εἶναι τὸν ἀριθμὸν ποσὸν ἀλλὰ μὴ πρός τι, εἴη ἂν ἑπόμενον αὐτοῖς τὸ ποσὸν τῆς οὐσίας πρῶτον εἶναι· αὐτὸ δὲ τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι. ἔτι ἕπεται αὐτοῖς τὸ πρός τι τοῦ καθ’ αὑτὸ ἀρχήν τε καὶ πρῶτον λέγειν εἶναι, καθ’ ὅσον ἀρχὴ μὲν ἡ ἰδέα κατ’ αὐτοὺς τῶν οὐσιῶν, ἔστι δὲ τῇ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ ἐν τῷ παραδείγματι εἶναι,3 τὸ δὲ παράδειγμα πρός τι· τινὸς γὰρ τὸ παράδειγμα παράδειγμα. ἔτι εἰ ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴη ἂν τὰ πρὸς αὐτὰς γιγνόμενα καὶ ὧν εἰσιν αἱ ἰδέαι εἰκόνες ἐκείνων, οὕτως τε λέγοι ἄν τις πάντα τὰ κατὰ φύσιν συνεστῶτα πρός τι γενέσθαι κατ’ αὐτούς· πάντα γὰρ εἰκόνες καὶ παραδείγματα. ἔτι εἰ τὸ εἶναι ταῖς ἰδέαις ἐν τῷ παραδείγμασιν εἶναί ἐστι, τὸ δὲ παράδειγμα τοῦ πρὸς αὐτὸ γιγνομένου χάριν ἐστί, τὸ δὲ δι’ ἄλλο ὂν ἀτιμότερον ἐκείνου, ἔσονται αἱ ἰδέαι ἀτιμότεραι τῶν γιγνομένων πρὸς αὐτάς.
“并且总的说来,关于理念的诸论据摧毁了那些主张形式的人比起理念的存在来更希望其存在的事物。” 他们更希望、并且最希望的是诸原理存在;因为对他们而言,诸原理也是理念本身的原理。而诸原理便是一与不定之二,正如他不久前所说,并且他本人在《论善》中所记述的那样;但根据他们的看法,这些也是数的原理。因此他说,这些确立理念的论据摧毁了这些原理;而如果这些原理被摧毁,原理之后的事物也将被摧毁——如果这些事物确实源于诸原理的话——从而理念也将被摧毁。因为如果在共同之物被述谓于其上的所有事物上,[该共同之物]都是分离的且是理念,而“二”也被述谓于不定之二,那么就将存在先于它的某种东西以及它的理念;这样一来,不定之二就不再是原理了。然而,“二”反过来也不可能是在先的且作为原理;因为“数”又被述谓于作为理念的它(因为他们设定理念就是数);所以对他们而言,作为某种理念的“数”将是在先的。但如果是这样,对于作为他们原理的不定之二而言,“数”将是在先的,而不是“二”先于数;如果是这样,不定之二就不再是原理了,如果它确实是由于分有某物才成为如此的话。再者,它虽被假定为数的原理,但根据前述论证,“数”却成了先于它的东西;但如果数是相关事物(因为每个数都是某物的数),并且数在诸存在者中是在先的——如果它确实也先于他们设定为原理的“二”的话——那么根据他们的看法,相关事物就将先于就自身而言的存在者。但这荒谬;因为一切相关事物都是第二位的。因为相关事物标志着一个预先存在的本性的关系,该本性先于附加于它的关系;因为正如他在《伦理学》中所说,相关事物类似于旁枝。然而,即使有人说数是数量而非相关事物,他们也将面临数量先于实体这一后果;而且“大与小”本身就属于相关事物。此外,他们还必然要主张相关事物先于且作为就自身而言者的原理,因为根据他们的看法理念是诸实体的原理,但理念之为理念在于作为范型,而范型是相关事物;因为范型是某物的范型。再者,如果对理念而言存在在于作为范型,那么依照它们而生成的事物,即理念作为其[范型]的事物,就将是它们的影像,这样人们可以说,根据他们的看法,依自然构成的一切事物都成了相关事物;因为一切事物都是影像和范型。再者,如果理念的存在在于作为范型,而范型是为了依照它而生成的事物之故,为他物而存在者又不如那[它为其而存在者]尊贵,那么理念就将不如依照它们而生成的事物尊贵。
- 1.80ἃ μᾶλλον εἶναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι
紧随比较级 μᾶλλον 之后的 τοῦ τὰς ἰδέας εἶναι 借助属格定冠词加不定式结构表示比较基准(“比起理念存在而言”)。关系代词 ἃ 用作依附于 βούλονται 的不定式结构(ἃ εἶναι)的宾格主语。
- 1.80εἴ γε καὶ τῆς δυάδος ἦν ἀρχὴν ὑπέθεντο
根据上下文,ἦν 极有可能是关系代词阴性宾格 ἣν 的异读或传抄讹误(即“他们设定为原理的[二]”);若依现存文本 ἦν,则带省略理解为“如果[数]确实先于他们设定为原理的二”。无论哪种情况,ἀρχήν 均充当关系从句内的述谓补足成分(“作为原理”)。
- 1.80ἔστι δὲ τῇ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ ἐν τῷ παραδείγματι εἶναι
主语是亚里士多德式的本质表述句式 τῇ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ(“对理念而言,作为理念的存在”),包含与格与述谓与格;谓语部分则是介词短语 ἐν τῷ παραδείγματι εἶναι(“在于作为范型”)。
