← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§83.34-85.12

第三个人论证与无穷后退

亚历山大阐释了源自理念论的“第三个人”诸论证,提出了智者们的论证、波吕克塞诺斯的表述以及基于共同述谓和分离自立的无穷后退论证,并指出了欧德谟及亚里士多德本人著作中的相关论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.79#2

λέγουσι τὰ κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα, καὶ ταῦτα εἶναι ἰδέας. ἔτι τὰ ὅμοια ἀλλήλοις τοῦ αὐτοῦ τινος μετουσίᾳ ὅμοια ἀλλήλοις εἶναι, ὃ κυρίως ἐστὶ τοῦτο· καὶ τοῦτο εἶναι τὴν ἰδέαν. ἀλλ’ εἰ τοῦτο, καὶ τὸ κατηγορούμενόν τινων κοινῶς, ἂν μὴ ταὐτὸν ᾖ ἐκείνων τινὶ ὧν κατηγορεῖται, ἄλλο τί ἐστι παρ’ ἐκεῖνα1 (διὰ τοῦτο γὰρ γένος ὁ αὐτοάνθρωπος, ὅτι κατηγορούμενος τῶν καθ’ ἕκαστα οὐδενὶ αὐτῶν ἦν ὁ αὐτός), τρίτος ἄνθρωπος ἔσται τις παρά τε τὸν καθ’ ἕκαστα, οἷον Σωκράτη καὶ Πλάτωνα, καὶ παρὰ τὴν ἰδέαν, ἥτις καὶ αὐτὴ μία κατ’ ἀριθμόν ἐστιν. ἦν δέ τις λόγος ὑπὸ τῶν σοφιστῶν λεγόμενος τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος. εἰ λέγοντες “ἄνθρωπος περιπατεῖ” οὔτε τὸν ὡς ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα (πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν), ἄλλον τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος2 ἔσται, οὗ τὸ περιπατεῖν κατηγορήσαμεν. τούτῳ δὴ τῷ λόγῳ ὄντι σοφιστικῷ ἀφορμὰς ἐνδιδόασιν οἱ χωρίζοντες τὸ κοινὸν τῶν καθ’ ἕκαστα, ὃ ποιοῦσιν οἱ τὰς ἰδέας τιθέμενοι. λέγει δὲ Φανίας ἐν τῷ πρὸς Διόδωρον Πολύξενον τὸν σοφιστὴν τὸν τρίτον ἄνθρωπον εἰσάγειν λέγοντα “εἰ κατὰ μετοχήν τε καὶ μετουσίαν τῆς ἰδέας καὶ τοῦ αὐτοανθρώπου ὁ ἄνθρωπός ἐστι, δεῖ τινα εἶναι ἄνθρωπον ὃς πρὸς τὴν ἰδέαν ἕξει τὸ εἶναι. οὔτε δὲ ὁ αὐτοάνθρωπος, ὅ ἐστιν ἰδέα, κατὰ μετοχὴν ἰδέας, οὔτε ὁ τὶς ἄνθρωπος. λείπεται ἄλλον τινὰ εἶναι τρίτον ἄνθρωπον τὸν πρὸς τὴν ἰδέαν τὸ εἶναι ἔχοντα.” δείκνυται καὶ οὕτως ὁ τρίτος ἄνθρωπος. εἰ τὸ κατηγορούμενόν τινων πλειόνων ἀληθῶς καὶ ἔστιν ἄλλο παρὰ τὰ ὧν κατηγορεῖται, κεχωρισμένον αὐτῶν (τοῦτο γὰρ ἡγοῦνται δεικνύναι οἱ τὰς ἰδέας τιθέμενοι· διὰ τοῦτο γάρ ἐστί τι αὐτοάνθρωπος κατ’ αὐτούς, ὅτι ὁ ἄνθρωπος κατὰ τῶν καθ’ ἕκαστα ἀνθρώπων πλειόνων ὄντων ἀληθῶς κατηγορεῖται καὶ ἄλλος τῶν καθ’ ἕκαστα ἀνθρώπων ἐστίν) — ἀλλ’ εἰ τοῦτο, ἔσται τις τρίτος ἄνθρωπος. εἰ γὰρ ἄλλος ὁ κατηγορούμενος ὧν κατηγορεῖται, καὶ κατ’ ἰδίαν ὑφεστώς, κατηγορεῖται δὲ κατά τε τῶν καθ’ ἕκαστα καὶ κατὰ τῆς ἰδέας ὁ ἄνθρωπος, ἔσται τρίτος τις ἄνθρωπος παρά τε τοὺς καθ’ ἕκαστα καὶ τὴν ἰδέαν. οὕτως δὲ καὶ τέταρτος ὁ κατά τε τούτου καὶ τῆς ἰδέας καὶ τῶν καθ’ ἕκαστα κατηγορούμενος, ὁμοίως δὲ καὶ πέμπτος, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἔστι δὲ ὁ λόγος οὗτος τῷ πρώτῳ ὁ αὐτός, ἐπεὶ ἔθεντο τὰ ὅμοια τοῦ αὐτοῦ τινος μετουσίᾳ ὅμοια εἶναι·3 ὅμοιοι γὰρ οἵ τε ἄνθρωποι καὶ αἱ ἰδέαι. ἀμφοτέρους δὴ τοὺς δοκοῦντας ἀκριβεστέρους εἶναι λόγους διήλεγξε, τὸν μὲν ὡς καὶ τῶν πρός τι κατασκευάζοντα ἰδέας, τὸν δὲ ὡς τρίτον ἄνθρωπον εἰσάγοντα, εἶτα ἐπ’ ἄπειρον αὔξοντα τοὺς ἀνθρώπους. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον αὐξηθήσεται· ὧν λέγουσιν ἰδέας εἶναι. τῇ μὲν οὖν πρώτῃ τοῦ τρίτου ἀνθρώπου ἐξηγήσει ἄλλοι τε κέχρηνται καὶ Εὔδημος σαφῶς ἐν τοῖς Περὶ λέξεως, τῇ δὲ τελευταίᾳ αὐτὸς ἔν τε τῷ τετάρτῳ Περὶ ἰδεῶν καὶ ἐν τούτῳ μετ’ ὀλίγον.

他们说,在诸实体上被共同述谓的事物,在本真意义上就是如此这般的,而这些就是理念。再者,彼此相似的事物由于分有某一相同之物而彼此相似,而该物本真地就是这,并且这就是理念。但如果是这样,并且在某些事物上被共同述谓之物——如果不与它被述谓于其上的那些事物中的任何一个相同——是它们之外的别的事物(因为正是由于这一点,“人自身”才是一个属,即由于在述谓于个别事物时,它与它们中的任何一个都不是同一的),那么在个别的人(例如苏格拉底和柏拉图)之外,以及在本身在数量上也是单一的理念之外,还将存在某种第三个人。此外,智者们曾提出过一个引入“第三个人”的论证,其形式如下。如果当我们说“人行走”时,我们既不是在说作为理念的人在行走(因为理念是不动的),也不是在说个别的人中的某一个[在行走](因为我们不认识的人,我们怎能[说他在行走]呢?因为人正在行走是我们所认识的,但我们所谈论的究竟是个别的人中的哪一个,我们并不认识),那么我们就是在说除这些之外的某种别的第三个人在行走;因此将存在第三个人,我们把行走述谓于他。对于这个身为诡辩的论证,正是那些将共通之物与个别事物分离的人提供了契机,而这正是设定理念的人所做的事。法尼亚斯在《反驳狄奥多洛》中说,智者波吕克塞诺斯通过如下说法引入了“第三个人”:“如果人是凭借分有和占有理念以及人自身而存在的,就必定存在某个相对于理念具有其存在的人。然而,作为理念的人自身既非凭借分有理念,个别的人亦非如此。剩下的就是存在某个相对于理念具有其存在的别的第三个人。”“第三个人”也可以通过如下方式表明。如果在多数事物上被真实述谓之物,也是在它被述谓于其上的事物之外的、与它们相分离的别的事物(因为设定理念的人认为他们证明了这一点;因为根据他们的看法,正是由于这一点才存在某种人自身,即由于‘人’真实地被述谓于作为多数的个别的人,并且是不同于个别的人的别的事物)——但如果是这样,就将存在某种第三个人。因为如果被述谓者不同于它被述谓于其上的事物且独自自存,而“人”既被述谓于个别的人,又被述谓于理念,那么在个别的人和理念之外就将存在某种第三个人。这样一来,既被述谓于他,又被述谓于理念和个别的人的第四个人也将存在,同样还有第五个人,如此以至无穷。而这个论证与第一个论证是相同的,因为他们设定相似的事物是由于分有某一相同之物而相似的(因为人与理念也是相似的)。因此,他驳斥了这两个似乎更严格的论证:一个在于它为相关事物也确立了理念,另一个在于它引入了“第三个人”,进而使人无限增加。而他们主张存在理念的其他每一类事物,也将同样增加。对于“第三个人”的第一种阐释,其他人曾经使用过,欧德谟在《论措辞》中也明确使用过;而对于最后一种阐释,亚里士多德本人在《论理念》第四卷中以及在本书稍后之处都使用过。

语法注3 条
  1. 1.79ἀλλ’ εἰ τοῦτο, καὶ τὸ κατηγορούμενόν τινων κοινῶς, ἂν μὴ ταὐτὸν ᾖ ἐκείνων τινὶ ὧν κατηγορεῖται, ἄλλο τί ἐστι παρ’ ἐκεῖνα

    整体结构是由条件从句 εἰ τοῦτο[省略 ἔστι](“如果这是真的”)开始,并列接上另一个条件要素 καὶ τὸ κατηγορούμενον... ἄλλο τί ἐστι παρ’ ἐκεῖνα(“并且如果被述谓者……是它们之外的别的事物”),在插入的括号原因从句(διὰ τοῦτο γὰρ...)之后,引出主句 τρίτος ἄνθρωπος ἔσται τις...(“将存在某种第三个人”)。ἂν μὴ ταὐτὸν ᾖ 是嵌套在条件从句内部的假设从句,ὧν 则是以 ἐκείνων 为先行词的关系代词属格(受 κατηγορεῖται 支配)。

  2. 1.79οὔτε δὲ ὁ αὐτοάνθρωπος, ὅ ἐστιν ἰδέα, κατὰ μετοχὴν ἰδέας, οὔτε ὁ τὶς ἄνθρωπος

    在 οὔτε... οὔτε... 的两个并列肢中,系动词 ἐστί(或短语 ἔχει τὸ εἶναι)均被省略。承接前文的 δεῖ τινα εἶναι ἄνθρωπον ὃς πρὸς τὴν ἰδέαν ἕξει τὸ εἶναι 以及更前面的 κατὰ μετοχὴν... ὁ ἄνθρωπός ἐστι,应理解为省略句:“作为理念的人自身既非[凭借分有理念],个别的人亦非[凭借分有理念]”。

  3. 1.79ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον αὐξηθήσεται· ὧν λέγουσιν ἰδέας εἶναι.

    ὧν 是属格关系代词,先行词为 τῶν ἄλλων。属格 ὧν 在不定式短语 ἰδέας εἶναι 中充当定语/领属属格(即 ἰδέας [τούτων] εἶναι,“存在……的理念”)。在句法上,它构成了超步法(hyperbaton),其实际结构等同于 τῶν ἄλλων, ὧν λέγουσιν ἰδέας εἶναι, ἕκαστον(“他们主张存在理念的其他事物中的每一项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:83.34-85.12